Delphi Complete Works of Quintus Smyrnaeus

Home > Other > Delphi Complete Works of Quintus Smyrnaeus > Page 34
Delphi Complete Works of Quintus Smyrnaeus Page 34

by Quintus Smyrnaeus


  σήμερον ἀθανάτων τις, ἵν᾽ Ἀργείοισι μάχηται

  360 ἡμῖν ἦρα φέρουσα Διὸς κρατερόφρονι βουλῇ,

  ὃς τάχα που μέμνηται ἐϋσθενέος Πριάμοιο,

  ὅς ῥά οἱ εὔχεται εἶναι ἀφ᾽ αἵματος ἀθανάτοιο.

  οὐ γὰρ τήνδε γυναῖκά γ᾽ ὀΐομαι εἰσοράασθαι

  αὕτως θαρσαλέην τε καὶ ἀγλαὰ τεύχἐ ἔχουσαν,

  365 ἀλλ᾽ ἄρ᾽ Ἀθηναίην ἢ καρτερόθυμον Ἐνυὼ

  ἢ Ἔριδ᾽ ἢ κλειτὴν Λητωίδα: καί μιν ὀΐω

  σήμερον Ἀργείοισι φόνον στονόεντα βαλέσθαι

  νῆάς τ᾽ ἐμπρήσειν ὀλοῷ πυρί, τῇσι πάροιθεν

  ἤλυθον ἐς Τροίην νῶιν κακὰ πολλὰ φέροντες,

  370 ἤλυθον ἄσχετον ἄμμιν ὑπ᾽ Ἄρεϊ πῆμα φέροντες:

  ἀλλ᾽ οὐ μὰν παλίνορσοι ἐς Ἑλλάδα νοστήσαντες

  πάτρην εὐφρανέουσιν, ἐπεὶ θεὸς ἄμμιν ἀρήγει.’

  ὣς ἄρ᾽ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς,

  νήπιος: οὐδ᾽ ἄρ᾽ ἐφράσσατ᾽ ἐπεσσύμενον βαρὺ πῆμα

  375 οἷ αὐτῷ καὶ Τρωσὶ καὶ αὐτῇ Πενθεσιλείῃ.

  οὐ γάρ πώ τι μόθοιο δυσηχέος ἀμφιπέπυστο

  Αἴας ὀβριμόθυμος ἰδὲ πτολίπορθος Ἀχιλλεύς,

  ἀλλ᾽ ἄμφω περὶ σῆμα Μενοιτιάδαο κέχυντο

  μνησάμενοι ἑτάροιο: γόος δ᾽ ἔχεν ἄλλυδις ἄλλον.

  380 τοὺς γὰρ δὴ μακάρων τις ἐρήτυε νόσφι κυδοιμοῦ,

  ὄφρ᾽ ἀλεγεινὸν ὄλεθρον ἀναπλήσωσι δαμέντες

  πολλοὶ ὑπὸ Τρώεσσι καὶ ἐσθλῇ Πενθεσιλείῃ,

  ἥ σφιν ἐπασσυτέροις κακὰ μήδετο, καί οἱ ἄεξεν

  ἀλκὴ ὁμῶς καὶ θάρσος ἐπὶ πλέον, οὐδέ ποτ᾽ αἰχμὴν

  385 μαψιδίην ἴθυνεν, ἀεὶ δ᾽ ἢ νῶτα δάϊζε

  φευγόντων ἢ στέρνα καταντίον ἀϊσσόντων:

  θερμῷ δ᾽ αἵματι πάμπαν ἐδεύετο, γυῖα δ᾽ ἐλαφρὰ

  ἔπλετ᾽ ἐπεσσυμένης: κάματος δ᾽ οὐ δάμνατο θυμὸν

  ἄτρομον, ἀλλ᾽ ἀδάμαντος ἔχεν μένος: εἰσέτι γάρ μιν,

  οὔπω ἐπὶ κλόνον αἰνὸν ἐποτρύνουσ᾽ Ἀχιλῆα,

  390 αἶσα λυγρὴ κύδαινεν, ἀπόπροθι δ᾽ ἑστηυῖα

  χάρμης κυδιάασκεν ὀλέθριον, οὕνεκ᾽ ἔμελλε

  κούρην οὐ μετὰ δηρὸν ὑπ᾽ Αἰακίδαο χέρεσσι

  δάμνασθ᾽: ἀμφὶ δέ μιν ζόφος ἔκρυφε: τὴν δ᾽ ὀρόθυνεν

  αἰὲν ἄϊστος ἐοῦσα καὶ ἐς κακὸν ἦγεν ὄλεθρον

  395 ὕστατα κυδαίνουσ᾽: ἡ δ᾽ ἄλλοθεν ἄλλον ἔναιρεν,

  ὡς δ᾽ ὁπόθ᾽ ἑρσήεντος ἔσω κήποιο θοροῦσα

  ποίης ἐλδομένη θυμηδέος εἴαρι πόρτις

  ἀνέρος οὐ παρεόντος ἐπέσσυται ἄλλοθεν ἄλλῃ

  σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,

  400 καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δ᾽ ἐν ποσὶν ἠμάλδυνεν:

  ὣς ἄρ᾽ Ἀχαιῶν υἷας ἐπεσσυμένη καθ᾽ ὅμιλον

  κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δ᾽ ἐφόβησε.

  Τρωιάδες δ᾽ ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς

  θαύμαζον, πολέμοιο δ᾽ ἔρως λάβεν ἱπποδάμοιο

  405 Ἀντιμάχοιο θύγατρα Μενεπτολέμοιο δ᾽ ἄκοιτιν

  Τισιφόνην: κρατερῇσι δ᾽ ὑπὸ φρεσὶν ἐμμεμαυῖα

  θαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα

  δῆριν ἐπὶ στονόεσσαν: ἔγειρε δέ οἱ θράσος ἀλκήν:

  ‘ὦ φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι λαβοῦσαι

  410 ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης

  δυσμενέσιν μάρνανται ὑπὲρ τεκέων τε καὶ ἡμέων,

  οὔποτ᾽ ἀναπνείοντες ὀϊζύος — ἀλλὰ καὶ αὐταὶ

  παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης:

  οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐϋσθενέων αἰζηῶν,

  415 ἀλλ᾽ οἷον κείνοισι πέλει μένος ἔστι καὶ ἡμῖν:

  ἶσοι δ᾽ ὀφθαλμοὶ καὶ γούνατα, πάντα δ᾽ ὁμοῖα,

  ξυνὸν δ᾽ αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ,

  φορβὴ δ᾽ οὐχ ἑτέρη: δί δ᾽ ἐπ᾽ ἀνδράσι λώιον ἄλλο

  θῆκε θεός; τῷ μή τι φεβώμεθα δηιοτῆτα.

  420 ἢ οὐχ ὁράατε γυναῖκα μέγ᾽ αἰζηῶν προφέρουσαν

  ἀγχεμάχων; τῆς δ᾽ οὔτι πέλει σχεδὸν οὔτε γενέθλη

  οὔτ᾽ ἄρ᾽ ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δ᾽ ἄνακτος

  μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν

  ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα:

  425 ἡμῖν δ᾽ ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται:

  τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι

  ὤλλυνθ᾽, αἱ δὲ τοκῆας ὀδυρόμεθ᾽ οὐκέτ᾽ ἐόντας:

  ἄλλαι δ᾽ αὖτ᾽ ἀκάχηνται ἀδελφειῶν ἐπ᾽ ὀλέθρῳ

  καὶ πηῶν: οὐ γάρ τις ὀϊζυρῆς κακότητος

  430 ἄμμορος: ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ

  εἰσιδέειν: τῷ μή τις ἔτ᾽ ἀμβολίη πολέμοιο

  εἴη τειρομένῃσιν: ἔοικε γὰρ ἐν δαῒ μᾶλλον

  τεθνάμεν ἢ μετόπισθεν ὑπ᾽ ἀλλοδαποῖσιν ἄγεσθαι

  νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπ᾽ ἀνάγκῃ

  435 ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτ᾽ ἐόντων.’

  ὣς ἄρ᾽ ἔθη: πάσῃσι δ᾽ ἔρως στυγεροῖο μόθοιο

  ἔμπεσεν: ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον

  βήμεναι ἐν τεύχεσσιν ἀρηγέμεναι μεμαυῖαι

  ἄστεϊ καὶ λαοῖσιν: ὀρίνετο δέ σφισι θυμός.

  440 ὡς δ᾽ ὅτ᾽ ἔσω σίμβλοιο μέγ᾽ ἰύζωσι μέλισσαι

  χείματος οὐκέτ᾽ ἐόντος, ὅτ᾽ ἐς νομὸν ἐντύνονται

  ἐλθέμεν, οὐδ᾽ ἄρα τῇσ�
� φίλον πέλει ἔνδοθι μίμνειν,

  ἄλλη δ᾽ αὖθ᾽ ἑτέρην προκαλίζεται ἐκτὸς ἄγεσθαι:

  ὣς ἄρα Τρωιάδες ποτὶ φύλοπιν ἐγκονέουσαι

  445 ἀλλήλας ὤτρυνον: ἀπόπροθι δ᾽ εἴρια θέντο

  καὶ ταλάρους, ἀλεγεινὰ δ᾽ ἐπ᾽ ἔντεα χεῖρας ἴαλλον.

  καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο

  ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κείνῃ,

  εἰ μή σφεας κατέρυξε πύκα φρονέουσα Θεανὼ

  450 ἐσσυμένας πινυτοῖσι παραυδήσασ᾽ ἐπέεσσι:

  ‘τίπτε ποτὶ κλόνον αἰνὸν ἐελδόμεναι πονέεσθαι,

  σχέτλιαι, οὔτι πάροιθε πονησάμεναι περὶ χάρμης,

  ἀλλ᾽ ἄρα νηίδες ἔργον ἐπ᾽ ἄτλητον μεμαυῖαι

  ὄρνυσθ᾽ ἀφραδέως; οὐ γὰρ σθένος ἔσσεται ἶσον

  455 ἡμῖν καὶ Δαναοῖσιν ἐπισταμένοισι μάχεσθαι.

  αὐτὰρ Ἀμαζόσι δῆρις ἀμείλιχος ἱππασίαι τε

  εὔαδον ἐξ ἀρχῆς καὶ ὅσ᾽ ἀνέρες ἔργα μέλονται:

  τοὔνεκ᾽ ἄρα σφίσι θυμὸς ἀρήιος αἰὲν ὄρωρεν,

  οὐδ᾽ ἀνδρῶν δεύονται, ἐπεὶ πόνος ἐς μέγα κάρτος

  460 θυμὸν ἀνηέξησε καὶ ἄτρομα γούνατ᾽ ἔθηκε.

  τὴν δὲ φάτις καὶ Ἄρηος ἔμεν κρατεροῖο θύγατρα:

  τῷ οἱ θηλυτέρην τιν᾽ ἐριζέμεν οὔτι ἔοικεν:

  ἠὲ τάχ᾽ ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισιν.

  πᾶσι δ᾽ ἄρ᾽ ἀνθρώποισιν ὁμὸν γένος, ἀλλ᾽ ἐπὶ ἔργα

  465 στρωφῶντ᾽ ἄλλος ἐπ᾽ ἄλλα: πέλει δ᾽ ἄρα κεῖνο φέριστον

  ἔργον, ὅ τι φρεσὶν ᾖσιν ἐπιστάμενος πονέηται:

  τοὔνεκα δηιοτῆτος ἀποσχόμεναι κελαδεινῆς

  ἱστὸν ἐπεντύνεσθε φίλων ἔντοσθε μελάθρων.

  ἁνδράσι δ᾽ ἡμετέροισι περὶ πτολέμοιο μελήσει.

  470 ἐλπωρὴ δ᾽ ἀγαθοῖο τάχ᾽ ἔσσεται, οὕνεκ᾽ Ἀχαιοὺς

  δερκόμεθ᾽ ὀλλυμένους, μέγα δὲ κράτος ὄρνυται ἀνδρῶν

  ἡμετέρων: οὐδ᾽ ἔστι κακοῦ δέος: οὔτι γὰρ ἄστυ

  δήιοι ἀμφὶς ἔχουσιν ἀνηλέες, οὔτ᾽ ἀλεγεινὴ

  γίνετ᾽ ἀναγκαίη καὶ θηλυτέρῃσι μάχεσθαι.’

  475 ὣς φάτο: ταὶ δ᾽ ἐπίθοντο παλαιοτέρῃ περ ἐούσῃ,

  ὑσμίνην δ᾽ ἀπάνευθεν ἐσέδρακον, ἡ δ᾽ ἔτι λαοὺς

  δάμνατο Πενθεσίλεια, περιτρομέοντο δ᾽ Ἀχαιοί,

  οὐδέ σφιν θανάτοιο πέλε στονόεντος ἄλυξις:

  ἀλλ᾽ ἅτε μηκάδες αἶγες ὑπὸ βλοσυρῇσι γένυσσι

  480 πορδάλιος κτείνοντο, ποθὴ δ᾽ ἔχεν οὐκέτι χάρμης

  ἀνέρας ἀλλὰ φόβοιο, καὶ ἄλλυδις ἤιον ἄλλοι

  οἱ μὲν ἀπορρίψαντες ἐπὶ χθόνα τεύχἐ ἀπ᾽ ὤμων,

  οἱ δ᾽ ἄρα σὺν τεύχεσσι, καὶ ἡνιόχων ἀπάνευθεν

  ἵπποι ἴσαν φεύγοντες: ἐπεσσυμένοις δ᾽ ἄρα χάρμα

  485 ἔπλετ᾽, ἀπολλυμένων δὲ πολὺς στόνος: οὐδέ τις ἀλκὴ

  γίνετο τειρομένοισι: μινυνθάδιοι δὲ πέλοντο

  πάντες, ὅσους ἐκίχανεν ἀνὰ κρυερὸν στόμα χάρμης.

  ὡς δ᾽ ὅτ᾽ ἐπιβρίσασα μέγα στονόεσσα θύελλα

  ἄλλα μὲν ἐκ ῥιζέων χαμάδις βάλε δένδρεα μακρὰ

  490 ἄνθεσι τηλεθόωντα, τὰ δ᾽ ἐκ πρέμνοιο κέδασσεν

  ὑψόθεν, ἀλλήλοισι δ᾽ ἐπὶ κλασθέντα κέχυνται:

  ὣς Δαναῶν κέκλιντο πολὺς στρατὸς ἐν κονίῃσι

  Μοιράων ἰότητι καὶ ἔγχεϊ Πενθεσιλείης.

  αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον

  495 χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴας

  οἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν:

  ‘ὦ Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ

  οὔασιν ὡς πολέμοιο συνεσταότος μεγάλοιο:

  ἀλλ᾽ ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν

  500 Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας:

  νῶιν δ᾽ ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ

  ἔσσεται: οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας

  αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ

  τὸ πρὶν ἅμ᾽ Ἡρακλῆι δαΐφρονι Δαομέδοντος

  505 Τροίην, ἀγλαὸν ἄστυ, διέπραθον ἐγχείῃσι:

  ὡς καὶ νῦν τελέεσθαι ὑφ᾽ ἡμετέρῃσιν ὀΐω

  χερσίν, ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν.’

  ὣς φάτο: τῷ δ᾽ ἐπίθησε θρασὺ σθένος Αἰακίδαο:

  κλαγγὴν γὰρ στονόεσσαν ὑπέκλυεν οὔασιν οἷσιν.

  510 ἄμφω δ᾽ ὡρμήθησαν ἐπ᾽ ἔντεα μαρμαίροντα:

  καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου:

  τῶν δ᾽ ἄρα τεύχεα καλὰ μέγ᾽ ἔβραχε: μαίνετο δέ σφιν

  ἶσον θυμὸς Ἄρηι: τόσον σθένος ἀμφοτέροισι

  δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη.

  515 Ἀργεῖοι δ᾽ ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ

  εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο,

  οἵ ποτ᾽ ἐπ᾽ εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρὰ

  Ὄσσαν τ᾽ αἰπεινὴν καὶ Πήλιον ὑψικάρηνον,

  ὅππως δὴ μεμαῶτε καὶ οὐρανὸν εἰσαφίκωνται:

  520 τοῖοι ἄρ᾽ ἀντέστησαν ἀταρτηροῦ πολέμοιο

  Αἰακίδαι, μέγα χάρμα λιλαιομένοισιν Ἀχαιοῖς,

  ἄμφω ἐπειγόμενοι δηίων ἀπὸ λαὸν ὀλέσσαι.

  πολλοὺς δ᾽ ἐγχείῃσιν ἀμαιμακέτῃσι δάμασσαν:

  ὡς δ᾽ ὅτε πίονα μῆλα βοοδμητῆρε λέοντε

  525 εὑρόντ᾽ ἐν ξυλόχοισι φίλων ἀπάνευθε νομήων

  πανσυδίῃ κτείνωσιν, ἄχ
ρις μέλαν αἷμα πιόντες

  σπλάγχνων ἐμπλήσωνται ἑὴν πολυχανδέα νηδύν:

  ὣς οἵ γ᾽ ἄμφω ὄλεσσαν ἀπειρέσιον στρατὸν ἀνδρῶν.

  Ἔνθ᾽ Αἴας ἕλε Δηίοχον καὶ ἀρήιον ῞Υλλον,

  530 Εὐρύνομόν τε φιλοπτόλεμον καὶ Ἐνυέα δῖον.

  Ἀντάνδρην δ᾽ ἄρα Πηλείδης ἕλε καὶ Πολεμοῦσαν

  ἠδὲ καὶ Ἀντιβρότην, μετὰ δ᾽ Ἱπποθόην ἐρίθυμον,

  τῇσι δ᾽ ἔφ᾽ Ἀρμοθόην: ἐπὶ δ᾽ ᾤχετο λαὸν ἅπαντα

  αὺν Τελαμωνιάδῃ μεγαλήτορι: τῶν δ᾽ ὑπὸ χερσὶ

  535 πυκναί τε σθεναραί τε κατηρείποντο φάλαγγες

  ῥεῖα καὶ ὀτραλέως, ὡσεὶ πυρὶ δάσκιος ὕλη

  οὔρεος ἐν ξυνοχῇσιν ἐπισπέρχοντος ἀήτεω.

  τοὺς δ᾽ ὁπότ᾽ εἰσενόησε δαΐφρων Πενθεσίλεια

  θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,

  540 ἀμφοτέρων ὥρμησε καταντίον, ἠΰτε λυγρὴ

  πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα

  αἰνὰ περισσαίνουσα θόρῃ κατέναντ᾽ ἐπιόντων

  ἀγρευτέων, οἵπερ μιν ἐν ἔντεσι θωρηχθέντες.

  ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν:

  545 ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον

  δούρατ᾽ ἀειράμενοι: περὶ δέ σφισι χαλκὸς ἀΰτει

  κινυμένων: πρώτη δ᾽ ἔβαλεν περιμήκετον ἔγχος

  ἐσθλὴ Πενθεσίλεια: τὸ δ᾽ ἐς σάκος Αἰακίδαο

  ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτ᾽ ἀπὸ πέτρης:

  550 τοἶ ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα.

 

‹ Prev