Delphi Septuagint
Page 1136
[12] therefore prophesy and say,
Thus saith the Lord; Behold, I will open your tombs, and will bring you up out of your tombs, and will bring you into the land of Israel.
[13] καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου.
[13] And ye shall know that I am the Lord, when I have opened your graves, that I may bring up my people from their graves.
[14] καὶ δώσω τὸ πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος λελάληκα καὶ ποιήσω, λέγει κύριος.
[14] And I will put my Spirit within you, and ye shall live, and I will place you upon your own land: and ye shall know that I am the Lord; I have spoken, and will do it, saith the Lord.
[15] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
[15] And the word of the Lord came to me, saying,
[16] Υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ ῥάβδον καὶ γράψον ἐπ’ αὐτὴν τὸν Ιουδαν καὶ τοὺς υἱοὺς Ισραηλ τοὺς προσκειμένους ἐπ’ αὐτόν· καὶ ῥάβδον δευτέραν λήμψῃ σεαυτῷ καὶ γράψεις αὐτήν Τῷ Ιωσηφ, ῥάβδον Εφραιμ καὶ πάντας τοὺς υἱοὺς Ισραηλ τοὺς προστεθέντας πρὸς αὐτόν.
[16] Son of man, take for thyself a rod, and write upon it, Juda, and the children of Israel his adherents; and thou shalt take for thyself another rod, and thou shalt inscribe it for Joseph, the rod of Ephraim, and all the children of Israel that belong to him.
[17] καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ῥάβδον μίαν τοῦ δῆσαι αὐτάς, καὶ ἔσονται ἐν τῇ χειρί σου.
[17] And thou shalt joint them together for thyself, so as that they should bind themselves into one stick; and they shall be in thine hand.
[18] καὶ ἔσται ὅταν λέγωσιν πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου Οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστιν ταῦτά σοι;
[18] And it shall come to pass, when the children of thy people shall say to thee, Wilt thou not tell us what thou meanest by these things?
[19] καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ λήμψομαι τὴν φυλὴν Ιωσηφ τὴν διὰ χειρὸς Εφραιμ καὶ τὰς φυλὰς Ισραηλ τὰς προσκειμένας πρὸς αὐτὸν καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ιουδα, καὶ ἔσονται εἰς ῥάβδον μίαν ἐν τῇ χειρὶ Ιουδα.
[19] Then shalt thou say to them, Thus saith the Lord; behold, I will take the tribe of Joseph, which is in the hand of Ephraim, and the tribes of Israel that belong to him, and I will add them to the tribe of Juda, and they shall become one rod in the hand of Juda.
[20] καὶ ἔσονται αἱ ῥάβδοι, ἐφ’ αἷς σὺ ἔγραψας ἐπ’ αὐταῖς, ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν,
[20] And the rods on which thou didst write shall be in thine hand in their presence.
[21] καὶ ἐρεῖς αὐτοῖς Τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ισραηλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ισραηλ·
[21] And thou shalt say to them,
Thus saith the Lord God; Behold, I will take the whole house of Israel out of the midst of the nations, among whom they have gone, and I will gather them from all that are round about them, and I will bring them into the land of Israel.
[22] καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἓν ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν Ισραηλ, καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας,
[22] And I will make them a nation in my land, even on the mountains of Israel; and they shall have one prince: and they shall be no more two nations, neither shall they be divided any more at all into two kingdoms:
[23] ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν. καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς θεόν.
[23] that they may no more defile themselves with their idols; and I will deliver them from all their transgressions whereby they have sinned, and will cleanse them; and they shall be to me a people, and I the Lord will be to them a God.
[24] καὶ ὁ δοῦλός μου Δαυιδ ἄρχων ἐν μέσῳ αὐτῶν, καὶ ποιμὴν εἷς ἔσται πάντων· ὅτι ἐν τοῖς προστάγμασίν μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά.
[24] And my servant David shall be a prince in the midst of them: there shall be one shepherd of them all; for they shall walk in mine ordinances, and keep my judgments, and do them.
[25] καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ιακωβ, οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν· καὶ κατοικήσουσιν ἐπ’ αὐτῆς αὐτοί, καὶ Δαυιδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα.
[25] And they shall dwell in their land, which I have given to my servant Jacob, where their fathers dwelt; and they shall dwell upon it: and David my servant shall be their prince forever.
[26] καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετ’ αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.
[26] And I will make with them a covenant of peace; it shall be an everlasting covenant with them; and I will establish my sanctuary in the midst of them for ever.
[27] καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς θεός, καὶ αὐτοί μου ἔσονται λαός.
[27] And my tabernacle shall be among them; and I will be to them a God, and they shall be my people.
[28] καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.
[28] And the nations shall know that I am the Lord that sanctifies them, when my sanctuary is in the midst of them for ever.
CHAPTER 38
[1] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
[1] And the word of the Lord came to me, saying,
[2] Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γωγ καὶ τὴν γῆν τοῦ Μαγωγ, ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ, καὶ προφήτευσον ἐπ’ αὐτὸν
[2] Son of man, set thy face against Gog, and the land of Magog, Rhos, prince of Mesoch and Thobel, and prophesy against him,
[3] καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντ�
� Ρως, Μοσοχ καὶ Θοβελ
[3] and say to him, Thus saith the Lord God;
Behold, I am against thee, Rhos prince of Mesoch and Thobel:
[4] καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας, συναγωγὴ πολλή, πέλται καὶ περικεφαλαῖαι καὶ μάχαιραι,
[4] and I will gather thee, and all thine host, horses and horsemen, all wearing breast-plates, with a great multitude, shields and helmets and swords:
[5] Πέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες, πάντες περικεφαλαίαις καὶ πέλταις,
[5] Persians, and Ethiopians, and Libyans; all with helmets and shields.
[6] Γομερ καὶ πάντες οἱ περὶ αὐτόν, οἶκος τοῦ Θεργαμα ἀπ’ ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν, καὶ ἔθνη πολλὰ μετὰ σοῦ·
[6] Gomer, and all belonging to him; the house of Thorgama, from the end of the north, and all belonging to him; and many nations with thee.
[7] ἑτοιμάσθητι ἑτοίμασον σεαυτὸν σὺ καὶ πᾶσα ἡ συναγωγή σου οἱ συνηγμένοι μετὰ σοῦ καὶ ἔσῃ μοι εἰς προφυλακήν.
[7] Be thou prepared, prepare thyself, thou, and all thy multitude that is assembled with thee, and thou shalt be to me for a guard.
[8] ἀφ’ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται καὶ ἐπ’ ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν, ἐπὶ γῆν Ισραηλ, ἣ ἐγενήθη ἔρημος δι’ ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθεν, καὶ κατοικήσουσιν ἐπ’ εἰρήνης ἅπαντες.
[8] He shall be prepared after many days, and he shall come at the end of years, and shall come to a land that is brought back from the sword, when the people are gathered from many nations against the land of Israel, which was entirely desolate: and he is come forth out of the nations, and they shall all dwell securely.
[9] καὶ ἀναβήσῃ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔθνη πολλὰ μετὰ σοῦ.
[9] And thou shalt go up as rain, and shalt arrive as a cloud to cover the land, and there shall be thou, and all that are about thee, and many nations with thee.
[10] τάδε λέγει κύριος κύριος Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς
[10] Thus saith the Lord God; It shall also come to pass in that day, that thoughts shall come up into thine heart, and thou shalt devise evil devices.
[11] καὶ ἐρεῖς Ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπ’ εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ μοχλοί, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς,
[11] And thou shalt say, I will go up to the rejected land; I will come upon them that are at ease in tranquility, and dwelling in peace, all inhabiting a land in which there is no wall, nor bars, nor have they doors;
[12] προνομεῦσαι προνομὴν καὶ σκυλεῦσαι σκῦλα αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά σου εἰς τὴν ἠρημωμένην, ἣ κατῳκίσθη, καὶ ἐπ’ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν πεποιηκότας κτήσεις κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς.
[12] to seize plunder, and to take their spoil; to turn my hands against the desolate land that is now inhabited, and against a nation that is gathered from many nations, that have acquired property, dwelling in the midst of the land.
[13] Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι Εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα;
[13] Sabba, and Daedan, and Carthaginian merchants, and all their villages shall say to thee, Thou art come for plunder to take a prey, and to get spoils: thou hast gathered thy multitude to take silver and gold, to carry off property, to take spoils.
[14] διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ Γωγ Τάδε λέγει κύριος Οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ισραηλ ἐπ’ εἰρήνης ἐγερθήσῃ;
[14] Therefore prophesy, son of man, and say to Gog, Thus saith the Lord; Wilt thou not arise in that day, when my people Israel are dwelling securely,
[15] καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ’ ἐσχάτου βορρᾶ καὶ ἔθνη πολλὰ μετὰ σοῦ, ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή,
[15] and come out of thy place from the farthest north, and many nations with thee? all of them mounted on horses, a great gathering, and a large force?
[16] καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεφέλη καλύψαι γῆν· ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσιν πάντα τὰ ἔθνη ἐμὲ ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν.
[16] And thou shalt come up upon my people Israel as a cloud to cover the land; it shall come to pass in the last days, that I will bring thee up upon my land, that all the nations may know me, when I am sanctified in thee before them.
[17] τάδε λέγει κύριος κύριος τῷ Γωγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου προφητῶν τοῦ Ισραηλ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν τοῦ ἀγαγεῖν σε ἐπ’ αὐτούς.
[17] Thus saith the Lord God, to Gog; Thou art he concerning whom I spoke in former times, by the hand of my servants the prophets of Israel, in those days and years, that I would bring thee up against them.
[18] καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ, ᾗ ἂν ἔλθῃ Γωγ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ, λέγει κύριος κύριος, ἀναβήσεται ὁ θυμός μου
[18] And it shall come to pass in that day, in the day when Gog shall come against the Land of Israel, saith the Lord God,
[19] καὶ ὁ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα Εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ,
[19] that my wrath and my jealousy shall arise, I have spoken in the fire of mine anger, verily in that day there shall be a great shaking in the land of Israel;
[20] καὶ σεισθήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, κα
ὶ ῥαγήσεται τὰ ὄρη, καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται.
[20] and the fish of the sea shall quake at the presence of the Lord, and the birds of the sky and the wild beasts of the field, and all the reptiles that creep upon the earth, and all the men that are on the face of the earth; and the mountains shall be rent, and the valleys shall fall, and every wall on the land shall fall.
[21] καὶ καλέσω ἐπ’ αὐτὸν πᾶν φόβον, λέγει κύριος· μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται.
[21] And I will summon against it even every fear, saith the Lord: the sword of every man shall be against his brother.
[22] καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ’ αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ’ αὐτοῦ καὶ ἐπ’ ἔθνη πολλὰ μετ’ αὐτοῦ.
[22] And I will judge him with pestilence, and blood, and sweeping rain, and hailstones; and I will rain upon him fire and brimstone, and upon all that are with him, and upon many nations with him.
[23] καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.
[23] And I will be magnified, and sanctified, and glorified; and I will be known in the presence of many nations, and they shall know that I am the Lord.
CHAPTER 39
[1] Καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ Γωγ καὶ εἰπόν Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ