Delphi Complete Works of Quintus Smyrnaeus

Home > Other > Delphi Complete Works of Quintus Smyrnaeus > Page 35
Delphi Complete Works of Quintus Smyrnaeus Page 35

by Quintus Smyrnaeus


  ἡ δ᾽ ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα

  Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει:

  ‘νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος:

  ἀλλ᾽ ὀΐω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν

  555 ὑμέων ἀμφοτέρων, οἵ τ᾽ ἄλκιμοι εὐχετάασθε

  ἔμμεναι ἐν Δαναοῖσιν: ἐλαφροτέρη δὲ μόθοιο

  ἔσσεται ἱπποδάμοισι τότε Τρώεσσιν ὀϊζύς.

  ἀλλά μοι ἆσσον ἵκεσθε κατὰ κλόνον, ὄφρ᾽ ἐσίδησθε,

  ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν:

  560 καὶ γάρ μευ γένος ἐστὶν Ἀρήιον: οὐδέ με θνητὸς

  γείνατ᾽ ἀνήρ, ἀλλ᾽ αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς:

  τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.’

  ἦ, μέγα καγχαλόωσα κατὰ φρένας: ἧκε δ᾽ ἄρ᾽ ἔγχος

  δεύτερον: οἱ δ᾽ ἐγέλασσαν, ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ

  Αἴαντος κνημῖδα πανάργυρον. οὐδέ οἱ εἴσω

  565 ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι:

  οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου

  δυσμενέων στονόεσσαν ἐπὶ πτολέμοισιν ἀκωκήν.

  Αἴας δ᾽ οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλ᾽ ἄρα Τρώων

  ἐς πληθὺν ἀνόρουσε: λίπεν δ᾽ ἄρα Πηλείωνι

  570 οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς

  ᾔδεεν, ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα

  ῥηίδιος πόνος ἔσσεθ᾽ ὅπως ἴρηκι πέλεια.

  Ἡ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα:

  καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός:

  575 ‘ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν

  ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,

  οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων:

  ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης

  εὐχόμεθ᾽ ἐκγεγάμεν: τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ

  580 ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας

  δῆριν ἐπὶ στονόεσσαν: ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ

  καὶ κρατερόν περ ἐόντα: σὺ δ᾽ ἐν φρεσὶ πάγχυ μέμηνας,

  ἣ μέγ᾽ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον

  σήμερον: ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ:

  585 οὐδὲ γὰρ οὐδ᾽ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης

  ἐξ ἐμέθεν: τίσεις δὲ κακὸν μόρον, εὖτ᾽ ἐν ὄρεσσι

  κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.

  ἣ οὔπω τόδ᾽ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα

  Ξάνθου πὰρ προχοῇσιν ὑφ᾽ ἡμετέρῃς παλάμῃσιν;

  590 ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο

  καὶ νόον, ὄφρα σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν;’

  ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων

  λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν:

  αἶψα δ᾽ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν

  595 οὔτασε δεξιτεροῖο: μέλαν δέ οἱ ἔρρεεν αἷμα

  ἐσσυμένως: ἡ δ᾽ εἶθαρ ὑπεκλάσθη μελέεσσιν:

  ἐκ δ᾽ ἔβαλεν χειρὸς πέλεκυν μέγαν: ἀμφὶ δέ οἱ νὺξ

  ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.

  ἀλλὰ καὶ ὣς ἄμπνυε καὶ εἴσιδε δήιον ἄνδρα

  600 ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου:

  ὥρμηνεν δ᾽ ἢ χειρὶ μέγα ξίφος εἰρύσσασα

  μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,

  ἢ κραιπνῶς ἵπποιο κατ᾽ ὠκυτάτοιο θοροῦσα

  λίσσεσθ᾽ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα

  605 χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει

  θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,

  τοῖς ἤν πως πεπίθοιτ᾽ ὀλοὸν σθένος Αἰακίδαο:

  ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν:

  δῴη νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.

  610 καὶ τὸ μὲν ὣς ὥρμαινε: θεοὶ δ᾽ ἑτέρωσε βάλοντο.

  τῇ γὰρ ἐπεσσύμενος μέγ᾽ ἐχώσατο Πηλέος υἱός,

  καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου:

  εὖτέ τις ἀμφ᾽ ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος

  σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,

  615 ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα

  θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ

  ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ

  πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης:

  ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέϊ ἵππῳ

  620 ἀντικρὺ διάμησεν ὑπ᾽ ἔγχεϊ μαιμώωντι

  Πηλείδης: ἡ δ᾽ ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ

  εὐσταλέως ἐριποῦσα κατ᾽ οὔδεος: οὐδέ οἱ αἰδὼς

  ᾔσχυνεν δέμας ἠΰ: τάθη δ᾽ ἐπὶ νηδύα μακρῷ

  δουρὶ περισπαίρουσα, θοῷ δ᾽ ἐπεκέκλιτο ἵππῳ:

  625 εὖτ᾽ ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο,

  ἥν τέ που αἰπυτάτην ἀνά τ᾽ ἄγκεα μακρὰ καὶ ὕλην,

  οἷ αὐτῇ μέγ᾽ ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα:

  τοίη Πενθεσίλεια κατ᾽ ὠκέος ἤριπεν ἵππου

  θηητή περ ἐοῦσα: κατεκλάσθη δέ οἱ ἁλκή.

  630 Τρῶες δ᾽ ὡς ἐσίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ,

  πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο

  ἄσπετ᾽ ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν.

  ὡς δ᾽ ὅτ᾽ ἀν᾽ εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω

  ναῦται νἦ ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον,

&n
bsp; 635 παῦροι πολλὰ καμόντες ὀϊζυρῆς ἀλὸς εἴσω,

  ὀψὲ δ᾽ ἄρα σφίσι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ,

  τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα

  ἐξ ἁλὸς ἀΐσσουσι μέγ᾽ ἀχνύμενοι περὶ νηὸς

  ἠδ᾽ ἐτάρων, οὓς αἰνὸν ὐπὸ ζόφον ἤλασε κῦμα:

  640 ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο

  κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα

  καὶ λαούς, οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.

  Τῇδ᾽ ἔπικαγχλόων μεγάλ᾽ εὔχετο Πηλέος υἱός:

  ‘κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδ᾽ οἰωνῶν,

  645 δειλαίη: τίς γάρ σε παρήπαφεν ἀντί᾽ ἐμεῖο

  ἐλθέμεν; ἦ που ἔφησθα μάχης ἄπο νοστήσασα

  οἰσέμεν ἄσπετα δῶρα παρά Πριάμοιο γέροντος

  κτείνασ᾽ Ἀργείους: ἀλλ᾽ οὐ τόδε σοίγε νόημα

  ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν

  650 ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα

  ἠδὲ σοὶ αἰνομόρῳ, ἐπειή νύ σε Κῆρες ἐρεμναὶ

  καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν

  βήμεναι ἐς πόλεμον, τόν περ τρομέουσι καὶ ἄνδρες.’

  ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς

  655 ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης:

  ἄμφω δ᾽ ἀσπαίρεσκον ὑφ᾽ ἓν δόρυ δῃωθέντες.

  ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν

  ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς: αἴγλῃ:

  τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης

  660 ἐξεφάνη ἐρατῇσιν ὑπ᾽ ὀφρύσι καλά πρόσωπα

  καίπερ ἀποκταμένης. οἱ δ᾽, ὡς ἴδον, ἀμφιέποντες

  Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.

  κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠΰτ᾽ ἀτειρὴς

  Ἄρτεμις ὑπνώουσα, Διὸς τέκος, εὖτε κάμῃσι

  665 γυῖα κατ᾽ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας:

  αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν

  Κύπρις ἐϋστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,

  ὄφρα τι καὶ Πηλῆος ἀμύμονος υἰ̔̂ ἀκαχήσῃ.

  πολλοὶ δ᾽ εὐχετόωντο κατ᾽ οἰκία νοστήσαντες

  670 τοίης ἧς ἀλόχοιο ταρὰ λεχέεσσιν ἰαῦσαι.

  καὶ δ᾽ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,

  οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν

  Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος

  ἔπλετ᾽ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη.

  675 Ἄρεϊ δ᾽ ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς

  θυμὸν ἀκηχεμένῳ: τάχα δ᾽ ἔκθορεν Οὐλύμποιο

  σμερδαλέῳ ἀτάλαντος ἐΰ κτυπέοντι κεραυνῷ,

  ὅν τε Ζεὺς προΐησιν, ὁ δ᾽ ἀκαμάτης ἀπὸ χειρὸς

  ἔσσυται ἢ ἐπὶ πόντον ἀπείριτον ἢ ἐπὶ γαῖαν

  680 μαρμαίρων, τῷ δ᾽ ἀμφὶ μέγας πελεμίζετ᾽ Ὄλυμπος:

  τοῖος Ἄρης ταναοῖο δι᾽ ἠέρος ἀσχαλόων κῆρ

  ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε

  παιδὸς ἑῆς: τῷ γάρ ῥα κατ᾽ οὐρανὸν εὐρὺν ἐόντι

  αὖραι μυθήσαντο θοαὶ Βορέαο θύγατρες

  685 κούρης αἰνὸν ὄλεθρον: ὁ δ᾽ ὡς κλύεν, ἶσος ἀέλλῃ

  Ἰδαίων ὀρέων ἐπεβήσατο: τοῦ δ᾽ ὑπὸ ποσσὶν

  ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοί τε χαράδραι

  καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης.

  καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ,

  690 εἰ μή μιν Ζεὺς αὐτὸς ἀπ᾽ Οὐλύμποιο φόβησε

  σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς,

  οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτόωντο δι᾽ αἴθγης

  δεινὸν ἀπαιθόμενοι: ὁ δ᾽ ἄρ᾽ εἰσορόων ἐνόησε

  πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν:

  695 ἔστη δ᾽ ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν.

  ὡς δ᾽ ὅτ᾽ ἀπ᾽ ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν

  λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος,

  ὄμβρος ἄρ᾽ ἠὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι

  λάβρα κυλινδομένοιο, ὁ δ᾽ ἀκαμάτῳ ὑπὸ ῥοίζῳ

  700 ἔσσυτ᾽ ἁναθρώσκων μάλα ταρφέα, μέχρις ἵκηται

  χῶρον ἐπ᾽ ἰσόπεδον, σταίη δ᾽ ἄφαρ οὐκ ἐθέλων περ:

  ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ

  ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι

  πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκ᾽ ἄρ᾽ αὐτῶν

  705 πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή.

  πολλὰ δέ πορφύροντα θοὸς νόος ὀτρύνεσκεν

  ἄλλοτε μέν Κρονίδαο μέγ᾽ ἀσχαλόωντος ἐνιπὴν

  σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι,

  ἄλλοτε δ᾽ οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλ᾽ Ἀχιλῆι

  710 μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. ὀψὲ δέ οἱ κῆρ

  μνήσαθ᾽, ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν

  υἱέες, οἷς οὐδ᾽ αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισιν:

  τοὔνεκ᾽ ἀπ᾽ Ἀργείων ἑκάς ἤϊεν: ἦ γὰρ ἔμελλεν

  κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ,

  715 εἰ Διὸς ἀθανάτοιο παρὲκ νόον ἄλλα μενοίνα.

  καὶ τότ᾽ ἀρήϊοι υἷες ἐϋσθενέων Ἀργείων

  σύλεομ ἐσσυμένως βεβροτωμένα τεύχεα νεκρῶν

  πάντῃ ἐπεσσύμενοι: μέγα δ᾽ ἄχνυτο Πηλέος υἱὸς

  κούρης εἰσορόων ἐ�
�ατὸν σθένος ἐν κουίῃσι:

  720 τοὔνεκά οἱ κραδίην ὀλοαὶ κατέδαπτον ἀνῖαι

  ὁππόσον ἀμφ᾽ ἑτάροιο πάρος Πατρόκλοιο δαμέντος.

  Θερσίτης δέ μιν ἄντα κακῷ μέγα νείκεσε μύθῳ:

  ‘ὦ Ἀχιλεῦ φρένας αἰνέ, τίη νύ σευ ἤπαφε δαίμων

  θυμὸν ἐνὶ στέρνοισιν Ἀμαζόνος εἵνεκα λυγρῆς,

  725 ἣ νῶιν κακὰ πολλὰ λιλαίετο μητίσασθαι;

  τῆς τοι ἐνὶ φρεσὶ σῇσι γυναιμανές ἦτορ ἔχουτι

  μέμβλεται ὡς ἀλόχοιο πολύφρονος, ἥν τ᾽ ἐπὶ ἕδνοις

  κουριδίην μνήστευσας ἐελδόμενος γαμέεσθαι.

  ὥς σ᾽ ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί,

  730 οὕνεκα θηλυτέρῃσιν ἄδην ἐπιτέρπεαι ἦτορ,

  οὐδέ νύ σοί τι μέμηλεν ἐνὶ φρεσὶν οὐλομένῃσιν

  ἀμθ᾽ ἀρετῆς κλυτὸν ἔργου, ἐπὴν ἐσίδησθα γυναῖκα.

  σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐῢ σθένος ἠδὲ νόημα;

  πῇ δὲ βίη βασιλῆος ἀμύμονος; οὐδέ τι οἶαθα

  735 ὅσσον ἄχος Τρώεσσι γυναιμανέουσι τέτυκται;

  οὐ γὰρ τερπωλῆς ὀλοώτερον ἄλλο βροτοῖσιν

  ἐς λέχος ἱεμένης, ἥ τ᾽ ἄφρονα φῶτα τίθησι

  καὶ πινυτόν περ ἐόντα: πόνῳ δ᾽ ἄρα κῦδος ὀπηδεῖ:

  ἀνδρὶ γὰρ αἰχμητῇ νίκης κλέος ἔργα τ᾽ Ἄρηος

  740 τερπνά: φυγοπτολέμῳ δὲ γυναικῶν εὔαδεν εὐνή.’

  ἦ μέγα νεικείων: ὁ δέ οἱ περιχώσατο θυμῷ

  Πηλείδης ἐρίθυμος: ἄφαρ δέ ἑ χειρὶ κραταιῇ

  τύψε κατὰ γναθμοῖο καὶ οὔατος: οἱ δ᾽ ἅμα πάντες

 

‹ Prev