Book Read Free

Delphi Septuagint

Page 1157

by Lancelot C L Brenton (ed)


  [4] And the Lord said to him, Call his name Jezrael; for yet a little while, and I will avenge the blood of Jezrael on the house of Juda, and will make to cease the kingdom of the house of Israel.

  [5] καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ισραηλ ἐν τῇ κοιλάδι τοῦ Ιεζραελ. –

  [5] And it shall be, in that day, that I will break the bow of Israel in the valley of Jezrael.

  [6] καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα. καὶ εἶπεν αὐτῷ Κάλεσον τὸ ὄνομα αὐτῆς Οὐκ – ἠλεημένη, διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Ισραηλ, ἀλλ’ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς.

  [6] And she conceived again, and bore a daughter. And he said to him, Call her name, Unpitied: for I will no more have mercy on the house of Israel, but will surely set myself in array against them.

  [7] τοὺς δὲ υἱοὺς Ιουδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ῥομφαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἅρμασιν οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππεῦσιν. –

  [7] But I will have mercy on the house of Juda, and will save them by the Lord their God, and will not save them with bow, nor with sword, nor by war, nor by horses, nor by horsemen.

  [8] καὶ ἀπεγαλάκτισεν τὴν Οὐκ – ἠλεημένην καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν.

  [8] And she weaned Unpitied; and she conceived again, and bore a son.

  [9] καὶ εἶπεν Κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ – λαός – μου, διότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγὼ οὔκ εἰμι ὑμῶν.

  [9] And he said, Call his name, Not my people: for ye are not my people, and I am not your God.

  [1] Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ισραηλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται οὐδὲ ἐξαριθμηθήσεται· καὶ ἔσται ἐν τῷ τόπῳ, οὗ ἐρρέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.

  [10] Yet the number of the children of Israel was as the sand of the sea, which shall not be measured nor numbered: and it shall come to pass, that in the place where it was said to them, Ye are not my people, even they shall be called the sons of the living God.

  [2] καὶ συναχθήσονται οἱ υἱοὶ Ιουδα καὶ οἱ υἱοὶ Ισραηλ ἐπὶ τὸ αὐτὸ καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ιεζραελ.

  [11] And the children of Juda shall be gathered, and the children of Israel together, and shall appoint themselves one head, and shall come up out of the land: for great shall be the day of Jezrael.

  CHAPTER 2

  [3] εἴπατε τῷ ἀδελφῷ ὑμῶν Λαός – μου καὶ τῇ ἀδελφῇ ὑμῶν Ἠλεημένη.

  [1] Say to your brother, My people, and to your sister, Pitied.

  [4] Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν κρίθητε, ὅτι αὐτὴ οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς· καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς,

  [2] Plead with your mother, plead: for she is not my wife, and I am not her husband: and I will remove her fornication out of my presence, and her adultery from between her breasts:

  [5] ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡμέρᾳ γενέσεως αὐτῆς· καὶ θήσομαι αὐτὴν ὡς ἔρημον καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει·

  [3] that I may strip her naked, and make her again as she was at the day of her birth: and I will make her desolate, and make her as a dry land, and will kill her with thirst.

  [6] καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν.

  [4] And I will not have mercy upon her children; for they are children of fornication.

  [7] ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά· εἶπεν γάρ Ἀκολουθήσω ὀπίσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου καὶ τὸ ἔλαιόν μου καὶ πάντα ὅσα μοι καθήκει.

  [5] And their mother went a-whoring: she that bore them disgraced them: for she said, I will go after my lovers, that give me my bread and my water, and my garments, and my linen clothes, my oil and my necessaries.

  [8] διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψιν καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ·

  [6] Therefore, behold, I hedge up her way with thorns, and I will stop the ways, and she shall not find her path.

  [9] καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρῃ αὐτούς· καὶ ἐρεῖ Πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν.

  [7] And she shall follow after her lovers, and shall not overtake them; and she shall seek them, but shall not find them: and she shall say, I will go, and return to my former husband; for it was better with me than now.

  [10] καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βααλ.

  [8] And she knew not that I gave her her corn, and wine, and oil, and multiplied silver to her: but she made silver and gold images for Baal.

  [11] διὰ τοῦτο ἐπιστρέψω καὶ κομιοῦμαι τὸν σῖτόν μου καθ’ ὥραν αὐτοῦ καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς·

  [9] Therefore I will return, and take away my corn in its season, and my wine in its time; and I will take away my raiment and my linen clothes, so that she shall not cover her nakedness.

  [12] καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου·

  [10] And now I will expose her uncleanness before her lovers, and no one shall by any means deliver her out of my hand.

  [13] καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς καὶ τὰς νουμηνίας αὐτῆς καὶ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς πανηγύρεις αὐτῆς·

  [11] And I will take away all her gladness, her feasts, and her festivals at the new moon, and her sabbaths, and all her solemn assemblies.

  [14] καὶ ἀφανιῶ ἄμπελον αὐτῆς καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπεν Μισθ�
�ματά μου ταῦτά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου, καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ἑρπετὰ τῆς γῆς·

  [12] And I will utterly destroy her vines, and her fig-trees, all things of which she said, These are my hire which my lovers have given me: and I will make them a testimony, and the wild beasts of the field, and the birds of the sky, and the reptiles of the earth shall devour them.

  [15] καὶ ἐκδικήσω ἐπ’ αὐτὴν τὰς ἡμέρας τῶν Βααλιμ, ἐν αἷς ἐπέθυεν αὐτοῖς καὶ περιετίθετο τὰ ἐνώτια αὐτῆς καὶ τὰ καθόρμια αὐτῆς καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει κύριος.

  [13] And I will recompense on her the days of Baalim, wherein she sacrificed to them, and put on her ear-rings, and her necklaces, and went after her lovers, and forgot me, saith the Lord.

  [16] Διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν καὶ τάξω αὐτὴν εἰς ἔρημον καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς

  [14] Therefore, behold, I will cause her to err, and will make her as desolate, and will speak comfortably to her.

  [17] καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν καὶ τὴν κοιλάδα Αχωρ διανοῖξαι σύνεσιν αὐτῆς, καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου.

  [15] And I will giver her possessions from thence, and the valley of Achor to open her understanding: and she shall be afflicted there according to the days of her infancy, and according to the days of her coming up out of the land of Egypt.

  [18] καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, καλέσει με Ὁ ἀνήρ μου, καὶ οὐ καλέσει με ἔτι Βααλιμ·

  [16] And it shall come to pass in that day, saith the Lord, that she shall call me, My husband, and shall no longer call me Baalim.

  [19] καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλιμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν.

  [17] And I will take away the names of Baalim out of her mouth, and their names shall be remembered no more at all.

  [20] καὶ διαθήσομαι αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διαθήκην μετὰ τῶν θηρίων τοῦ ἀγροῦ καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ μετὰ τῶν ἑρπετῶν τῆς γῆς· καὶ τόξον καὶ ῥομφαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς καὶ κατοικιῶ σε ἐπ’ ἐλπίδι.

  [18] And I will make for them in that day a covenant with the wild beasts of the field, and with the birds of the sky, and with the reptiles of the earth: and I will break the bow and the sword and the battle from off the earth, and will cause thee to dwell safely.

  [21] καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοῖς

  [19] And I will betroth thee to myself for ever; yea, I will betroth thee to myself in righteousness, and in judgment, and in mercy, and in tender compassions;

  [22] καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν κύριον.

  [20] and I will betroth thee to myself in faithfulness: and thou shalt know the Lord.

  [23] καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ ὁ οὐρανὸς ἐπακούσεται τῇ γῇ,

  [21] And it shall come to pass in that day, saith the Lord, I will hearken to the heaven, and it shall hearken to the earth;

  [24] καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται τῷ Ιεζραελ.

  [22] and the earth shall hearken to the corn, and the wine, and the oil; and they shall hearken to Jezrael.

  [25] καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς καὶ ἐλεήσω τὴν Οὐκ – ἠλεημένην καὶ ἐρῶ τῷ Οὐ – λαῷ – μου Λαός μου εἶ σύ, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ θεός μου εἶ σύ.

  [23] And I will sow her to me on the earth; and will love her that was not loved, and will say to that which was not my people, Thou art my people; and they shall say, Thou art the Lord my God.

  CHAPTER 3

  [1] Καὶ εἶπεν κύριος πρός με Ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν, καθὼς ἀγαπᾷ ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσιν πέμματα μετὰ σταφίδων

  [1] And the Lord said to me, Go yet, and love a woman that loves evil things, an adulteress, even as the Lord loves the children of Israel, and they have respect to strange gods, and love cakes of dried grapes.

  [2] καὶ ἐμισθωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου καὶ γομορ κριθῶν καὶ νεβελ οἴνου

  [2] So I hired her to myself for fifteen pieces of silver, and a homer of barley, and a flagon of wine.

  [3] καὶ εἶπα πρὸς αὐτήν Ἡμέρας πολλὰς καθήσῃ ἐπ’ ἐμοὶ καὶ οὐ μὴ πορνεύσῃς οὐδὲ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ, καὶ ἐγὼ ἐπὶ σοί.

  [3] And I said unto her, Thou shalt wait for me many days; and thou shalt not commit fornication, neither shalt thou be for another man; and I will be for thee.

  [4] διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ισραηλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων.

  [4] For the children of Israel shall abide many days without a king, and without a prince, and without a sacrifice, and without an altar, and without a priesthood, and without manifestations.

  [5] καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐπιζητήσουσιν κύριον τὸν θεὸν αὐτῶν καὶ Δαυιδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν.

  [5] And afterward shall the children of Israel return, and shall seek the Lord their God, and David their king; and shall be amazed at the Lord and at his goodness in the latter days.

  CHAPTER 4

  [1] Ἀκούσατε λόγον κυρίου, υἱοὶ Ισραηλ, διότι κρίσις τῷ κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς·

  [1] Hear the word of the Lord, ye children of Israel: for the Lord has a controversy with the inhabitants of the land, because there is no truth, nor mercy, nor knowledge of God in the land.

  [2] ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ �
�ἵματα ἐφ’ αἵμασιν μίσγουσιν.

  [2] Cursing, and lying, and murder, and theft, and adultery abound in the land, and they mingle blood with blood.

  [3] διὰ τοῦτο πενθήσει ἡ γῆ καὶ σμικρυνθήσεται σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν, σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν,

  [3] Therefore shall the land mourn, and shall be diminished with all that dwell in it, with the wild beasts of the field, and the reptiles of the earth, and with the birds of the sky, and the fish of the sea shall fail:

  [4] ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχῃ μηδείς· ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς.

  [4] that neither any one may plead, nor any one reprove another; but my people are as a priest spoken against.

  [5] καὶ ἀσθενήσεις ἡμέρας, καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σοῦ· νυκτὶ ὡμοίωσα τὴν μητέρα σου.

  [5] Therefore they shall fall by day, and the prophet with thee shall fall: I have compared thy mother unto night.

  [6] ὡμοιώθη ὁ λαός μου ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαι σὲ τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμον θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου.

  [6] My people are like as if they had no knowledge: because thou hast rejected knowledge, I will also reject thee, that thou shalt not minister as priest to me: and as thou has forgotten the law of thy God, I also will forget thy children.

 

‹ Prev