Book Read Free

Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86)

Page 123

by Epictetus


  5 (67). STOBAEUS, III. 19, 13. MUSONIUS, FRAG. 39 (H.)

  Ῥούφου ἐκ τοῦ Ἐπικτήτου περὶ φιλίας.

  Τὸ δὲ Λυκούργου τοῦ Λακεδαιμονίου τίς ἡμῶν οὐ θαυμάζει; πηρωθεὶς γὰρ ὑπό τινος τῶν πολιτῶν τῶν ὀφθαλμῶν τὸν ἕτερον καὶ παραλαβὼν τὸν νεανίσκον παρὰ τοῦ δήμου, ἵνα τιμωρήσαιτο, ὅπως ἂν αὐτὸς βούληται, τούτου μὲν ἀπέσχετο, παιδεύσας δὲ αὐτὸν καὶ ἀποφήνας ἄνδρα ἀγαθὸν παρήγαγεν εἰς τὸ θέατρον. θαυμαζόντων δὲ τῶν Λακεδαιμονίων “τοῦτον μέντοι λαβών,” ἔφη, “παρ᾿ ὑμῶν ὑβριστὴν καὶ βίαιον ἀποδίδωμι ὑμῖν ἐπιεικῆ καὶ δημοτικόν.”

  6 (69). STOBAEUS, III. 20, 60. MUSONIUS, FRAG. 40 (H.)

  Ῥούφου ἐκ τοῦ Ἐπικτήτου περὶ φιλίας.

  Ἀλλὰ παντὸς μᾶλλον τῆς μὲν φύσεως ἐκεῖνο τὸ ἔργον συνδῆσαι καὶ συναρμόσαι τὴν ὁρμὴν τῇ τοῦ προσήκοντος καὶ ὠφελίμου φαντασίᾳ.

  7 (70). STOBAEUS, III. 20, 61. MUSONIUS, FRAG. 41 (H.)

  Τοῦ αὐτοῦ.

  Τὸ δὲ οἴεσθαι εὐκαταφρονήτους τοῖς ἄλλοις ἔσεσθαι, ἐὰν μὴ τοὺς πρώτους ἐχθροὺς παντὶ τρόπῳ βλάψωμεν, σφόδρα ἀγεννῶν καὶ ἀνοήτων ἀνθρώπων. φαμὲν γὰρ τὸν εὐκαταφρόνητον νοεῖσθαι μὲν καὶ κατὰ τὸ ἀδύνατον εἶναι βλάψαι· ἀλλὰ πολὺ μᾶλλον νοεῖται κατὰ τὸ ἀδύνατον εἶναι ὠφελεῖν.

  8 (134). STOBAEUS, IV. 44, 60. MUSONIUS, FRAG. 42 (H.)

  Ῥούφου ἐκ τῶν Ἐπικτήτου περὶ φιλίας.

  Ὅτι τοιαύτη ἡ τοῦ κόσμου φύσις καὶ ἦν καὶ ἔστι καὶ ἔσται καὶ οὐχ οἷόν τε ἄλλως γίγνεσθαι τὰ γιγνόμενα ἢ ὡς νῦν ἔχει· καὶ ὅτι ταύτης τῆς τροπῆς καὶ τῆς μεταβολῆς οὐ μόνον οἱ ἄνθρωποι μετειλήφασι καὶ τἆλλα ζῷα τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ θεῖα καὶ νὴ Δί᾿ αὐτὰ τὰ τέτταρα στοιχεῖα ἄνω καὶ κάτω τρέπεται καὶ μεταβάλλει καὶ γῆ τε ὕδωρ γίνεται καὶ ὕδωρ ἀήρ, οὗτος δὲ πάλιν εἰς αἰθέρα μεταβάλλει· καὶ ὁ αὐτὸς τρόπος τῆς μεταβολῆς ἄνωθεν κάτω. ἐὰν πρὸς ταῦτά τις ἐπιχειρῇ ῥέπειν τὸν νοῦν καὶ πείθειν ἑαυτὸν ἑκόντα δέχεσθαι τὰ ἀναγκαῖα, πάνυ μετρίως καὶ μουσικῶς διαβιώσεται τὸν βίον.

  9 (180). GELLIUS, XIX. 1, 14–21

  Philosophus in disciplina Stoica celebratus . . . ex sarcinula sua librum protulit Epicteti philosophi quintum Διαλέξεων, quaw ab Arriano digestas congruere scriptis Zenonis et Chrysippi non dubium est. in eo libro, graeca scilicet oratione scriptum ad hanc sententiam legimus: Visa animi (quas φαντασίας philosophi appellant), quibus mens hominis prima statim specie accidentis ad animum rei pellitur, non voluntatis sunt neque arbitraria, sed vi quadam sua inferunt sese hominibus noscitanda; probationes autem (quas συγκαταθέσεις vocant), quibus eadem visa noscuntur, voluntariae sunt fiuntque hominum arbitratu. propterea cum son us aliquis formidabilis aut caelo aut ex ruina aut repentinus nescio cuius periculi nuntius vel quid aliud est eiusmodi factum, sapientis quoque animum paulisper moveri et contrahi et pallescere necessum est, non opinione alicuius mali praecepta, sed quibusdam motibus rapidis et inconsultis officium mentis atque rationis praevertentibus. mox tamen ille sapiens ibidem τὰς τοιαύτας φαντασίας (id est visa istaec animi sui terrifica) non adprobat (hoc est οὐ συγκατατίθεται οὐδὲ προσεπιδοξάζει), sed abicit respuitque nec ei metuendum esse in his quicquam videtur. atque hoc inter insipientis sapientisque animum difFere dicunt quod insipiens, qualia sibi esse primo animi sui pulsu visa sunt saeva et aspera, talia esse vero putat et eadem incepta, tamquam si iure metuenda sint, sua quoque adsensione adprobat καὶ “προσεπιδοξάζει” (hoc enim verbo Stoici, cum super ista re disserunt, utuntur), sapiens autem, cum breviter et strictim colore atque vultu motus est, οὐ συγκατατίθεται, sed statum vigoremque sententiae suae retinet, quam de huiuscemodi visis semper habuit, ut de minime metuendis, sed fronte falsa et formidine inani territantibus.

  Haec Epictetum philosophum ex decretis Stoicorum sensisse atque dixisse, in eo, quo dixi, libro legimus.

  10 (179). GELLIUS, XVII. 19

  Favorinum ego audivi dicere Epictetum philosophum dixisse plerosque istos, qui philosophari viderentur, philosophos esse eiuscemodi “ἄνευ τοῦ πράττειν, μέχρι τοῦ λέγειν” (id significat “factis procul, verbis tenus”). iam illud est vehementius, quod Arrianus solitum eum dictitare in libris, quos de dissertationibus eius composuit, scriptum reliquit. nam, cum, inquit, animadverterat hominem pudore amisso, inportuna industria, corruptis moribus, audacem, confidentem lingua ceteraque omnia praeterquam animam procurantem, istiusmodi, inquit, hominem cum viderat studia quoque et disciplinas philosophiae contrectare et physica adire et meditari dialectica multaque id genus theoremata auspicari sciscitarique: inclamabat deum atque hominum fidem ac plerumque inter clamandum his eum verbis increpabat: “Ἄνθρωπε, ποῦ βάλλεις; σκέψαι, εἰ κεκάθαρται τὸ ἀγγεῖον. ἂν γὰρ εἰς τὴν οἴησιν αὐτὰ βάλῃς, ἀπώλετο· ἢν σαπῇ, οὖρον ἢ ὄξος ἐγένετο ἢ εἴ τι τούτων χεῖρον.” nihil profecto his verbis gravius, nihil verius: qidbus declarabat maximus philosophorum litteras atque doctrinas philosophiae, cum in hominem falsum atque degenerem tamquam in vas spurcum atque pollutum influxissent, verti, mutari, corrumpi et [quod ipse κυνικώτερον ait) urinam fieri aut si quid est urina spurcius.

  Praeterea idem ille Epictetus, quod ex eodem Favorino audivimus, solitus dicere est duo esse vitia multo omnium gravissima ac taeterrima, intolerantiam et incontinentiam,, cum aut iniurias, quae sunt ferendae, non toleramus neque ferimus aut, a quibus rebus voluptatibusque nos tenere debemus, non tenemus. “itaque,” inquit, “si quis haec duo verba cordi habeat eaque sibi imperando atque observando curet, is erit pleraque inpeccabilis vitamque vivet tranquillissimam.” verba haec duo dicebat: “ἀνέχου” et “ἀπέχου.”

  10a (181). ARNOBIUS, ADVERSUS GENTES, 2, 78

  Cum de animarum agitur salute ac de respectu nostri, aliquid et sine ratione faciendum est, ut Epictetum dixisse adprobat Arrianus.

  11 (174). STOBAEUS, IV. 33, 28

  Ἐκ τῶν Ἀρριανοῦ προτρεπτικῶν ὁμιλιῶν.

  Ἀλλὰ δὴ Σωκράτης Ἀρχελάου μεταπεμπομένου αὐτὸν ὡς ποιήσοντος πλούσιον ἐκέλευσεν ἀπαγγεῖλαι αὐτῷ διότι “Ἀθήνησι τέσσαρές εἰσι χοίνικες τῶν ἀλφίτων ὀβολοῦ ὤνιοι καὶ κρῆναι ὕδατος ῥέουσιν.” εἰ γάρ τοι μὴ ἱκανὰ τὰ ὄντα ἐμοί, ἀλλ᾿ ἐγὼ τούτοις ἱκανὸς καὶ οὕτω κἀκεῖνα ἐμοί. ἢ οὐχ ὁρᾷς, ὅτι οὐκ εὐφωνότερον οὐδὲ ἥδιον ὁ Πῶλος τὸν τύραννον Οἰδίποδα ὑπεκρίνετο ἢ τὸν ἐπὶ Κολωνῷ ἀλήτην καὶ πτωχόν; εἶτα χείρων Πώλου ὁ γενναῖος ἀνὴρ φανεῖται
, ὡς μὴ πᾶν τὸ περιτεθὲν ἐκ τοῦ δαιμονίου πρόσωπον ὑποκρίνασθαι καλῶς; οὐδὲ τὸν Ὀδυσσέα μιμήσεται, ὃς καὶ ἐν τοῖς ῥάκεσιν οὐδὲν μεῖον διέπρεπεν ἢ ἐν τῇ οὔλῃ χλαίνῃ τῇ πορφυρᾷ;

  12. STOBAEUS, III. 20, 47

  Ἀρριανοῦ.

  Μεγαλόθυμοι πρᾴως εἰσί τινες ἡσυχῇ καὶ οἷον ἀοργήτως πράττοντες ὅσα καὶ οἱ σφόδρα τῷ θυμῷ φερόμενοι. φυλακτέον οὖν καὶ τὸ τούτων ἀβλέπτημα ὡς πολὺ χεῖρον ὂν τοῦ διατεινόμενον ὀργίζεσθαι. οὗτοι μὲν γὰρ ταχὺ κόρον τῆς τιμωρίας λαμβάνουσιν, οἱ δὲ εἰς μακρὸν παρατείνουσιν ὡς οἱ λεπτῶς πυρέττοντες.

  13. STOBAEUS, I. 3, 50

  Ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων.

  Ἀλλ᾿ ὁρῶ, φησί τις, τοὺς καλοὺς καὶ ἀγαθοὺς καὶ λιμῷ καὶ ῥίγει ἀπολλυμένους. — Τοὺς δὲ μὴ καλοὺς καὶ μὴ ἀγαθοὺς οὐχ ὁρᾷς τρυφῇ καὶ ἀλαζονείᾳ καὶ ἀπειροκαλίᾳ ἀπολλυμένους; — Ἀλλ᾿ αἰσχρὸν τὸ παρ᾿ ἄλλου τρέφεσθαι. — Καὶ τίς, ὦ κακόδαιμον, αὐτὸς ἐξ ἑαυτοῦ τρέφεται ἄλλος γε ἢ ὁ κόσμος; ὅστις γοῦν ἐγκαλεῖ τῇ προνοίᾳ, ὅτι οἱ πονηροὶ οὐ διδόασι δίκην, ὅτι ἰσχυροί εἰσι καὶ πλούσιοι, ὅμοιόν τι δρᾷ ὥσπερ εἰ τοὺς ὀφθαλμοὺς ἀπολωλεκότων αὐτῶν ἔλεγε μὴ δεδωκέναι δίκην αὐτούς, ὅτι οἱ ὄνυχες ὑγιεῖς εἶεν. ἐγὼ μὲν γάρ φημι πολὺ διαφέρειν μᾶλλον ἀρετὴν κτήσεως ἢ ὀφθαλμοὶ ὀνύχων διαφέρουσιν.

  14 (52). STOBAEUS, III. 6, 57

  Ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων.

  . . . τοὺς δυσχερεῖς δὲ φιλοσόφους εἰς μέσον ἄγοντες, οἷς οὐ δοκεῖ κατὰ φύσιν ἡδονὴ εἶναι, ἀλλ᾿ ἐπιγίγνεσθαι τοῖς κατὰ φύσιν, δικαιοσύνῃ, σωφροσύνῃ, ἐλευθερίᾳ. τί ποτ᾿ οὖν ἡ ψυχὴ ἐπὶ μὲν τοῖς τοῦ σώματος ἀγαθοῖς μικροτέροις οὖσι χαίρει καὶ γαληνιᾷ, ὥς φησιν Ἐπίκουρος, ἐπὶ δὲ τοῖς αὑτῆς ἀγαθοῖς μεγίστοις οὖσιν οὐχ ἥδεται; καίτοι καὶ δέδωκέ μοι ἡ φύσις αἰδῶ καὶ πολλὰ ὑπερυθριῶ, ὅταν τι ὑπολάβω αἰσχρὸν λέγειν. τοῦτό με τὸ κίνημα οὐκ ἐᾷ τὴν ἡδονὴν θέσθαι ἀγαθὸν καὶ τέλος τοῦ βίου. Ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων.

  Ἐν Ῥώμῃ αἱ γυναῖκες μετὰ χεῖρας ἔχουσι τὴν Πλάτωνος Πολιτείαν, ὅτι κοινὰς ἀξιοῖ εἶναι τὰς γυναῖκας. τοῖς γὰρ ῥήμασι προσέχουσι τὸν νοῦν, οὐ τῇ διανοίᾳ τἀνδρός, ὅτι οὐ γαμεῖν κελεύων καὶ συνοικεῖν ἕνα μιᾷ εἶτα κοινὰς εἶναι βούλεται τὰς γυναῖκας, ἀλλ᾿ ἐξαιρῶν τὸν τοιοῦτον γάμον καὶ ἄλλο τι εἶδος γάμου εἰσφέρων. καὶ τὸ ὅλον οἱ ἄνθρωποι χαίρουσιν ἀπολογίας τοῖς ἑαυτῶν ἁμαρτήμασι πορίζοντες· ἐπεί τοι φιλοσοφία φησίν, ὅτι οὐδὲ τὸν δάκτυλον ἐκτείνειν εἰκῆ προσήκει.

  16 (78). STOBAEUS, III. 29, 84

  Ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων.

  Εἰδέναι χρή, ὅτι οὐ ῥᾴδιον δόγμα παραγενέσθαι ἀνθρώπῳ, εἰ μὴ καθ᾿ ἑκάστην ἡμέραν τὰ αὐτὰ καὶ λέγοι τις καὶ ἀκούοι καὶ ἅμα χρῷτο πρὸς τὸν βίον.

  17 (15). STOBAEUS, III. 4, 91

  Ἐπικτήτου.

  Εἰς συμπόσιον μὲν οὖν παρακληθέντες τῷ παρόντι χρώμεθα· εἰ δέ τις κελεύοι τὸν ὑποδεχόμενον ἰχθῦς αὐτῷ παρατιθέναι ἢ πλακοῦντας, ἄτοπος ἂν δόξειεν. ἐν δὲ τῷ κόσμῳ αἰτοῦμεν τοὺς θεούς, ἃ μὴ διδόασι, καὶ ταῦτα πολλῶν ὄντων, ἅ γε ἡμῖν δεδώκασι.

  18 (16). STOBAEUS, III. 4, 92

  Τοῦ αὐτοῦ.

  Χαρίεντες, ἔφη, εἰσὶν οἱ μέγα φρονοῦντες ἐπὶ τοῖς οὐκ ἐφ᾿ ἡμῖν. “ἐγώ,” φησί, “κρείττων εἰμί σου· ἀγροὺς γὰρ ἔχω πολλούς, σὺ δὲ λιμῷ παρατείνῃ.” ἄλλος λέγει “ἐγὼ ὑπατικός εἰμι.”ἄλλος “ἐγὼ ἐπίτροπος.”ἄλλος “ἐγὼ οὔλας τρίχας ἔχω.” ἵππος δ᾿ ἵππῳ οὐ λέγει ὅτι “κρείττων εἰμί σου· πολὺν γὰρ κέκτημαι χιλὸν καὶ κριθὰς πολλὰς καὶ χαλινοί μοί εἰσι χρυσοῖ καὶ ἐφίππια ποικίλα,” ἀλλ᾿ ὅτι “ὠκύτερός σού εἰμι.” καὶ πᾶν ζῷον κρεῖττον καὶ χεῖρόν ἐστιν ἐκ τῆς ἑαυτοῦ ἀρετῆς καὶ κακίας. ἆρ᾿ οὖν ἀνθρώπου μόνου ἀρετὴ οὐκ ἔστιν, ἀλλὰ δεῖ ἡμᾶς εἰς τὰς τρίχας ἀφορᾶν καὶ τὰ ἱμάτια καὶ τοὺς πάππους;

  19 (17). STOBAEUS, III. 4, 93

  Τοῦ αὐτοῦ.

  Τῷ μὲν ἰατρῷ μηδὲν συμβουλεύοντι ἄχθονται οἱ κάμνοντες καὶ ἡγοῦνται ἀπεγνῶσθαι ὑπ᾿ αὐτοῦ. πρὸς δὲ τὸν φιλόσοφον διὰ τί οὐκ ἄν τις οὕτω διατεθείη, ὥστε οἰηθῆναι ἀπεγνῶσθαι ὑπ᾿ αὐτοῦ σωφρονήσειν, εἰ μηδὲν λέγοι ἔτι πρὸς αὐτὸν τῶν χρησίμων;

  20 (18). STOBAEUS, III. 4, 94

  Τοῦ αὐτοῦ.

  Οἱ τὸ σῶμα εὖ διακείμενοι καὶ καύματα καὶ ψύχη ὑπομένουσιν· οὕτω δὲ καὶ οἱ τὴν ψυχὴν καλῶς διακείμενοι καὶ ὀργὴν καὶ λύπην καὶ περιχάρειαν καὶ τὰ ἄλλα πάθη φέρουσιν.

  21 (56). STOBAEUS, III. 7, 16

  Ἐπικτήτου.

  Διὰ τοῦτο ἐπαινεῖν Ἀγριππῖνον δίκαιον, ὅτι πλείστου ἄξιος ἀνὴρ γενόμενος οὐδεπώποτε ἐπῄνεσεν ἑαυτόν, ἀλλ᾿ εἰ καὶ ἄλλος τις αὐτὸν ἐπῄνει, ἠρυθρία. οὗτος δ᾿, ἔφη, ὁ ἀνὴρ τοιοῦτος ἦν, ὥστε τοῦ συμβαίνοντος ἀεὶ ἑαυτῷ δυσκόλου ἔπαινον γράφειν· εἰ μὲν πυρέττοι, πυρετοῦ· εἰ δὲ ἀδοξοῖ, ἀδοξίας· εἰ δὲ φεύγοι, φυγῆς. καί ποτε μέλλοντι, ἔφη, αὐτῷ ἀριστήσειν ἐπέστη ὁ λέγων, ὅτι φεύγειν αὐτὸν κελεύει Νέρων, καὶ ὃς “οὐκοῦν,” εἶπεν, “ἐν Ἀρικίᾳ ἀριστήσομεν.” Αγριππίνου.

  Ὁ Ἀγριππῖνος ἡγεμονεύων ἐπειρᾶτο το�
��ς καταδικαζομένους ὑπ᾿ αὐτοῦ πείθειν, ὅτι προσήκει αὐτοῖς καταδικασθῆναι. οὐ γὰρ ὡς πολέμιος αὐτοῖς, ἔφη, οὐδ᾿ ὡς λῃστὴς καταφέρω τὴν ψῆφον αὐτῶν, ἀλλ᾿ ὡς ἐπιμελητὴς καὶ κηδεμών, ὥσπερ καὶ ὁ ἰατρὸς τὸν τεμνόμενον παραμυθεῖται καὶ πείθει παρέχειν ἑαυτόν.

  23 (94). STOBAEUS, IV. 53, 29

  Ἐπικτήτου.

  Θαυμαστὴ ἡ φύσις καί, ὥς φησιν ὁ Ξενοφῶν, φιλόζῳος. τὸ γοῦν σῶμα, τὸ πάντων ἀηδέστατον καὶ ῥυπαρώτατον, στέργομεν καὶ θεραπεύομεν· εἰ γὰρ ἔδει πέντε μόναις ἡμέραις θεραπεῦσαι τὸ τοῦ γείτονος σῶμα, οὐκ ἂν ὑπεμείναμεν. ὅρα γὰρ οἷόν ἐστιν ἕωθεν ἀναστάντα τρίβειν τοὺς ὀδόντας τοὺς ἀλλοτρίους καί τι τῶν ἀναγκαίων ποιήσαντα ἀπονίζειν ἐκεῖνα τὰ μέρη. τῷ ὄντι θαυμαστόν ἐστι φιλεῖν πρᾶγμα, ᾧ τοσαῦτα λειτουργοῦμεν καθ᾿ ἑκάστην ἡμέραν. νάττω τουτονὶ τὸν θύλακον· εἶτα κενῶ· τί τούτου βαρύτερον; ἀλλὰ θεῷ δεῖ με ὑπηρετεῖν. διὰ τοῦτο μένω καὶ ἀνέχομαι λούων τὸ δύστηνον τοῦτο σωμάτιον, χορτάζων, σκέπων· ὅτε δὲ νεώτερος ἦν, καὶ ἄλλο τι προσέταττέ μοι καὶ ὅμως ἠνειχόμην αὐτοῦ. διὰ τί οὖν οὐκ ἀνέχεσθε, ὅταν ἡ δοῦσα ἡμῖν φύσις τὸ σῶμα ἀφαιρῆται; — Φιλῶ, φησίν, αὐτό. — Οὐκ οὖν, ὃ νῦν δὴ ἔλεγον, καὶ αὐτὸ τὸ φιλεῖν ἡ φύσις σοι δέδωκεν; ἡ δ᾿ αὐτὴ λέγει “ἄφες αὐτὸ ἤδη καὶ μηκέτι πρᾶγμα ἔχε.”

 

‹ Prev