Book Read Free

Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86)

Page 107

by Epictetus


  ἐν Ἀθήναις δ᾽ οὐδένα ἑώρας εἰς οἶκον αὐτοῦ φοιτῶν; — ὃν ἐβουλόμην. — καὶ ἐνθάδε τοῦτον θέλε ὁρᾶν καὶ ὃν βούλει ὄψει: μόνον μὴ ταπεινῶς, μὴ μετ᾽ ὀρέξεως ἢ ἐκκλίσεως καὶ ἔσται τὰ σὰ καλῶς. [55] τοῦτο δ᾽ οὐκ ἐν τῷ ἐλθεῖν ἐστιν οὐδ᾽ ἐν τῷ ἐπὶ θύραις στῆναι, ἀλλ᾽ ἔνδον ἐν τοῖς δόγμασιν. [56] ὅταν τὰ ἐκτὸς καὶ ἀπροαίρετα ἠτιμακὼς ᾖς καὶ μηδὲν αὐτῶν σὸν ἡγημένος, μόνα δ᾽ ἐκεῖνα σά, τὸ κρῖναι καλῶς, τὸ ὑπολαβεῖν, τὸ ὁρμῆσαι, τὸ ὀρεχθῆναι, τὸ ἐκκλῖναι, ποῦ ἔτι κολακείας τόπος, ποῦ ταπεινοφροσύνης; τί ἔτι ποθεῖς τὴν ἡσυχίαν τὴν ἐκεῖ, τί τοὺς συνήθεις τόπους; [57] ἔκδεξαι βραχὺ καὶ τούτους πάλιν ἕξεις συνήθεις. εἶτα ἂν οὕτως ἀγεννῶς ἔχῃς, πάλιν καὶ τούτων ἀπαλλαττόμενος κλαῖε καὶ στένε.

  πῶς οὖν γένωμαι φιλόστοργος; [58] — ὡς γενναῖος, ὡς εὐτυχής: οὐδέποτε γὰρ αἱρεῖ ὁ λόγος ταπεινὸν εἶναι οὐδὲ κατακλᾶσθαι οὐδ᾽ ἐξ ἄλλου κρέμασθαι οὐδὲ μέμψασθαί ποτε θεὸν ἢ ἄνθρωπον. [59] οὕτως μοι γίνου φιλόστοργος ὡς ταῦτα τηρήσων: εἰ δὲ διὰ τὴν φιλοστοργίαν ταύτην, τἥντινά ποτε καὶ καλεῖς φιλοστοργίαν, δοῦλος μέλλεις εἶναι καὶ ἄθλιος, οὐ λυσιτελεῖ φιλόστοργον εἶναι. [60] καὶ τί κωλύει φιλεῖν τινα ὡς θνητόν, ὡς ἀποδημητικόν; ἢ Σωκράτης οὐκ ἐφίλει τοὺς παῖδας τοὺς ἑαυτοῦ; ἀλλ᾽ ὡς ἐλεύθερος, ὡς μεμνημένος, ὅτι πρῶτον δεῖ θεοῖς εἶναι φίλον. [61] διὰ τοῦτο οὐδὲν παρέβη τῶν πρεπόντων ἀνδρὶ ἀγαθῷ οὔτ᾽ ἀπολογούμενος οὐθ᾽ ὑποτιμώμενος οὔτ᾽ ἔτι πρόσθεν βουλεύων ἢ στρατευόμενος. [62] ἡμεῖς δὲ πάσης προφάσεως πρὸς τὸ ἀγγεννεῖς εἶναι εὐποροῦμεν, οἱ μὲν διὰ παῖδα, οἱ δὲ διὰ μητέρα, ἄλλοι δὲ δι᾽ ἀδελφούς. [63] δι᾽ οὐδένα δὲ προσήκει δυστυχεῖν, ἀλλὰ εὐτυχεῖν διὰ πάντας, μάλιστα δὲ διὰ τὸν θεὸν τὸν ἐπὶ τοῦτο ἡμᾶς κατασκευάσαντα. [64] ἄγε, Διογένης δ᾽ οὐκ ἐφίλει οὐδένα, ὃς οὕτως ἥμερος ἦν καὶ φιλάνθρωπος, ὥστε ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων τοσούτους πόνους καὶ ταλαιπωρίας τοῦ σώματος ἄσμενος ἀναδέχεσθαι; [65] ἀλλ᾽ ἐφίλει πῶς; ὡς τοῦ Διὸς διάκονον ἔδει, ἅμα μὲν κηδόμενος, ἅμα δ᾽ ὡς τῷ θεῷ ὑποτεταγμένος. διὰ τοῦτο πᾶσα γῆ πατρὶς ἦν ἐκείνῳ μόνῳ, [66] ἐξαίρετος δ᾽ οὐδεμία: καὶ ἁλοὺς οὐκ ἐπόθει τὰς Ἀθήνας οὐδὲ τοὺς ἐκεῖ συνήθεις καὶ φίλους, ἀλλ᾽ αὐτοῖς τοῖς πειραταῖς συνήθης ἐγίνετο καὶ ἐπανορθοῦν ἐπειρᾶτο. καὶ πραθεὶς ὕστερον ἐν Κορίνθῳ διῆγεν οὕτως ὡς πρόσθεν ἐν Ἀθήναις καὶ εἰς Περραιβοὺς δ᾽ ἂν ἀπελθὼν ὡσαύτως εἶχεν. [67] οὕτως ἐλευθερία γίνεται. διὰ τοῦτο ἔλεγεν ὅτι ‘ἐξ οὗ μ᾽ Ἀντισθένης ἠλευθέρωσεν, οὐκέτι ἐδούλευσα.’ [68] πῶς ἠλευθέρωσεν; ἄκουε, τί λέγει: ‘ἐδίδαξέν με τὰ ἐμὰ καὶ τὰ οὐκ ἐμά. κτῆσις οὐκ ἐμή: συγγενεῖς, οἰκεῖοι, φίλοι, φήμη, συνήθεις τόποι, διατριβή, πάντα ταῦτα ὅτι ἀλλότρια. [69] ‘σὸν οὖν τί; χρῆσις φαντασιῶν.’ ταύτην ἔδειξέν μοι ὅτι ἀκώλυτον ἔχω, ἀνανάγκαστον: οὐδεὶς ἐμποδίσαι δύναται, οὐδεὶς βιάσασθαι ἄλλως χρήσασθαι ἢ ὡς θέλω. [70] τίς οὖν ἔτι ἔχει μου ἐξουσίαν; Φίλιππος ἢ Ἀλέξανδρος ἢ Περδίκκας ἢ ὁ μέγας βασιλεύς; πόθεν αὐτοῖς; τὸν γὰρ ὑπ᾽ ἀνθρώπου μέλλοντα ἡττᾶσθαι πολὺ πρότερον ὑπὸ τῶν πραγμάτων δεῖ ἡττᾶσθαι.’ [71] οὗτινος οὖν οὐχ ἡδονὴ κρείττων ἐστίν, οὐ πόνος, οὐ δόξα, οὐ πλοῦτος, δύναται δ᾽, ὅταν αὐτῷ δόξῃ, τὸ σωμάτιον ὅλον προσπτύσας τινὶ ἀπελθεῖν, τίνος ἔτι οὗτος δοῦλός ἐστιν, τίνι ὑποτέτακται; [72] εἰ δ᾽ ἡδέως ἐν Ἀθήναις διῆγεν καὶ ἥττητο ταύτης τῆς διατριβῆς, ἐπὶ παντὶ ἂν ἦν τὰ ἐκείνου πράγματα, ὁ ἰσχυρότερος κύριος ἂν ἦν λυπῆσαι αὐτόν. [73] πῶς ἂν δοκεῖς τοὺς πειρατὰς ἐκολάκευεν, ἵν᾽ αὐτὸν Ἀθηναίων τινὶ πωλήσωσιν, ἵν᾽ ἴδῃ ποτὲ τὸν Πειραιᾶ τὸν καλὸν καὶ τὰ μακρὰ τείχη καὶ τὴν ἀκρόπολιν; [74] τίς ὢν εἴδῃς, ἀνδράποδον; [75] δοῦλος καὶ ταπεινός: καὶ τί σοι ὄφελος; — οὔ: ἀλλ᾽ ἐλεύθερος. — δεῖξον, πῶς ἐλεύθερος. ἰδοὺ ἐπείληπταί σου τίς ποτε οὗτος ὁ ἐξάγων σε ἀπὸ τῆς συνήθους σοι διατριβῆς καὶ λέγει ‘δοῦλος ἐμὸς εἶ: ἐπ᾽ ἐμοὶ γάρ ἐστι κωλῦσαί σε διάγειν ὡς θέλεις, ἐπ᾽ ἐμοὶ τὸ ἀνεῖναί σε, τὸ ταπεινοῦν: ὅταν θέλω, πάλιν εὐφραίνῃ καὶ μετέωρος πορεύῃ εἰς Ἀθήνας.’ [76] τί λέγεις πρὸς τοῦτον τὸν δουλαγωγοῦντά σε; ποῖον αὐτῷ καρπιστὴν δίδως; ἢ οὐδ᾽ ὅλως ἀντιβλέπεις, ἀλλ᾽ ἀφεὶς τοὺς πολλοὺς λόγους ἱκετεύεις, ἵνα ἀφεθῇς; [77] ἄνθρωπε, εἰς φυλακήν σε δεῖ χαίροντα ἀπιέναι, σπεύδοντα, φθάνοντα τοὺς ἀπάγοντας. εἶτά μοι σὺ μὲν ἐν Ῥώμῃ διάγειν ὀκνεῖς, τὴν Ἑλλάδα ποθεῖς; ὅταν δ᾽ ἀποθνῄσκειν δέῃ, καὶ τότε μέλλεις ἡμῶν κατακλαίειν, ὅτι τὰς Ἀθήνας οὐ μέλλεις βλέπειν καὶ ἐν Λυκείῳ οὐ περιπατήσεις; [78] ἐπὶ τοῦτο ἀπεδήμησας; τούτου ἕνεκα ἐζήτησάς τινι συμβαλεῖν, ἵν᾽ ὠφεληθῇς ὑπ᾽ αὐτοῦ; ποίαν ὠφέλειαν; συλλογισμοὺς ἵν᾽ ἀναλύσῃς ἑκτικώτερον ἢ ἐφοδεύσης ὑποθετικούς; καὶ διὰ ταύτην τὴν αἰτίαν ἀδελφὸν ἀπέλιπες, πατρίδα, φίλους, οἰκείους, ἵνα ταῦτα μαθὼν ἐπανέλθῃς; ὥστ᾽ οὐχ ὑπὲρ εὐσταθείας ἀπεδήμεις, [79] οὐχ ὑπὲρ ἀταραξίας, οὐχ ἵν᾽ ἀβλαβὴς γενόμενος μηκέτι μηδένα μέμφῃ, μηδενὶ ἐγκαλῇς, μηδείς σε ἀδικῇ καὶ οὕτως τὰς σχέσεις ἀποσῴζῃς ἀπαραποδίστως; [80] καλὴν ἐστείλω ταύτην τὴν ἐμπορίαν, συλλογισμοὺς καὶ με�
�απίπτοντας καὶ ὑποθετικούς: κἄν σοι φανῇ, ἐν τῇ ἀγορᾷ καθίσας πρόγραψον ὡς οἱ φαρμακοπῶλαι. [81] οὐκ ἀρνήσῃ καὶ ὅσα ἔμαθες εἰδέναι, ἵνα μὴ διαβάλῃς τὰ θεωρήματα ὡς ἄχρηστα; τί σοι κακὸν ἐποίησεν φιλοσοφία; τί σε ἠδίκησε Χρύσιππος, ἵν᾽ αὐτοῦ τοὺς πόνους ἔργῳ αὐτὸς ἀχρήστους ἐξελέγχῃς; οὐκ ἤρκει σοι τὰ ἐκεῖ κακά, ὅσα εἶχες αἴτια τοῦ λυπεῖσθαι καὶ πενθεῖν, εἰ καὶ μὴ ἀπεδήμησας, ἀλλὰ πλείω προσέλαβες; [82] κἂν ἄλλους πάλιν ἔχῃς συνήθεις καὶ φίλους, ἕξεις πλείονα τοῦ οἰμώζειν αἴτια, κἂν πρὸς ἄλλην χώραν προσπαθῇς. τί οὖν ζῇς; ἵνα λύπας ἄλλας ἐπ᾽ ἄλλαις περιβάλῃ, δι᾽ ἃς ἀτυχεῖς; [83] εἶτά μοι καλεῖς τοῦτο φιλοστοργίαν; ποίαν, ἄνθρωπε, φιλοστοργίαν; εἰ ἀγαθόν ἐστιν, οὐδενὸς κακοῦ αἴτιον γίνεται: εἰ κακόν ἐστιν, οὐδέν μοι καὶ αὐτῇ ἐγὼ πρὸς τὰ ἀγαθὰ τὰ ἐμαυτοῦ πέφυκα, πρὸς κακὰ οὐ πέφυκα.

  [84] τίς οὖν ἡ πρὸς τοῦτο ἄσκησις; πρῶτον μὲν ἡ ἀνωτάτω καὶ κυριωτάτη καὶ εὐθὺς ὥσπερ ἐν πύλαις, ὅταν τινὶ προσπάσχῃς, οὐδενὶ τῶν ἀναφαιρέτων, ἀλλά τινι τοιούτῳ γένει, οἷόν ἐστι χύτρα, οἷον ὑάλινον ποτήριον, ἵν᾽ ὅταν καταγῇ, μεμνημένος μὴν μὴ ταραχθῇς. [85] οὕτως καὶ ἐνθάδ᾽, ἐὰν παιδίον σαυτοῦ καταφιλῇς, ἐὰν ἀδελφόν, ἐὰν φίλον, μηδέποτε ἐπιδῷς τὴν φαντασίαν εἰς ἅπαν μηδὲ τὴν διάχυσιν ἐάσῃς προελθεῖν ἐφ᾽ ὅσον αὐτὴ θέλει, ἀλλ᾽ ἀντίσπασον, κώλυσον, οἷον οἱ τοῖς θριαμβεύουσιν ἐφεστῶτες ὄπισθεν καὶ ὑπομιμνῄσκοντες, ὅτι ἄνθρωποί εἰσιν. [86] τοιοῦτόν τι καὶ σὺ ὑπομίμνῃσκε σεαυτόν, ὅτι θνητὸν φιλεῖς, οὐδὲν τῶν σεαυτοῦ φιλεῖς: ἐπὶ τοῦ παρόντος σοι δέδοται, οὐκ ἀναφαίρετον οὐδ᾽ εἰς ἅπαν, ἀλλ᾽ ὡς σῦκον, ὡς σταφυλή, τῇ τεταγμένῃ ὥρᾳ τοῦ ἔτους: ἂν δὲ χειμῶνος ἐπιποθῇς, μωρὸς εἶ. οὕτως κἂν τὸν υἱὸν ἢ τὸν φίλον τότε ποθῇς, [87] ὅτε οὐ δέδοταί σοι, ἴσθι, ὅτι χειμῶνος σῦκον ἐπιποθεῖς. οἷον γάρ ἐστι χειμὼν πρὸς σῦκον, τοιοῦτόν ἐστι πᾶσα ἡ ἀπὸ τῶν ὅλων περίστασις πρὸς τὰ κατ᾽ αὐτὴν ἀναιρούμενα. καὶ λοιπὸν ἐν αὐτοῖς οἷς χαίρεις τινί, [88] τὰς ἐναντίας φαντασίας σαυτῷ πρόσβαλε. τί κακόν ἐστι μεταξὺ καταφιλοῦντα τὸ παιδίον ἐπιψελλίζοντα λέγειν ‘αὔριον ἀποθανῇ,’ τῷ φίλῳ ὡσαύτως ‘αὔριον ἀποδημήσεις ἢ σὺ ἢ ἐγὼ καὶ οὐκέτι ὀψόμεθα ἀλλήλους;’ [89] — ἀλλὰ δύσφημά ἐστι ταῦτα. — καὶ γὰρ τῶν ἐπαοιδῶν ἔνιαι, ἀλλ᾽ ὅτι ὠφελοῦσιν, οὐκ ἐπιστρέφομαι, μόνον ὠφελείτω. σὺ δὲ δύσφημα καλεῖς ἄλλα ἢ τὰ κακοῦ τινος σημαντικά; δύσφημόν ἐστι δειλία, [90] δύσφημον ἀγέννεια, πένθος, λύπη, ἀναισχυντία: ταῦτα τὰ ὀνόματα δύσφημά ἐστιν. καίτοι γε οὐδὲ ταῦτα ὀκνεῖν δεῖ φθέγγεσθαι ὑπὲρ φυλακῆς τῶν πραγμάτων. [91] δύσφημον δέ μοι λέγεις ὄνομα φυσικοῦ τινὸς πράγματος σημαντικόν; λέγε δύσφημον εἶναι καὶ τὸ θερισθῆναι τοὺς στάχυας: ἀπώλειαν γὰρ σημαίνει τῶν σταχύων: ἀλλ᾽ οὐχὶ τοῦ κόσμου. λέγε δύσφημον καὶ τὸ φυλλορροεῖν καὶ τὸ ἰσχάδα γίνεσθαι ἀντὶ σύκου καὶ ἀσταφίδας ἐκ σταφυλῆς. [92] πάντα γὰρ ταῦτα τῶν προτέρων εἰσὶν εἰς ἕτερα μεταβολαί: οὐκ ἀπώλεια, ἀλλὰ τεταγμένη τις οἰκονομία καὶ διοίκησις. τοῦτ᾽ ἔστιν ἀποδημία, καὶ μεταβολὴ μικρά: [93] τοῦτο θάνατος, μεταβολὴ μείζων ἐκ τοῦ νῦν ὄντος οὐκ εἰς τὸ μὴ ὄν, ἀλλ᾽ εἰς τὸ νῦν μὴ ὄν. [94] — οὐκέτι οὖν ἔσομαι; — οὐκ ἔσει: ἀλλ᾽ ἄλλο τι, οὗ νῦν ὁ κόσμος χρείαν ἔχει. καὶ γὰρ σὺ ἐγένου οὐχ ὅτε σὺ ἠθέλησας, ἀλλ᾽ ὅτε ὁ κόσμος χρείαν ἔσχεν.

  [95] διὰ τοῦτο ὁ καλὸς καὶ ἀγαθὸς μεμνημένος, τίς τ᾽ ἐστὶ καὶ πόθεν ἐλήλυθεν καὶ ὑπὸ τίνος γέγονεν, πρὸς μόνῳ τούτῳ ἐστίν, πῶς τὴν αὑτοῦ χώραν ἐκπληρώσῃ εὐτάκτως καὶ εὐπειθῶς τῷ θεῷ. [96] ‘ἔτι μ᾽ εἶναι θέλεις; ὡς ἐλεύθερος, ὡς γενναῖος, ὡς σὺ ἠθέλησας: σὺ γάρ με ἀκώλυτον ἐποίησας ἐν τοῖς ἐμοῖς. [97] ἀλλ᾽ οὐκέτι μου χρείαν ἔχεις; καλῶς σοι γένοιτο: καὶ μέχρι νῦν διὰ σὲ ἔμενον, δι᾽ ἄλλον οὐδένα, καὶ νῦν σοι πειθόμενος ἀπέρχομαι.’ [98] ‘ πῶς ἀπέρχῃ;’ ‘πάλιν ὡς σὺ ἠθέλησας, ὡς ἐλεύθερος, ὡς ὑπηρέτης σός, ὡς ᾐσθημένος σου τῶν προσταγμάτων καὶ ἀπαγορευμάτων. [99] μέχρι δ᾽ ἂν οὗ διατρίβω ἐν τοῖς σοῖς, τίνα με θέλεις εἶναι; ἄρχοντα ἢ ἰδιώτην, βουλευτὴν ἢ δημότην, στρατιώτην ἢ στρατηγόν, † παιδευτὴν ἢ οἰκοδεσπότην; ἣν ἂν χώραν καὶ τάξιν ἐγχειρίσῃς, ὡς λέγει ὁ Σωκράτης, μυριάκις ἀποθανοῦμαι πρότερον ἢ ταύτην ἐγκαταλείψω. [100] ποῦ δέ μ᾽ εἶναι θέλεις; ἐν Ῥώμῃ ἢ ἐν Ἀθήναις ἢ ἐν Θήβαις ἢ ἐν Γυάροις; μόνον ἐκεῖ μου μέμνησο. [101] ἄν μ᾽ ἐκεῖ πέμπῃς, ὅπου κατὰ φύσιν διεξαγωγὴ οὐκ ἔστιν ἀνθρώπων, οὐ σοὶ ἀπειθῶν ἔξειμι, ἀλλ᾽ ὡς σοῦ μοι σημαίνοντος τὸ ἀνακλητικόν: οὐκ ἀπολείπω σε: μὴ γένοιτο: ἀλλ᾽ αἰσθάνομαι, ὅτι μου χρείαν οὐκ ἔχεις. ἂν δὲ διδῶται κατὰ φύσιν διεξαγωγή, [102] οὐ ζητήσω ἄλλον τόπον ἢ ἐν ᾧ εἰμὶ ἢ ἄλλους ἀνθρώπους ἢ μεθ᾽ ὧν εἰμί.’

  [103] ταῦτα νυκτός, ταῦτα ἡμέρας πρόχειρα ἔστω: ταῦτα γράφειν, ταῦτα ἀναγιγνώσκειν: περὶ τούτων τοὺς λόγους ποιεῖσθαι, αὐτὸν πρὸς αὑτόν, πρὸς ἕτερον ‘μή τι ἔχεις μοι πρὸς τοῦτο βοηθῆσαι;’ καὶ πάλιν ἄλλῳ [104] προσελθεῖν καὶ ἄλλῳ. εἶτα ἄν τι γένηται τῶν λεγομένων ἀβουλήτων, εὐθὺς ἐκεῖνο πρῶτον ἐπικουφίσει σε, ὅτι οὐκ ἀπροσδόκητον. [105] μέγα γὰρ ἐπὶ πάντω
ν τὸ ‘ᾔδειν θνητὸν γεγεννηκώς.’ οὕτως γὰρ ἐρεῖς καὶ ὅτι ‘ᾔδειν θνητὸς ὤν,’ ‘ᾔδειν ἀποδημητικὸς ὤν,’ ‘ᾔδειν ἔκβλητος ὤν,’ [106] ‘ᾔδειν εἰς φυλακὴν ἀπότακτος ὤν.’ εἶτ᾽ ἂν ἐπιστρέφῃς κατὰ σαυτὸν καὶ ζητήσῃς τὴν χώραν, ἐξ ἧς ἐστι τὸ συμβεβηκός, εὐθὺς ἀναμνησθήσῃ, ὅτι ‘ἐκ τῆς τῶν ἀπροαιρέτων, τῶν οὐκ ἐμῶν: τί οὖν πρὸς σἐμέ;’ εἶτα τὸ κυριώτατον [107] ‘τίς δ᾽ αὐτὸ καὶ ἐπιπέπομφεν;’ ὁ ἡγεμὼν ἢ ὁ στρατηγός, ἡ πόλις, ὁ τῆς πόλεως νόμος. ‘δὸς οὖν αὐτό: δεῖ γάρ με ἀιεὶ τῷ νόμῳ πείθεσθαι ἐν παντί.’ [108] εἶθ᾽ ὅταν σε ἡ φαντασία δάκνῃ (τοῦτο γὰρ οὐκ ἐπὶ σοί), ἀναμάχου τῷ λόγῳ, καταγωνίζου αὐτήν, μὴ ἐάσῃς ἐνισχύειν μηδὲ προάγειν ἐπὶ τὰ ἑξῆς ἀναπλάσσουσαν ὅσα θέλει καὶ ὡς θέλει. [109] ἂν ἐν Γυάροις ᾖς, μὴ ἀνάπλασσε τὴν ἐν Ῥώμῃ διατριβὴν καὶ ὅσαι διαχύσεις ἦσαν ἐκεῖ διάγοντι, ὅσαι γένοιντ᾽ ἂν ἐπανελθόντι: ἀλλ᾽ ἐκεῖ τέτασο, ὅπως δεῖ τὸν ἐν Γυάροις διάγοντα, ἐν Γυάροις ἐρρωμένως διάγειν. κἂν ἐν Ῥώμῃ ᾖς, μὴ ἀνάπλασσε τὴν ἐν Ἀθήναις διατριβήν, ἀλλὰ περὶ μόνης τῆς ἐκεῖ μελέτα. [110]

 

‹ Prev