Delphi Complete Works of Quintus Smyrnaeus

Home > Other > Delphi Complete Works of Quintus Smyrnaeus > Page 38
Delphi Complete Works of Quintus Smyrnaeus Page 38

by Quintus Smyrnaeus


  300 οὔτι πρόσω μεμαῶτες ἔτ᾽ ἐλθέμεν: αἰνὰ δὲ Νέστωρ

  ἐγγύθεν εἰσορόων ὀλοφύρετο, κέκλετο δ᾽ ἄλλους

  σφοὺς ἑτάρους δηίοισιν ἐπελθέμεν: ἂν δὲ καὶ αὐτὸς

  ὥρμαινεν πονέεσθαι ἀφ᾽ ἅρματος, οὕνεκ᾽ ἄρ᾽ αὐτὸν

  παιδὸς ἀποφθιμένοιο ποθὴ ποτὶ μῶλον ἄγεσκε

  305 πὰρ δύναμιν: μέλλεν δὲ φίλῳ περὶ παιδὶ καὶ αὐτὸς

  κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρ᾽ αὐτὸν

  Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν

  αἰδεσθεὶς ἀνὰ θυμὸν ὁμήλικα πατρὸς ἑοῖο:

  ‘ὧ γέρον, οὔ μοι ἔοικε καταντία σεῖο μάχεσθαι

  310 πρεσβυτέροιο γεγῶτος, ἐπεί γ᾽ εὖ οἶδα νοῆσαι:

  ἦ γὰρ ἔγωγ᾽ ἐφάμην σε νέον καὶ ἀρήιον ἄνδρα

  ἀντιάαν δηίοισι: θρασὺς δέ μοι ἔλπετο θυμὸς

  χειρὸς ἐμῆς καὶ δουρὸς ἐπάξιον ἔμμεναι ἔργον.

  ἀλλ᾽ ἀναχάζεο τῆλε μόθου στυγεροῦ τε φόνοιο,

  315 χάζεο, μή σε βάλοιμι καὶ οὐκ ἐθέλων περ ἀνάγκῃ,

  μηδὲ τεῷ περὶ παιδὶ πέσῃς μέγ᾽ ἀμείνονι φωτὶ

  μαρνάμενος, μὴ δή σε καὶ ἄφρονα μυθήσωνται

  ἀνέρες: οὐ γὰρ ἔοικεν ὑπερτέρῳ ἀντιάασθαι.’

  ὣς φάτο: τὸν δ᾽ ἑτέρωθι γέρων ἠμείβετο μύθῳ:

  320 ‘ὦ Μέμνον, τὰ μὲν ἄρ που ἐτώσια πάντ᾽ ἀγορεύεις:

  οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς

  ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα

  νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον: ὡς ὄφελόν μοι

  ἀλκὴ ἔτ᾽ ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος:

  325 νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγ᾽ εὔχεαι, οὕνεκα θυμὸς

  θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερον δὲ νόημα:

  τῷ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις.

  εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις,

  οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι:

  330 νῦν δ᾽ ὥς τίς τε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ,

  ὅν τε κύων σταθμοῖο πολυρρήνοιο δίηται

  θαρσαλέως, ὁ δ᾽ ἄρ᾽ οὔτι λιλαιόμενός περ ἀμύνει

  οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτ᾽ ἔμπεδοί εἰσιν ὀδόντες

  οὐδὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ:

  335 ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν,

  οἷόν. περ τὸ πάροιθεν: ὅμως δ᾽ ἔτι φέρτερός εἰμι

  πολλῶν ἀνθρώπων, παύροισι δέ γῆρας ὑπείκει

  ἡμέτερον, τοῖς κάρτος ὁμῶς πέλει ἠδὲ καὶ ἥβη.’

  ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο: λεῖπε δ᾽ ἄρ᾽ υἷα

  κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν

  340 γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθεν:

  γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο.

  ὣς δ᾽ αὕτως ἀπόρουσεν ἑϋμμελίης Θρασυμήδης

  Φηρεύς τ᾽ ὀβριμόθυμος ἰδ᾽ ἄλλοι πάντες ἑταῖροι

  δειδιότες: μάλα γάρ σφιν ἐῴχετο λοίγιος ἀνήρ.

  345 Ὡς δ᾽ ὅτ᾽ ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης

  καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ

  ὁππότε συννεφὲς ἦμαρ ἐπ᾽ ἀνθρώποισι τανύσσῃ

  Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ

  βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων

  350 θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι

  ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ

  σμερδαλέον βοόωσι κατ᾽ οὔρεα πάντα χαράδραι:

  ὣς Μέμνων σεύεσκεν ἐπ᾽ ᾐόνας Ἑλλησπόντου

  Ἀργείους: μετόπισθε δ᾽ ἐπισπόμενος κεράϊζε:

  355 πολλοὶ δ᾽ ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον

  Αἰθιόπων ὑπὸ χερσί: λύορῳ δ᾽ ἐφορύνετο γαῖα

  ὀλλυμένων Δαναῶν. μέγα δ᾽ ἐν φρεσὶ γήθεε Μέμνων

  αἰὲν ἐπεσσύμενος δηίων στίχας: ἀμφὶ δὲ νεκρῶν

  στείνετο Τρώιον δὖδας: ὁ δ᾽ οὐκ ἀπέληγε κυδοιμοῦ:

  360 ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα

  ἔσσεσθ᾽: ἀλλά ἑ Μοῖρα πολύστονος ἠπερόρευεν

  ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα.

  ἀμφὶ δὲ οἱ θεράποντες ἐϋσθενέες πονέοντο,

  Ἀλκυονεὺς Νύχιός τε καὶ Ἀσιάδης ἐρίθυμος

  365 αἰχμητής τε Μένεκλος Ἀλέξιππός τε Κλύδων τε

  ἄλλοι τ᾽ ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ

  καρτύναντ᾽ ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι.

  καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι

  Νηλείδης κατέπεφνεν. ὁ δ᾽ ἀσχαλόων ἑτάροιο

  370 Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον:

  ὡς δ᾽ ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι

  θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν

  ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτιον δόλον ἄγρης

  αἰζηῶν ἰότητι, κύνες δ᾽ ἐπικαγχαλόωσιν,

  375 πυκνὸν ὑλακτιόωντες, ὁ δ᾽ ἐμμεμαὼς ὑπ᾽ ἄκοντι

  κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν:

  ὣς Μέμνων ἐδάϊζε πολὺν στρατόν: ἀμφὶ δ᾽ ἑταῖροι

  γήθεον: Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρ᾽ ἐφέβοντο.

  ὡς δ᾽ ὁπότ᾽ ἐξεριπόντος ἀπ᾽ οὔρεος ἠλιβάτοιο

  380 πέτρου ἀπειρεσίοιο, τὸν ὑψόθεν ἀκάματος Ζεὺς

  ὤσῃ ἀπὸ κρημνοῖο βαλὼν στονόεντι κεραυνῷ,

  τοῦ δ᾽ ἄρ᾽ ἀνὰ δρυρὰ πυκνὰ καὶ
ἄγκεα μακρὰ ῥαγέντος

  βῆσσαι ἐπικτυπέουσι, περιτρομέουσι δ᾽ ἀν᾽ ὕλην,

  εἴ που μῆλ᾽ ὑπένερθε κυλινδομένοιο νέμονται

  385 ἢ βόες ἠέ τιν᾽ ἄλλα, καὶ ἐξαλέονται ἰόντος

  ῥιπὴν ἀργαλέην καὶ ἀμείλιχον: ὣς ἄρ᾽ Ἀχαιοὶ

  Μέμνονος ὄβριμον ἔγχος ἐπεσσυμένοιο φέβοντο.

  καὶ τότε δὴ κρατεροῖο μόλε σχεδὸν Αἰακίδαο

  Νέστωπ, ἀμφὶ δὲ παιδὶ μέγ᾽ ἀχνύμενος φάτο μῦθον:

  390 ‘ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,

  ὤλετό μοι φίλος υἱός, ἔχει δέ μοι ἔντεα Μέμνων

  τεθνεότος, δείδω δὲ κυνῶν μὴ κῦρμα γένηται:

  ἀλλὰ θοῶς ἐπάμυνον, ἐπεὶ φίλος ὅστις ἑταίρου

  μέμνηται κταμένοιο καὶ ἄχνυται οὐκέτ᾽ ἐόντος.’

  395 ὣς φάτο: τοῦ δ᾽ ἀΐπμτπς ὑπὸ φρένας ἔμπεσε πένθος:

  Μέμνονα δ᾽ ὡς ἐνόησεν ἀνὰ στονόεντα κυδοιμὸν

  Ἀργείους ἰληδὸν ὑπ᾽ ἔγχεϊ δηιόωντα,

  αὐτίκα κάλλιπε Τρῶας, ὅσους ὑπὸ χερσὶ δάϊξεν

  ἀμφ᾽ ἄλλῃσι φάλαγξι, καὶ ἰσχανόων πολέμοιο

  400 ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο

  ἠδ᾽ ἄλλων κταμένων: ὁ δ᾽ ἀνείλετο χείρεσι πέτρην,

  τήν ῥα βροτοὶ θέσαν οὖρον ἐϋστάχυος πεδίοιο,

  καὶ βάλεν ἀκαμάτοιο κατ᾽ ἀσπίδα Πηλείωνος

  δῖος ἀνήρ: ὁ δ᾽ ἄρ᾽ οὔτι τρέσας περιμήκεα πέτρην

  405 σὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων,

  πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ,

  καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν:

  ὃς δὲ καὶ οὐτάμενός περ ἀταρβίϊ μάρνατο θυμῷ:

  τύψε δ᾽ ἄρ᾽ Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ:

  410 τοῦ δ᾽ ἐχύθη φίλον αἷμα: χάρη δ᾽ ἄρ᾽ ἐτώσιον ἥρως,

  καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι:

  ‘νῦν σ᾽ ὀΐω μόρον αἰνὸν ἀναπλήσειν ὑπ᾽ ὀλέθρῳ

  χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι.

  σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες

  415 πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν,

  μητρός τ᾽ ἀθανάτης Νηρηίδος; ἀλλὰ σοὶ ἤδη

  ἤλυθεν αἴσιμον ἦθαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ

  Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκποθι λειριόεσσαι

  Ἑσπερίδες θρέψαντο παρὰ ῥόον ὠκεανοῖο.

  420 τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω

  εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ

  Νηρεΐδος, τῆς αὐτὸς ἐρεύχεαι ἔκγονος εἶναι:

  ἡ μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει,

  τῇ ἐπὶ πάντα τελεῖται ἀτείρεος ἔνδον Ὀλύμπου

  425 ἐσθλά τε καὶ κλυτὰ ἔργα, τά τ᾽ ἀνδράσι γίνετ᾽ ὄνειαρ:

  ἡ δ᾽ ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι

  ναίει ὁμῶς κήτεσσι μετ᾽ ἰχθύσι κυδιόωσα

  ἄπρηκτος καὶ ἀΐστος: ἐγὼ δέ μιν οὐκ ἀλεγίζω

  οὐδέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐΐσκω.’

  430 ὣς φάτο: τὸν δ᾽ ἐνένιπε θρασὺς πάϊς Αἰακίδαο:

  ‘ὦ Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν

  ἐλθέμεν ἀντί᾽ ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν;

  ὃς σέο φέρτερός εἰμι βίῃ γενεῇ τε φυῇ τε

  Ζνηὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα

  435 καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε καύρας

  Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίουσ᾽ ἐν Ὀλύμπῳ,

  πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν,

  οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις,

  ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου,

  440 ἠδὲ καὶ ὡς Ἥφαιστον ἐΰφρονα χαλκεοτέχνην

  δέξαθ᾽ ἑπῖσι δόμοισιν ἀπ᾽ Οὐλύμποιο πεσόντα,

  αὐτόν τ᾽ Ἀργικέραυνον ὅπως ὑπελύσατο δεσμῶν:

  τῶν μιμνησκόμενοι πανδερκέες Οὐρανίωνες

  μητέρ᾽ ἐμὴν τίουσι Θέτιν ζαθέῳ ἐν Ὀλύμπῳ.

  445 γνώσῃ δ᾽ ὡς θεός ἐστιν, ἐπὴν δόρυ χάλκεον εἴσω

  ἐς τεὸν ἧπαρ ἵκηται ἐμῇ βεβλημένον ἀλκῇ:

  Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δ᾽ Ἀντιλόχοιο χολωθεὶς

  τίσομαι: οὐ γὰρ ὄλεσσας ἀνάλκιδος ἀνδρὸς ἑταῖρον.

  ἀλλὰ τί νηπιάχοισιν ἐοικότες ἀφραδέεσσιν

  450 ἕσταμεν ἡμετέρων μυθεύμενοι ἔργα τοκήων

  ἠδ᾽ αὐτῶν; ἐγγὺς καὶ Ἄρης, ἐγγὺς δὲ καὶ ἀλκή.’

  ὣς εἰπὼν παλάμῃσι λάβεν πολυμήκετον ἆορ

  Μέμνων δ᾽ αὖθ᾽ ἑτέρωθι, καὶ ὀτραλέως συνόρουσαν:

  τύπτον δ᾽ ἀλλήλων ἄμοτον φρεσὶ μαιμώωντες

  455 ἀσπίδας, ἃς Ἥφαιστος ὑπ᾽ ἀμβροσίῃ κάμε τέχνῃ,

  πυκνὰ συναΐσσοντες: ἐπέψαυον δὲ λόφοισιν

  ἀλλήλαις ἑκάτερθεν ἐρειδόμεναι τρυφάλειαι.

  Ζεὺς δὲ μέγ᾽ ἀμφοτέροισι φίλα φρονέων βάλε κάρτος,

  τεῦξε δ᾽ ἄρ᾽ ἀκαμάτους καὶ μείζονας, οὐδὲν ὁμοίους

  460 ἀνδράσιν, ἀλλὰ θεοῖσιν: ἔρις δ᾽ ἐπεγήθεεν ἄμφω.

  οἱ δ᾽ αἰχμὴν μεμαῶτες ἄφαρ χροὸς ἐντὸς ἐλάσσαι

  μεσσηγὺς σάκεός τε καὶ ὑψιλόφου τρυφαλείης

  πολλάκις ἰθύνεσκον ἑὸν μένος, ἄλλοτε δ᾽ αὖτε

  βαιὸν ὑπὲρ κνημῖδος, ἔνερθε δὲ δαιδαλέοιο

  465 θώρηκος βριαροῖσιν ἀρηρότος ἀμφὶ μέλεσσιν,

  ἄμφω ἐπειγόμενοι: περὶ δέ σφι
σιν ἄμβροτα τεύχη

  ἀμφ᾽ ὤμοις ἀράβησε: βοὴ δ᾽ ἵκετ᾽ αἰθέρα δῖον

  Τρώων Αἰθιόπων τε καὶ Ἀργείων ἐριθύμων

  μαρναμένων ἑκάτερθε: κόνις δ᾽ ὑπὸ ποσσὶν ὀρώρει

  470 ἄχρις ἐς οὐρανὸν εὐρύν, ἐπεὶ μέγα κίνυτο ἔργου.

  Εὖτ᾽ ὀμίχλη κατ᾽ ὄρεσφιν ὀρινομένου ὑετοῖο,

  ὁππότε δὴ κελάδοντεζ ἐνιπλήθονται ἔναυλοι

  ὕδατος ἐσσυμένοιο, βρέμει δ᾽ ἄρα πᾶσα χαράδρη

  ἄσπετον, οἱ δ᾽ ἄρα πάντες ἐπιτρομέουσι νομῆες

  475 χειμάρρους ὀμίχλην τε φίλην ὀλοοῖσι λύκοισιν

  ἠδ᾽ ἄλλοις θήρεσσιν, ὅσους τρέφει ἄσπετος ὕλη:

  ὣς τῶν ἀμφὶ πόδεσσι κόνις πεπότητ᾽ ἀλεγεινή,

  ἥ ῥά τε καὶ φάος ἠῢ κατέκρυφεν ἠελίοιο

  αἰθέρ᾽ ἐπισκιάουσα: κακὴ δ᾽ ὑπεδάμνατ᾽ ὀϊζὺς

  480 λαοὺς ἐν κονίῃ τε καὶ αἰνομόρῳ ὑσμίνῃ.

  καὶ τὴν μὲν μακάρων τις ἀπώσατο δηιοτῆτος

  ἐσσυμένως: ὀλοαὶ δὲ θοὰς ἑκάτερθε φάλαγγας

  κῆρες ἐποτρύνεσκον ἀπειρέσιον πονέεσθαι

  δῆριν ἀνὰ στονόεσσαν: Ἄρης δ᾽ οὐ λῆγε φόνοιο

  485 λευγαλέου, πάντη δὲ πέριξ ἐφορύνετο γαῖα

  αἵματος ἐκχυμένοιο: μέλας δ᾽ ἐπετέρπετ᾽ Ὄλεθρος:

  στείνετο δὲ κταμένων πεδίον μέγα θ᾽ ἱππόβοτόν τε,

  ὁππόσον ἀμφὶ ῥοαῖς Σιμόεις καὶ Ξάνθος ἐέγργει

  Ἴδηθεν κατιόντες ἐς ἱερὸν Ἑλλήσποντον.

  490 Ἀλλ᾽ ὅτε δὴ πολλὴ μέν ἄδην μηκύνετο δῆρις

  μαρναμένων, ἶσον δὲ μένος τέτατ᾽ ἀμφοτέποισι,

 

‹ Prev