Book Read Free

Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86)

Page 116

by Epictetus


  δείκνυέ μοι τὰς μαχαίρας τῶν δορυφόρων. [25] ‘ἰδοῦ, ἡλίκαι εἰσὶ καὶ πῶς ὀξεῖαι.’ τί οὖν ποιοῦσιν αἱ μεγάλαι αὗται μάχαιραι καὶ ὀξεῖαι; [26] ‘ἀποκτειννύουσιν.’ πυρετὸς δὲ τί ποιεῖ; ‘ἄλλο οὐδέν.’ κεραμὶς δὲ τί ποιεῖ; ‘ἄλλο οὐδέν.’ θέλεις οὖν πάντα ταῦτα θαυμάζω καὶ προσκυνῶ καὶ δοῦλος πάντων περιέρχωμαι; [27] μὴ γένοιτο: ἀλλ᾽ ἅπαξ μαθών, ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ, ἵνα ὁ κόσμος μὴ ἵστηται μηδ᾽ ἐμποδίζηται, οὐκέτι διαφέρομαι, πότερον πυρετὸς αὐτὸ ποιήσει ἢ κεραμὶς ἢ στρατιώτης, ἀλλ᾽ εἰ δεῖ συγκρῖναι, οἶδ᾽ ὅτι ἀπονώτερον αὐτὸ καὶ ταχύτερον ὁ στρατιώτης ποιήσει. [28] ὅταν οὖν μήτε φοβῶμαί τι ὧν διαθεῖναί με δύναται μήτ᾽ ἐπιθυμῶ τινος ὧν παρασχεῖν, τί ἔτι θαυμάζω αὐτόν, τί ἔτι τέθηπα; τί φοβοῦμαι τοὺς δορυφόρους; τί χαίρω, ἄν μοι φιλανθρώπως λαλήσῃ καὶ ἀποδέξηταί με, καὶ ἄλλοις διηγοῦμαι, πῶς μοι ἐλάλησεν; [29] μὴ γὰρ Σωκράτης ἐστίν, μὴ γὰρ Διογένης, ἵν᾽ ὁ ἔπαινος αὐτοῦ ἀπόδειξις ᾖ περὶ ἐμοῦ; [30] μὴ γὰρ τὸ ἦθος ἐζήλωκα αὐτοῦ; ἀλλὰ τὴν παιδιὰν σῴζων ἔρχομαι πρὸς εμαὐτὸν καὶ ὑπηρετῶ, μέχρις ἂν ὅτου μηδὲν ἀβέλτερον κελεύῃ μηδ᾽ ἄρρυθμον. ἂν δέ μοι λέγῃ ‘ἄπελθε ἐπὶ Λέοντα τὸν Σαλαμίνιον,’ λέγω αὐτῷ [31] ‘ζήτει ἄλλον: ἐγὼ γὰρ οὐκέτι παίζω.’ ‘ἄπαγε αὐτόν.’ ἀκολουθῶ ἐν παιδιᾷ. ‘ἀλλ᾽ ἀφαιρεῖταί σου ὁ τράχηλος.’ ἐκείνου δ᾽ αὐτοῦ ἀεὶ ἐπιμένει, ὑμῶν δὲ τῶν πειθομένων; ‘ἀλλ᾽ ἄταφος ῥιφήσῃ.’ εἰ ἐγώ εἰμι ὁ νεκρός, ῥιφήσομαι: εἰ δ᾽ ἄλλος εἰμὶ τοῦ νεκροῦ, κομψότερον λέγε, ὡς ἔχει τὸ πρᾶγμα, καὶ μὴ ἐκφόβει με. [32] τοῖς παιδίοις ταῦτα φοβερά ἐστι καὶ τοῖς ἀνοήτοις. εἰ δέ τις εἰς φιλοσόφου σχολὴν ἅπαξ εἰσελθὼν οὐκ οἶδεν, τί ἐστιν αὐτός, ἄξιός ἐστι φοβεῖσθαι καὶ κολακεύειν ὃ † ὕστερον ἐκολάκευεν: εἰ μήπω μεμάθηκεν, ὅτι οὐκ ἔστι σὰρξ οὐδ᾽ ὀστᾶ οὐδὲ νεῦρα, ἀλλὰ τὸ τούτοις χρώμενον, τὸ καὶ διοικοῦν καὶ παρακολουθοῦν ταῖς φαντασίαις.

  [33] ναί: ἀλλ᾽ οἱ λόγοι οὗτοι καταφρονητὰς ποιοῦσι τῶν νόμων. — καὶ ποῖοι μᾶλλον λόγοι πειθομένους παρέχουσι τοῖς νόμοις τοὺς χρωμένους; νόμος δ᾽ οὐκ ἔστι τὰ ἐπὶ μωρῷ. [34] καὶ ὅμως ὅρα, πῶς καὶ πρὸς τούτους ὡς δεῖ ἔχοντας παρασκευάζουσιν, οἵ γε διδάσκουσιν μηδενὸς ἀντιποιεῖσθαι πρὸς αὐτούς, ἐν οἷς ἂν ἡμᾶς νικῆσαι δύνωνται. [35] περὶ τὸ σωμάτιον διδάσκουσιν ἐξίστασθαι, περὶ τὴν κτῆσιν ἐξίστασθαι, περὶ τὰ τέκνα, γονεῖς δ᾽, ἀδελφούς, πάντων παραχωρεῖν, πάντα ἀφιέναι: μόνα τὰ δόγματα ὑπεξαιροῦνται, ἃ καὶ ὁ Ζεὺς ἐξαίρετα ἑκάστου εἶναι ἠθέλησεν. [36] ποία ἐνθάδε παρανομία, ποία ἀβελτερία; ὅπου κρείττων εἶ καὶ ἰσχυρότερος, ἐκεῖ σοι ἐξίσταμαι: ὅπου πάλιν ἐγὼ κρείττων, σὺ παραχώρει μοι. ἐμοὶ γὰρ μεμέληκεν, σοὶ δ᾽ οὔ. [37] σοὶ μέλει, πῶς ἐν ὀρθοστρώτοις οἰκῇς, ἔτι πῶς παῖδές σοι καὶ πιλλᾶτοι διακονῶσιν, πῶς ἐσθῆτα περίβλεπτον φορῇς, πῶς κυνηγοὺς πολλοὺς ἔχῃς, πῶς κιθαρῳδούς, τραγῳδούς. [38] μή τι ἀντιποιοῦμαι; μή τι οὖν δογμάτων σοι μεμέληκε; μή τι τοῦ λόγου τοῦ σεαυτοῦ; μή τι οἶδας, ἐκ τίνων μορίων συνέστηκεν, πῶς συνάγεται, τίς ἡ διάρθρωσις αὐτοῦ, τίνας ἔχει δυνάμεις καὶ ποίας τινάς; [39] τί οὖν ἀγανακτεῖς, εἰ ἄλλος ἐν τούτοις σου πλέον ἔχει ὁ μεμελετηκώς; — ἀλλὰ ταῦτ᾽ ἔστι τὰ μέγιστα. — καὶ τίς σε κωλύει περὶ ταῦτ᾽ ἀναστρέφεσθαι καὶ τούτων ἐπιμελεῖσθαι; τίς δὲ μείζονα ἔχει παρασκευὴν βιβλίων, εὐσχολίας, τῶν ὠφελησόντων; μόνον ἀπόνευσόν ποτε ἐπὶ ταῦτα, [40] ἀπόνειμον κἂν ὀλίγον χρόνον τῷ σαυτοῦ ἡγεμονικῷ: σκέψαι τί ποτ᾽ ἔχεις τοῦτο καὶ πόθεν ἐληλυθός, τὸ πᾶσιν τοῖς ἄλλοις χρώμενον, πάντα τἆλλα δοκιμάζον, ἐκλεγόμενον, ἀπεκλεγόμενον. [41] μέχρι δ᾽ ἂν οὗ περὶ τὰ ἐκτὸς ἀναστρέφῃ, ἐκεῖνα ἕξεις οἷα οὐδείς, τοῦτο δ᾽ οἷον αὐτὸ ἔχειν θέλεις, ῥυπαρὸν καὶ ἀτημέλητον.

  πρὸς τοὺς ταχέως ἐπὶ τὸ σχῆμα τῶν φιλοσόφων ἐπιπηδῶντας.

  μηδέποτ᾽ ἀπὸ τῶν κοινῶν τινα μήτ᾽ ἐπαινέσητε μήτε ψέξητε μήτε τέχνην τινὰ ἢ ἀτεχνίαν προσμαρτυρήσητε: καὶ ἅμα μὲν προπετείας ἑαυτοὺς ἀπαλλάξετε, ἅμα δὲ κακοηθείας. [2] ‘οὗτος ταχέως λούεται.’ κακῶς οὖν ποιεῖ; οὐ πάντως. [3] ἀλλὰ τί; ταχέως λούεται. — πάντα οὖν καλῶς γίνεται; — οὐδαμῶς: ἀλλὰ τὰ μὲν ἀπὸ δογμάτων ὀρθῶν καλῶς, τὰ δ᾽ ἀπὸ μοχθηρῶν μοχθηρῶς. σὺ δὲ μέχρις ἂν καταμάθῃς τὸ δόγμα, ἀφ᾽ οὗ τις ποιεῖ ἕκαστα, μήτ᾽ ἐπαίνει τὸ ἔργον μήτε ψέγε. [4] δόγμα δ᾽ ἐκ τῶν ἐκτὸς οὐ ῥᾳδίως κρίνεται. ‘οὗτος τέκτων ἐστίν.’ διὰ τί; ‘χρῆται σκεπάρνῳ.’ τί οὖν τοῦτο; ‘οὗτος μουσικός: ᾁδει γάρ.’ καὶ τί τοῦτο; ‘οὗτος φιλόσοφος.’ διὰ τί; [5] ‘τρίβωνα γὰρ ἔχει καὶ κόμην.’ οἱ δ᾽ ἀγύρται τί ἔχουσιν; διὰ τοῦτο, ἂν ἀσχημονοῦντά τις ἴδῃ τινὰ αὐτῶν, εὐθὺς λέγει ‘ἰδοὺ ὁ φιλόσοφος τί ποιεῖ.’ ἔδει δ᾽ ἀφ᾽ ὧν ἠσχημόνει μᾶλλον λέγειν αὐτὸν μὴ εἶναι φιλόσοφον. [6] εἰ μὲν γὰρ αὕτη ἐστὶν ἡ τοῦ φιλοσόφου πρόληψις καὶ ἐπαγγελία, ἔχειν τρίβωνα καὶ κόμην, καλῶς ἂν ἔλεγον: εἰ δ᾽ ἐκείνη μᾶλλον, ἀναμάρτητον εἶναι, διὰ τί οὐχὶ διὰ τὸ μὴ πληροῦν τὴν ἐπαγγελίαν ἀφαιροῦνται αὐτὸν τῆς προσηγορίας; [7] οὕτως γὰρ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. ὅταν ἴδῃ τις κακῶς πελεκῶντα, οὐ λέγει ‘τί ὄφελος τ
εκτονικῆς; ἰδοὺ οἱ τέκτονες οἷα ποιοῦσι κακά,’ ἀλλὰ πᾶν τοὐναντίον λέγει ‘οὗτος οὐκ ἔστι τέκτων, πελεκᾷ γὰρ κακῶς.’ [8] ὁμοίως κἂν ᾁδοντός τινος ἀκούσῃ κακῶς, οὐ λέγει ‘ἰδοὺ πῶς ᾁδουσιν οἱ μουσικοί,’ ἀλλὰ μᾶλλον [9] ‘οὗτος ὅτι οὐκ ἔστι μουσικός.’ ἐπὶ φιλοσοφίας δὲ μόνης τοῦτο πάσχουσιν: ὅταν τινὰ ἴδωσι παρὰ τὸ ἐπάγγελμα τὸ τοῦ φιλοσόφου ποιοῦντα, οὐχὶ τῆς προσηγορίας ἀφαιροῦνται αὐτόν, ἀλλὰ θέντες εἶναι φιλόσοφον, εἶτ᾽ ἀπ᾽ αὐτοῦ τοῦ γινομένου λαβόντες, ὅτι ἀσχημονεῖ, ἐπάγουσι μηδὲν ὄφελος εἶναι τοῦ φιλοσοφεῖν. τί οὖν τὸ αἴτιον; [10] ὅτι τὴν μὲν τοῦ τέκτονος πρόληψιν πρεσβεύομεν καὶ τὴν τοῦ μουσικοῦ καὶ ὡσαύτως τῶν ἄλλων τεχνιτῶν, τὴν τοῦ φιλοσόφου δ᾽ οὔ, ἀλλ᾽ ἅτε συγκεχυμένην καὶ ἀδιάρθρωτον ἀπὸ τῶν ἐκτὸς μόνον κρίνομεν. [11] καὶ ποία ἄλλη τέχνη ἀπὸ σχήματος ἀναλαμβάνεται καὶ κόμης, οὐχὶ δὲ καὶ θεωρήματα ἔχει καὶ ὕλην καὶ τέλος; [12] τίς οὖν ὕλη τοῦ φιλοσόφου; μὴ τρίβων; οὔ, ἀλλὰ ὁ λόγος. τί τέλος; μή τι φορεῖν τρίβωνα; οὔ, ἀλλὰ τὸ ὀρθὸν ἔχειν τὸν λόγον. ποῖα θεωρήματα; μή τι τὰ περὶ τοῦ πῶς πώγων μέγας γίνεται ἢ κόμη βαθεῖα; ἀλλὰ μᾶλλον ἃ Ζήνων λέγει, γνῶναι τὰ τοῦ λόγου στοιχεῖα, ποῖόν τι ἕκαστον αὐτῶν ἐστι καὶ πῶς ἁρμόττεται πρὸς ἄλληλα καὶ ὅσα τούτοις ἀκόλουθά ἐστιν. [13] οὐ θέλεις οὖν ἰδεῖν πρῶτον, εἰ πληροῖ τὴν ἐπαγγελίαν ἀσχημονῶν, καὶ οὕτως τῷ ἐπιτηδεύματι ἐγκαλεῖν; νῦν δ᾽, αὐτὸς ὅταν σωφρονῇς, ἐξ ὧν ποιεῖν σοι δοκεῖ κακῶς, λέγεις ‘ὅρα τὸν φιλόσοφον’ (ὡς οὐ πρέποντος λέγειν τὸν ταῦτα ποιοῦντα φιλόσοφον) καὶ πάλιν ‘τοῦτο φιλόσοφός ἐστιν.’ ‘ὅρα’ δὲ ‘τὸν τέκτονα’ οὐ λέγεις, ὅταν μοιχεύοντά τινα γνῷς ἢ λιχνεύοντα ἴδῃς, οὐδὲ [14] ‘ὅρα τὸν μουσικόν.’ οὕτως ἐπὶ ποσὸν αἰσθάνῃ καὶ αὐτὸς τῆς ἐπαγγελίας τοῦ φιλοσόφου, ἀπολισθάνεις δὲ καὶ συγχέῃ ὑπὸ ἀμελετησίας. [15]

  ἀλλὰ καὶ αὐτοὶ οἱ καλούμενοι φιλόσοφοι ἀπὸ τῶν κοινῶν τὸ πρᾶγμα μετίασιν: εὐθὺς ἀναλαβόντες τρίβωνα καὶ πώγωνα καθέντες φασὶν ‘ἐγὼ φιλόσοφός εἰμι.’ [16] οὐδεὶς δ᾽ ἐρεῖ ‘ἐγὼ μουσικός εἰμι,’ ἂν πλῆκτρον καὶ κιθάραν ἀγοράσῃ, οὐδ᾽ ‘ἐγὼ χαλκεύς εἰμι,’ ἂν πιλίον καὶ περίζωμα περιθῆται, ἀλλ᾽ ἁρμόζεται μὲν τὸ σχῆμα πρὸς τὴν τέχνην, ἀπὸ τῆς τέχνης δὲ τὸ ὄνομα, οὐκ ἀπὸ τοῦ σχήματος ἀναλαμβάνουσιν. [17] διὰ τοῦτο καλῶς Εὐφράτης ἔλεγεν ὅτι ‘ἐπὶ πολὺ ἐπειρώμην λανθάνειν φιλοσοφῶν καὶ ἦν μοι,’ φησίν, ‘τοῦτο ὠφέλιμον. πρῶτον μὲν γὰρ ᾔδειν, ὅσα καλῶς ἐποίουν, ὅτι οὐ διὰ τοὺς θεατὰς ἐποίουν, ἀλλὰ δι᾽ ἐμαυτόν: ἤσθιον ἐμαυτῷ καλῶς, κατεσταλμένον εἶχον τὸ βλέμμα, τὸν περίπατον: πάντα ἐμαυτῷ καὶ θεῷ. [18] εἶτα ὥσπερ μόνος ἠγωνιζόμην, οὕτως μόνος καὶ ἐκινδύνευον: οὐδὲν ἐμοὶ δράσαντι τὸ αἰσχρὸν ἢ ἀπρεπὲς τὸ τῆς φιλοσοφίας ἐκινδυνεύετο, οὐδ᾽ ἔβλαπτον τοὺς πολλοὺς ὡς φιλόσοφος ἁμαρτάνων. [19] διὰ τοῦτο οἱ μὴ εἰδότες μου τὴν ἐπιβολὴν ἐθαύμαζον, πῶς πᾶσι φιλοσόφοις χρώμενος καὶ συζῶν αὐτὸς οὐκ ἐφιλοσόφουν. [20] καὶ τί κακόν, ἐν οἷς ἐποίουν ἐπιγιγνώσκεσθαι τὸν φιλόσοφον, ἐν δὲ τοῖς συμβόλοις μή;’ βλέπε, πῶς ἐσθίω, πῶς πίνω, πῶς καθεύδω, πῶς ἀνέχομαι, πῶς ἀπέχομαι, πῶς συνεργῶ, πῶς ὀρέξει χρῶμαι, πῶς ἐκκλίσει, πῶς τηρῶ τὰς σχέσεις τὰς φυσικὰς ἢ ἐπιθέτους ἀσυγχύτως καὶ ἀπαραποδίστως: ἐκεῖθέν με κρῖνε, εἰ δύνασαι. [21] εἰ δ᾽ οὕτως κωφὸς εἶ καὶ τυφλός, ἵνα μηδὲ τὸν Ἥφαιστον ὑπολαμβάνῃς καλὸν χαλκέα, ἂν μὴ τὸ πιλίον ἴδῃς περὶ τὴν κεφαλὴν περικείμενον, τί κακὸν ὑφ᾽ οὕτως ἠλιθίου κριτοῦ ἀγνοεῖσθαι;

  [22] οὕτως ἐλάνθα νε παρὰ τοῖς πλείστοις Σωκράτης καὶ ἤρχοντο πρὸς αὐτὸν ἀξιοῦντες φιλοσόφοις συσταθῆναι. [23] μή τι οὖν ἠγανάκτει ὡς ἡμεῖς καὶ ἔλεγεν ‘ἐγὼ δέ σοι οὐ φαίνομαι φιλόσοφος;;’ ἀλλ᾽ ἀπῆγεν καὶ συνίστα ἑνὶ ἀρκούμενος τῷ εἶναι φιλόσοφος, χαίρων δὲ καί, ὅτι μὴ δοκῶν οὐκ ἐδάκνετο: ἐμέμνητο γὰρ τοῦ ἰδίου ἔργου. [24] τί ἔργον καλοῦ καὶ ἀγαθοῦ; μαθητὰς πολλοὺς ἔχειν; οὐδαμῶς. ὄψονται οἱ περὶ τοῦτο ἐσπουδακότες. ἀλλὰ θεωρήματα δύσκολα ἀκριβοῦν; ὄψονται καὶ περὶ τούτων ἄλλοι. [25] ποῦ οὖν αὐτὸς καὶ ἦν τις καὶ εἶναι ἤθελεν; ὅπου βλάβη καὶ ὠφέλεια. ‘εἴ μέ τις,’ φησίν, ‘βλάψαι δύναται, ἐγὼ οὐδὲν ποιῶ: εἰ ἄλλον περιμένω, ἵνα με ὠφελήσῃ, ἐγὼ οὐδέν εἰμι. θέλω τι καὶ οὐ γίνεται: ἐγὼ ἀτυχής εἰμι.’ [26] εἰς τοσοῦτο σκάμμα προεκαλεῖτο πάντα ὁντιναοῦν καὶ οὐκ ἄν μοι δοκεῖ ἐκστῆναι οὐδενί — τί δοκεῖτε; καταγγέλλων καὶ λέγων ‘ἐγὼ τοιοῦτός εἰμι;’ μὴ γένοιτο, ἀλλὰ ὢν τοιοῦτος. [27] πάλιν γὰρ τοῦτο μωροῦ καὶ ἀλαζόνος ‘ἐγὼ ἀπαθής εἰμι καὶ ἀτάραχος: μὴ ἀγνοεῖτε, ὦ ἄνθρωποι, ὅτι ὑμῶν κυκωμένων καὶ θορυβουμένων περὶ τὰ μηδενὸς ἄξια μόνος ἐγὼ ἀπήλλαγμαι πάσης ταραχῆς.’ [28] οὕτως οὐκ ἀρκεῖ σοι τὸ μηδὲν ἀλγεῖν, ἂν μὴ κηρύσσῃς ‘συνέλθετε πάντες οἱ ποδαγρῶντες, οἱ κεφαλαλγοῦντες, οἱ πυρέσσοντες, οἱ χωλοί, οἱ τυφλοί, καὶ ἴδετέ με ἀπὸ παντὸς πάθους ὑγιᾶ;’ [29] τοῦτο κενὸν καὶ φορτικόν, εἰ μή τις ὡς ὁ Ἀσκληπιὸς εὐθὺς ὑποδεῖξαι δύνασαι, πῶς θεραπεύοντες εὐθὺς ἔσονται ἄνοσοι κἀκεῖνοι, καὶ εἰς τοῦτο φέρεις παράδειγμα τὴν ὑγίειαν τὴν σεαυτοῦ.
[30]

  τοιοῦτος γάρ τίς ἐστιν ὁ Κυνικὸς τοῦ σκήπτρου καὶ διαδήματος ἠξιωμένος παρὰ τοῦ Διὸς καὶ λέγων ‘ἵν᾽ ἴδητε, ὦ ἄνθρωποι, ὅτι τὴν εὐδαιμονίαν καὶ ἀταραξίαν οὐχ ὅπου ἐστὶ ζητεῖτε, [31] ἀλλ᾽ ὅπου μή ἐστιν, ἰδοὺ ἐγὼ ὑμῖν παράδειγμα ὑπὸ τοῦ θεοῦ ἀπέσταλμαι μήτε κτῆσιν ἔχων μήτε οἶκον μήτε γυναῖκα μήτε τέκνα, ἀλλὰ μηδ᾽ ὑπόστρωμα μηδὲ χιτῶνα μηδὲ σκεῦος: καὶ ἴδετε, πῶς ὑγιαίνω: πειράθητέ μου κἂν ἴδητε ἀτάραχον, ἀκούσατε τὰ φάρμακα καὶ ὑφ᾽ ὧν ἐθεραπεύθην.’ [32] τοῦτο γὰρ ἤδη καὶ φιλάνθρωπον καὶ γενναῖον. ἀλλ᾽ ὁρᾶτε, τίνος ἔργον ἐστίν: τοῦ Διὸς ἢ ὃν ἂν ἐκεῖνος ἄξιον κρίνῃ ταύτης τῆς ὑπηρεσίας, ἵνα μηδαμοῦ μηδὲν παραγυμνώσῃ πρὸς τοὺς πολλούς, δι᾽ οὗ τὴν μαρτυρίαν τὴν αὑτοῦ, ἣν τῇ ἀρετῇ μαρτυρεῖ καὶ τῶν ἐκτὸς καταμαρτυρεῖ, αὐτὸς ἄκυρον ποιήσῃ:

  οὔτ᾽ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν

  δάκρυ᾽ ὀμορξάμενον.

  [33] καὶ οὐ μόνον ταῦτα, ἀλλ᾽ οὐδὲ ποθοῦντά τι ἢ ἐπιζητοῦντα, ἄνθρωπον ἢ τόπον ἢ διαγωγήν, ὡς τὰ παιδία τὸν τρυγητὸν ἢ τὰς ἀργίας, αἰδοῖ πανταχοῦ κεκοσμημένον, ὡς οἱ ἄλλοι τοίχοις καὶ θύραις καὶ θυρωροῖς.

 

‹ Prev