Book Read Free

Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86)

Page 99

by Epictetus


  [10] διὰ τοῦτο ἀφρόνως ἐποίησε Μάξιμος, εἰ δι᾽ ἄλλο τι ἔπλευσεν ἢ διὰ τὴν σάρκα, τοῦτ᾽ ἔστι διὰ τὸ κράτιστον. [11] ἀφρόνως δὲ ποιεῖ καὶ εἰ ἀπέχεται τῶν ἀλλοτρίων δικαστὴς ὢν καὶ δυνάμενος λαμβάνειν. ἀλλ᾽ ἄν σοι δόξῃ, ἐκεῖνο μόνον σκεπτώμεθα, ἵνα κεκρυμμένως, ἵν᾽ ἀσφαλῶς, ἵνα μή τις γνῷ. [12] τὸ γὰρ κλέψαι οὐδ᾽ αὐτὸς Ἐπίκουρος ἀποφαίνει κακόν, ἀλλὰ τὸ ἐμπεσεῖν: καὶ ὅτι πίστιν περὶ τοῦ λαθεῖν λαβεῖν ἀδύνατον, διὰ τοῦτο λέγει [13] ‘μὴ κλέπτετε.’ ἀλλ᾽ ‘ἐγώ σοι λέγω, ὅτι ἐὰν κομψῶς καὶ περιεσταλμένως γίνηται, λησόμεθα:’ εἶτα καὶ ‘φίλους ἐν τῇ Ῥώμῃ ἔχομεν δυνατοὺς καὶ φίλιας’ καὶ ‘οἱ Ἕλληνες ἀδρανεῖς εἰσιν: οὐδεὶς τολμήσει ἀναβῆναι τούτου ἕνεκα.’ [14] τί ἀπέχῃ τοῦ ἰδίου ἀγαθοῦ; ἄφρον ἐστὶ τοῦτο, ἠλίθιόν ἐστιν. ἀλλ᾽ οὐδ᾽ ἂν λέγῃς μοι, ὅτι ἀπέχῃ, πιστεύσω σοι. [15] ὡς γὰρ ἀδύνατόν ἐστι τῷ ψευδεῖ φαινομένῳ συγκαταθέσθαι καὶ ἀπὸ τοῦ ἀληθοῦς ἀπονεῦσαι, οὕτως ἀδύνατόν ἐστι τοῦ φαινομένου ἀγαθοῦ ἀποστῆναι. ὁ πλοῦτος δ᾽ ἀγαθὸν καὶ οἱονανεὶ τὸ ποιητικώτατόν γε τῶν ἡδονῶν. [16] διὰ τί μὴ περιποιήσῃ αὐτόν; διὰ τί δὲ μὴ τὴν τοῦ γείτονος γυναῖκα διαφθείρωμεν, ἂν δυνώμεθα λαθεῖν, ἂν δὲ φλυαρῇ ὁ ἀνήρ, καὶ αὐτὸν προσεκτραχηλίσωμεν; [17] εἰ θέλεις εἶναι φιλόσοφος οἷος δεῖ, εἴ γε τέλειος, εἰ ἀκολουθῶν σου τοῖς δόγμασιν: εἰ δὲ μή, οὐδὲν διοίσεις ἡμῶν τῶν λεγομένων Στωικῶν: καὶ αὐτοὶ γὰρ ἄλλα λέγομεν, ἄλλα δὲ ποιοῦμεν. [18] ἡμεῖς λέγομεν τὰ καλά, ποιοῦμεν τὰ αἰσχρά: σὺ τὴν ἐναντίαν διαστροφὴν ἔσῃ διεστραμμένος δογματίζων τὰ αἰσχρά, ποιῶν τὰ καλά.

  τὸν θεόν σοι, ἐπινοεῖς Ἐπικουρείων πόλιν; [19] ‘ἐγὼ οὐ γαμῶ.’ ‘οὐδ᾽ ἐγώ: οὐ γὰρ γαμητέον.’ ἀλλ᾽ οὐδὲ παιδοποιητέον, ἀλλ᾽ οὐδὲ πολιτευτέον. τί οὖν γένηται; πόθεν οἱ πολῖται; τίς αὐτοὺς παιδεύσει; τίς ἐφήβαρχος, τίς γυμνασίαρχος; τί δὲ καὶ παιδεύσει αὐτούς; ἃ Λακεδαιμόνιοι ἐπαιδεύοντο ἢ Ἀθηναῖοι; [20] λάβε μοι νέον, ἄγαγε κατὰ τὰ δόγματά σου. πονηρά ἐστι τὰ δόγματα, ἀνατρεπτικὰ πόλεως, λυμαντικὰ οἴκων, οὐδὲ γυναιξὶ πρέποντα. ἄφες ταῦτ᾽, ἄνθρωπε. [21] ζῇς ἐν ἡγεμονούσῃ πόλει: ἄρχειν σε δεῖ, κρίνειν δικαίως, ἀπέχεσθαι τῶν ἀλλοτρίων, σοὶ καλὴν γυναῖκα φαίνεσθαι μηδεμίαν ἢ τὴν σήν, καλὸν παῖδα μηδένα, καλὸν ἀργύρωμα μηδέν, χρύσωμα μηδέν. τούτοις σύμφωνα δόγματα ζήτησον, [22] ἀφ᾽ ὧν ὁρμώμενος ἡδέως ἀφέξῃ πραγμάτων οὕτως πιθανῶν πρὸς τὸ ἀγαγεῖν καὶ νικῆσαι. [23] ἂν δὲ πρὸς τῇ πιθανότητι τῇ ἐκείνων καὶ φιλοσοφίαν τινά ποτε ταύτην ἐξευρηκότες ὦμεν συνεπωθοῦσαν ἡμᾶς ἐπ᾽ αὐτὰ καὶ ἐπιρρωννύουσαν, τί γένηται; [24] ἐν τορεύματι τί κράτιστόν ἐστιν, ὁ ἄργυρος ἢ ἡ τέχνη; χειρὸς οὐσία μὲν ἡ σάρξ, προηγούμενα δὲ τὰ χειρὸς ἔργα. [25] οὐκοῦν καὶ καθήκοντα τρισσά: τὰ μὲν πρὸς τὸ εἶναι, τὰ δὲ πρὸς τὸ ποιὰ εἶναι, τὰ δ᾽ αὐτὰ τὰ προηγούμενα. οὕτως καὶ ἀνθρώπου οὐ τὴν ὕλην δεῖ τιμᾶν, τὰ σαρκίδια, ἀλλὰ τὰ προηγούμενα. [26] τίνα ἐστὶ ταῦτα; πολιτεύεσθαι, γαμεῖν, παιδοποιεῖσθαι, θεὸν σέβειν, γονέων ἐπιμελεῖσθαι, καθόλου ὀρέγεσθαι, ἐκκλίνειν, ὁρμᾶν, ἀφορμᾶν, ὡς ἕκαστον τούτων δεῖ ποιεῖν, ὡς πεφύκαμεν. πεφύκαμεν δὲ πῶς; [27] ὡς ἐλεύθεροι, ὡς γενναῖοι, ὡς αἰδήμονες. ποῖον γὰρ ἄλλο ζῷον ἐρυθριᾷ, ποῖον αἰσχροῦ φαντασίαν λαμβάνει; [28] τὴν ἡδονὴν δ᾽ ὑπόταξαι τούτοις ὡς διάκονον, ὡς ὑπηρέτιν, ἵνα προθυμίας ἐκκαλέσηται, ἵν᾽ ἐν τοῖς κατὰ φύσιν ἔργοις παρακρατῇ.

  ἀλλ᾽ ἐγὼ πλούσιός εἰμι καὶ οὐδενὸς χρεία μοί ἐστιν. [29] — τί οὖν ἔτι προσποιῇ φιλοσοφεῖν; ἀρκεῖ τὰ χρυσώματα καὶ τὰ ἀργυρώματα: τί σοι χρεία δογμάτων; [30] — ἀλλὰ καὶ κριτής εἰμι τῶν Ἑλλήνων. — οἶδας κρίνειν; τί σε ἐποίησεν εἰδέναι; — Καῖσάρ μοι κωδίκελλον ἔγραψεν. — Γραψάτω σοι, ἵνα κρίνῃς περὶ τῶν μουσικῶν: καὶ τί σοι ὄφελος; [31] ὅμως δὲ πῶς κριτὴς ἐγένου; τὴν τίνος χεῖρα καταφιλήσας, τὴν Συμφόρου ἢ τὴν Νουμηνίου; τίνος πρὸ τοῦ κοιτῶνος κοιμηθείς; τίνι πέμψας δῶρα; εἶτα οὐκ αἰσθάνῃ, ὅτι τοσούτου ἄξιόν ἐστι κριτὴν εἶναι ὅσου Νουμήνιος; — ἀλλὰ δύναμαι ὃν θέλω εἰς φυλακὴν βαλεῖν. [32] — ὡς λίθον. — ἀλλὰ δύναμαι ξυλοκοπῆσαι ὃν θέλω. — ὡς ὄνον. οὐκ ἔστι τοῦτο ἀνθρώπων ἀρχή. [33] ὡς λογικῶν ἡμῶν ἄρξον δεικνὺς ἡμῖν τὰ συμφέροντα καὶ ἀκολουθήσομεν: δείκνυε τὰ ἀσύμφορα καὶ ἀποστραφησόμεθα. [34] ζηλωτὰς ἡμᾶς κατασκεύασον σεαυτοῦ ὡς Σωκράτης ἑαυτοῦ. ἐκεῖνος ἦν ὁ ὡς ἀνθρώπων ἄρχων, ὁ κατεσκευακὼς ὑποτεταχότας αὐτῷ τὴν ὄρεξιν τὴν αὑτῶν, τὴν ἔκκλισιν, τὴν ὁρμήν, τὴν ἀφορμήν. [35] ‘τοῦτο ποίησον, τοῦτο μὴ ποιήσῃς: εἰ δὲ μή, εἰς φυλακήν σε βαλῶ.’ οὐκέτι ὡς λογικῶν ἡ ἀρχὴ γίνεται. [36] ἀλλ᾽ ‘ὡς ὁ Ζεὺς διέταξεν, τοῦτο ποίησον: ἂν δὲ μὴ ποιήσῃς, ζημιωθήσῃ, βλαβήσῃ.’ ποίαν βλάβην; ἄλλην οὐδεμίαν, ἀλλὰ τὸ μὴ ποιῆσαι ἃ δεῖ: ἀπολέσεις τὸν πιστόν, τὸν αἰδήμονα, τὸν κόσμιον. τούτων ἄλλας βλάβας μείζονας μὴ ζήτει.

  πῶς πρὸς τὰς φαντασίας γυμναστέον.

  ὡς πρὸς τὰ ἐρωτήματα τὰ σοφιστικὰ γυμναζόμεθα, οὕτως καὶ πρὸς τὰς φαντασίας καθ᾽ ἡμέραν ἔδει γυμνάζεσθαι: προτείνουσι γὰρ ἡμῖν καὶ αὗται ἐρωτήματα. [2] ὁ υἱὸς ἀπέθανε τοῦ δεῖνος. ἀπόκριναι ‘ἀπροαίρετον
, οὐ κακόν.’ ὁ πατὴρ τὸν δεῖνα ἀποκληρονόμον ἀπέλειπεν. τί σοι δοκεῖ; ‘ἀπροαίρετον, οὐ κακόν.’ Καῖσαρ αὐτὸν κατέκρινεν. [3] ‘ἀπροαίρετον, οὐ κακόν.’ ἐλυπήθη ἐπὶ τούτοις. ‘προαιρετικόν, κακόν.’ γενναίως ὑπέμεινεν. ‘προαιρετικόν, ἀγαθόν.’ [4] κἂν οὕτως ἐθιζώμεθα, προκόψομεν: οὐδέποτε γὰρ ἄλλῳ συγκαταθησόμεθα ἢ οὗ φαντασία καταληπτικὴ γίνεται. [5] ὁ υἱὸς ἀπέθανε. τί ἐγένετο; ὁ υἱὸς ἀπέθανεν. ἄλλο οὐδέν; οὐδεέν. τὸ πλοῖον ἀπώλετο. τί ἐγένετο; τὸ πλοῖον ἀπώλετο. εἰς φυλακὴν ἀπήχθη. τί γέγονεν; εἰς φυλακὴν ἀπήχθη. τὸ δ᾽ ὅτι ‘κακῶς πέπραχεν’ [6] ἐξ αὑτοῦ ἕκαστος προστίθησιν. ‘ἀλλ᾽ οὐκ ὀρθῶς ταῦτα ὁ Ζεὺς ποιεῖ.’ διὰ τί; ὅτι σε ὑπομενητικὸν ἐποίησεν, ὅτι μεγαλόψυχον, ὅτι ἀφεῖλεν αὐτῶν τὸ εἶναι κακά, ὅτι ἔξεστίν σοι πάσχοντι ταῦτα εὐδαιμονεῖν, ὅτι σοι τὴν θύραν ἤνοιξεν, ὅταν σοι μὴ ποιῇ; ἄνθρωπε, ἔξελθε καὶ μὴ ἐγκάλει. [7]

  πῶς ἔχουσι Ῥωμαῖοι πρὸς φιλοσόφους ἂν θέλῃς γνῶναι, ἄκουσον. Ἰταλικὸς ὁ μάλιστα δοκῶν αὐτῶν φιλόσοφος εἶναι παρόντος ποτέ μου χαλεπήνας τοῖς ἰδίοις, ὡς ἀνήκεστα πάσχων, ‘οὐ δύναμαι,’ ἔφη, ‘φέρειν: ἀπόλλυτέ με, ποιήσετέ με τοιοῦτον γενέσθαι,’ δείξας ἐμέ.

  πρός τινα ῥήτορα ἀνιόντα εἰς Ῥώμην ἐπὶ δίκῃ.

  εἰσελθόντος δέ τινος πρὸς αὐτόν, ὃς εἰς Ῥώμην ἀνῄει δίκην ἔχων περὶ τιμῆς τῆς αὑτοῦ, πυθόμενος τὴν αἰτίαν, δι᾽ ἣν ἄνεισιν, ἐπερωτήσαντος ἐκείνου, τίνα γνώμην ἔχει περὶ τοῦ πράγματος, [2] εἴ μου πυνθάνῃ, τί πράξεις ἐν Ῥώμῃ, φησίν, πότερον κατορθώσεις ἢ ἀποτεύξῃ, θεώρημα πρὸς τοῦτο οὐκ ἔχω: εἰ δὲ πυνθάνῃ, πῶς πράξεις, τοῦτο εἰπεῖν, ὅτι, εἰ μὲν ὀρθὰ δόγματα ἔχεις, καλῶς, εἰ δὲ φαῦλα, κακῶς. παντὶ γὰρ αἴτιον τοῦ πράσσειν τι δόγμα. [3] τί γάρ ἐστιν, ὃ ἐπεθύμησας προστάτης χειροτονηθῆναι Κνωσίων; τὸ δόγμα. τί ἐστιν, δι᾽ ὃ νῦν εἰς Ῥώμην ἀνέρχῃ; τὸ δόγμα. καὶ μετὰ χειμῶνος καὶ κινδύνου καὶ ἀναλωμάτων; — ἀνάγκη γάρ ἐστιν. — τίς σοι λέγει τοῦτο; [4] τὸ δόγμα. οὐκοῦν εἰ πάντων αἴτια τὰ δόγματα, φαῦλα δέ τις ἔχει δόγματα, οἷον ἂν ᾖ τὸ αἴτιον, τοιοῦτον καὶ τὸ ἀποτελούμενον. [5] ἆρ᾽ οὖν πάντες ἔχομεν ὑγιῆ δόγματα καὶ σὺ καὶ ὁ ἀντίδικός σου; καὶ πῶς διαφέρεσθε; ἀλλὰ σὺ μᾶλλον ἢ ἐκεῖνος; διὰ τί; δοκεῖ σοι. κἀκείνῳ καὶ τοῖς μαινομένοις. τοῦτο πονηρὸν κριτήριον. ἀλλὰ δεῖξόν μοι, [6] ὅτι ἐπίσκεψίν τινα καὶ ἐπιμέλειαν πεποίησαι τῶν σαυτοῦ δογμάτων. καὶ ὡς νῦν εἰς Ῥώμην πλεῖς ἐπὶ τῷ προστάτης εἶναι Κνωσίων καὶ οὐκ ἐξαρκεῖ σοι μένειν ἐν οἴκῳ τὰς τιμὰς ἔχοντι ἃς εἶχες, ἀλλὰ μείζονός τινος ἐπιθυμεῖς καὶ ἐπιφανεστέρου, πότε οὕτως ἔπλευσας ὑπὲρ τοῦ τὰ δόγματα ἐπισκέψασθαι τὰ σαυτοῦ καὶ εἴ τι φαῦλον ἔχεις, ἐκβαλεῖν; [7] τίνι προσελήλυθας τούτου ἕνεκα; ποῖον χρόνον ἐπέταξας σαυτῷ, ποίαν ἡλικίαν; ἔπελθέ σου τοὺς χρόνους, εἰ ἐμὲ αἰσχύνῃ, αὐτὸς πρὸς σαυτόν. [8] ὅτε παῖς ἦς, ἐξήταζες τὰ σαυτοῦ δόγματα; οὐχὶ δ᾽ ὡς πάντα ποιεῖς, ἐποίεις ἃ ἐποίεις; ὅτε δὲ μειράκιον ἤδη καὶ τῶν ῥητόρων ἤκουες καὶ αὐτὸς ἐμελέτας, τί σοι λείπειν ἐφαντάζου; [9] ὅτε δὲ νεανίσκος καὶ ἤδη ἐπολιτεύου καὶ δίκας αὐτὸς ἔλεγες καὶ εὐδοκίμεις, τίς σοι ἔτι ἴσος ἐφαίνετο; ποῦ δ᾽ ἂν ἠνέσχου ὑπό τινος ἐξεταζόμενος, ὅτι πονηρὰ ἔχεις δόγματα; [10] τί οὖν σοι θέλεις εἴπω; — βοήθησόν μοι εἰς τὸ πρᾶγμα. — οὐκ ἔχω πρὸς τοῦτο θεωρήματα: οὐδὲ σύ, εἰ τούτου ἕνεκα ἐλήλυθας πρὸς ἐμέ, ὡς πρὸς φιλόσοφον ἐλήλυθας, ἀλλ᾽ ὡς πρὸς λαχανοπώλην, ἀλλ᾽ ὡς πρὸς σκυτέα. [11] — πρὸς τί οὖν ἔχουσιν οἱ φιλόσοφοι θεωρήματα; — πρὸς τοῦτο, ὅ τι ἂν ἀποβῇ, τὸ ἡγεμονικὸν ἡμῶν κατὰ φύσιν ἔχειν καὶ διεξάγειν. μικρόν σοι δοκεῖ τοῦτο; — οὔ: ἀλλὰ τὸ μέγιστον. — τί οὖν; ὀλίγου χρόνου χρείαν ἔχει καὶ ἔστι παρερχόμενον αὐτὸ λαβεῖν; εἰ δύνασαι, λάμβανε.

  εἶτ᾽ ἐρεῖς [12] ‘συνέβαλλον Ἐπικτήτῳ ὡς λίθῳ, ὡς ἀνδριάντι.’ εἶδες γάρ με καὶ πλέον οὐδέν. ἀνθρώπῳ δ᾽ ὡς ἀνθρώπῳ συμβάλλει ὁ τὰ δόγματα αὐτοῦ καταμανθάνων καὶ ἐν τῷ μέρει τὰ ἴδια δεικνύων. [13] κατάμαθέ μου τὰ δόγματα, δεῖξόν μοι τὰ σὰ καὶ οὕτως λέγε συμβεβληκέναι μοι. ἐλέγξωμεν ἀλλήλους: εἴ τι ἔχω κακὸν δόγμα, ἄφελε αὐτό: εἴ τι ἔχεις, θὲς εἰς τὸ μέσον. τοῦτό ἐστι φιλοσόφῳ συμβάλλειν. [14] οὔ: ἀλλὰ ‘πάροδός ἐστι καὶ ἕως τὸ πλοῖον μισθούμεθα, δυνάμεθα καὶ Ἐπίκτητον ἰδεῖν: ἴδωμεν, τί ποτε λέγει.’ εἶτ᾽ ἐξελθὼν ‘οὐδὲν ἦν ὁ Ἐπίκτητος, ἐσολοίκιζεν, ἐβαρβάριζεν.’ τίνος γὰρ ἄλλου κριταὶ εἰσέρχεσθε; [15] ‘ἀλλ᾽ ἂν πρὸς τούτοις,’ φησίν, ‘ὦ, ἀγρὸν οὐχ ἕξω ὡς οὐδὲ σύ, ποτήρια ἀργυρᾶ οὐχ ἕξω ὡς οὐδὲ σύ, κτήνη καλὰ ὡς οὐδὲ σύ.’ [16] πρὸς ταῦτα ἴσως ἀρκεῖ ἐκεῖνο εἰπεῖν ὅτι ‘ἀλλὰ χρείαν αὐτῶν οὐκ ἔχω: σὺ δ᾽ ἂν πολλὰ κτήσῃ, ἄλλων χρείαν ἔχεις, θέλεις οὐ θέλεις, πτωχότερός μου.’ [17] — τίνος οὖν ἔχω χρείαν; — τοῦ σοὶ μὴ παρόντος: τοῦ εὐσταθεῖν, τοῦ κατὰ φύσιν ἔχειν τὴν διάνοιαν, τοῦ μὴ ταράττεσθαι. [18] πάτρων, οὐ πάτρων, τί μοι μέλει; σοὶ μέλει. πλουσιώτερός σου εἰμί: οὐκ ἀγωνιῶ, τί φρονήσει περὶ ἐμοῦ ὁ Καῖσαρ: οὐδένα κολακεύω τούτου ἕνεκα. ταῦτα ἔχω ἀντὶ τῶν ἀργυρωμάτων, ἀντὶ τῶν χρυσωμάτων. σὺ χρυσᾶ σκεύη, ὀστράκινον τὸν λόγον, τὰ δόγματα, τὰ�
� συγκαταθέσεις, τὰς ὁρμάς, τὰς ὀρέξεις. [19] ὅταν δὲ ταῦτα ἔχω κατὰ φύσιν, διὰ τί μὴ φιλοτεχνήσω καὶ περὶ τὸν λόγον; εὐσχολῶ γάρ: οὐ περισπᾶταί μου ἡ διάνοια. τί ποιήσω μὴ περισπώμενος; τούτου τί ἀνθρωπικώτερον ἔχω; [20] ὑμεῖς ὅταν μηδὲν ἔχητε, ταράσσεσθε, εἰς θέατρον εἰσέρχεσθε ἢ ἀναλύετε: διὰ τί ὁ φιλόσοφος μὴ ἐξεργάσηται τὸν αὑτοῦ λόγον; [21] σὺ κρυστάλλινα, ἐγὼ τὰ τοῦ Ψευδομένου: σὺ μούρρινα, ἐγὼ τὰ τοῦ Ἀποφάσκοντος. σοὶ πάντα μικρὰ φαίνεται ἃ ἔχεις, ἐμοὶ τὰ ἐμὰ πάντα μεγάλα. ἀπλήρωτός σου ἐστὶν ἡ ἐπιθυμία, ἡ ἐμὴ πεπλήρωται. [22] τοῖς παιδίοις εἰς στενόβρογχον κεράμιον καθιεῖσιν τὴν χεῖρα καὶ ἐκφέρουσιν ἰσχαδοκάρυα τοῦτο συμβαίνει: ἂν πληρώσῃ τὴν χεῖρα, ἐξενεγκεῖν οὐ δύναται, εἶτα κλάει. ἄφες ὀλίγα ἐξ αὐτῶν καὶ ἐξοίσεις. καὶ σὺ ἄφες τὴν ὄρεξιν: μὴ πολλῶν ἐπιθύμει καὶ οἴσεις.

 

‹ Prev