Λαομεδοντιάδης: μάλα γάρ νύ οἱ ἦτορ ἐώλπει
δῃώσειν πυρὶ νῆας ὑπ᾽ ἀνδράσιν Αἰθιόπεσσιν,
οὕνεκ᾽ ἔχον βασιλῆα πελώριον ἠδὲ καὶ αὐτοὶ
110 πολλοὶ ἔσαν καὶ πάντες ἐς Ἄρεα μαιμώωντες:
τῷ ῥ᾽ ἄμοτον κύδαινεν ἐῢν γόνον Ἠριγενείης
δωτίνῃς ἀγαθῇσι καὶ εὐφροσύνῃ τεθαλυίῃ:
ἀλλήλοις δ᾽ ὀάριζον ἐπ᾽ εἰλαπίνῃ καὶ ἐδωδῇ,
ὃς μὲν ἀριστῆας Δαναῶν καὶ ὅσ᾽ ἄλγἐ ἀνέτλη
115 ἐξενέπων, ὁ δὲ πατρὸς ἑοῦ καὶ μητέρος Ἠοῦς
ἀθάνατον βίον αἰέν, ἀπειρεσίης τε ῥέεθρα
Τηθύος, ὠκεανοῦ τε βαθυρρόου ἱερὸν οἶδμα
ἠδέ καὶ ἀκαμάτου πέρατα χθονός, ἀντολίας τε
ἠελίου, καὶ πᾶσαν ἀπ᾽ ὠκεανοῖο κέλευθον
120 μέχρις ἐπὶ Πριάμοιο πόλιν καὶ πρώονας Ἴδης,
ἠδὲ καὶ ὡς ἐδάϊξεν ὑπὸ στιβαρῇσι χέρεσσιν
ἀργαλέων Σολύμων ἱερὸν στρατόν, οἵ μιν ἰόντα
εἶργον, ὃ καὶ σφίσι πῆμα καὶ ἄσχετον ὤπασε πότμον.
καὶ τὰ μὲν ὣς ἀγόρευε καὶ ὡς ἴδεν ἔθνεα φωτῶν
125 μυρία: τοῦ δ᾽ ἀΐοντος ὑπὸ φρεσὶ τέρπετο θυμός,
καί ἑ καθαπτόμενος γεραρῷ προσεφώνεε μύθῳ:
‘ὦ Μέμνον, τό μὲν ἄρ με θεοὶ ποίησαν ἰδέσθαι
σὸν στρατὸν ἠδὲ καὶ αὐτὸν ἐν ἡμετέροισι μελάθροις:
ὥς μοι ἔτι κρήνειαν, ἵν᾽ Ἀργείους ἐσίδωμαι
130 ὀλλυμένους ἅμα πάντας ὑπ᾽ ἐγχείῃσι τεῇσι:
καὶ γὰρ δὴ μακάρεσσιν ἀτειρέσι πάντα ἔοικας
ἐκπάγλως, ὡς οὔτις ἐπιχθονίων ἡρώων:
τῷ σ᾽ ὀΐν κείνοισι φόνον στονόεντα βαλέσθαι.
νῦν δ᾽ ἄγε τέρπεο θυμὸν ἐπ᾽ εἰλαπίνῃσιν ἐμῇσι
135 σήμερον: αὐτὰρ ἔπειτα μαχήσεαι, ὡς ἐπέοικεν.’
ὣς εἰπὼν παλάμῃσι δέπας πολυχανδὲς ἀείρας
Μέμνονα προφρονέως στιβαρῷ δείδεκτο κυπέλλῳ
χρυσείῳ, τό ῥα δῶκε περίφρων ἀμφιγυήεις
Ἥφαιστος κλυτὸν ἔργον, ὅτ᾽ ἤγετο Κυπρογένειαν,
140 Ζηνὶ μεγασθενέϊ: ὁ δ᾽ ἄρ᾽ ὤπασεν υἱέϊ δῶρον
Δαρδάνῳ ἀντιθέῳ: ὁ δ᾽ Ἐριχθονίῳ πόρε παιδί:
Τρωὶ δ᾽ Ἐριχθόνιος μεγαλήτορι: αὐτὰρ ὅ γ᾽ Ἰλῷ
κάλλιπε σὺν κτεάτεσσιν: ὁ δ᾽ ὤπασε Λαομέδοντι:
αὐτὰρ ὁ Λαομέδων Πριάμῳ πόρεν, ὅς μιν ἔμελλεν
145 υἱέϊ δωσέμεναι: τὸ δέ οἱ θεὸς οὐκ ἐτέλεσσεν.
κεῖνο δέπας περικαλλὲς ἐθάμβεεν ἐν φρεσὶ Μέμνων
ἀμφαφόων καὶ τοῖον ὑποβλήδην φάτο μῦθον:
‘οὐ μὲν χρὴ παρὰ δαιτὶ πελώριον εὐχετάασθαι
οὐδ᾽ ἄρ᾽ ὑποσχεσίην κατανευέμεν, ἀλλὰ ἕκηλον
150 δαίνυσθ᾽ ἐν μεγάροισι καὶ ἄρτια μηχανάασθαι:
εἴτε γὰρ ἐσθλός τ᾽ εἰμὶ καὶ ἄλκιμος εἴτε καὶ οὐκί,
γνώσῃ ἐνὶ πτολέμῳ, ὁπότ᾽ ἀνέρος εἴδεται ἀλκή.
νῦν δ᾽ ἄγε δὴ κοίτοιο μεδώμεθα, μηδ᾽ ἀνὰ νύκτα
πίνωμεν: χαλεπὸς γὰρ ἐπειγομένοισι μάχεσθαι
155 οἶνος ἀπειρέσιος καὶ ἀϋπνοσύνη ἀλεγεινή.’
ὣς φάτο: τὸν δ᾽ ὁ γεραιὸς ἀγασσάμενος προσέειπεν:
‘ αὐτὸς ὅπως ἐθέλεις μεταδαίνυσο, πείθεο δ᾽ αὐτῷ:
αὐ γὰρ ἐγώ σ᾽ ἀέκοντα βιήσομαι: οὐ γὰρ ἔοικεν
οὔτ᾽ ἀπιόντ᾽ ἀπὸ δαιτὸς ἐρυκέμεν οὔτε μένοντα
160 σεύειν ἐκ μεγάροιο: θέμις νύ τοι ἀνδράσιν αὕτως.’
ὣς φάθ᾽: ὁ δ᾽ ἐκ δόρποιο μεθίστατο: βῆ δὲ πρὸς εὐνὴν
ὑστατίην: ἅμα δ᾽ ἄλλοι ἔβαν κοίτοιο μέδεσθαι
δαιτυμόνες: τάχα δέ σφιν ἐπήλυθε νήδυμος ὕπνος.
αὐτὰρ ἐνὶ μεγάροισι Διὸς στεροπηγερέταο
165 ἀθάνατοι δαίνυντο: πατὴρ δ᾽ ἐν τοῖσι Κρονίων
εὖ εἰδώς ἀγόρευε δυσηχέος ἔργα μόθοιο:
‘ ἴστε θεοὶ περὶ πάντες ἐπεσσύμενον βαρὺ πῆμα
αὔριον ἐν πολέμῳ: μάλα γὰρ πολλῶν μένος ἵππων
ὄψεσθ᾽ ἀμφ᾽ ὀχέεσσι δαϊζομένων ἑκάτερθεν
170 ἄνδρας δ᾽ ὀλλυμένους: τῶν καὶ πέρι κηδόμενός τις
μιμνέτω ὑμείων μνδ᾽ ἀμφ᾽ ἐμὰ γούναθ᾽ ἱκάνων
λισσέσθω: κῆρες γὰρ ἀμείλιχοί εἰσι καὶ ἡμῖν.’
ὣς ἔφατ᾽ ἐν μέσσοισιν ἐπισταμένοισι καὶ αὐτοῖς,
ὄφρα καὶ ἀσχαλόων τις ἀπὸ πτολέμοιο τράπηται,
175 μηδέ ἑ λισσόμενος περὶ υἱέος ἠὲ φίλοιο
μαψιδίως ἀφίκηται ἀτειρέος ἔνδον Ὀλύμπου.
καὶ τὰ μὲν ὡς ἐσάκουσαν ἐριγδούπου Κρονίδαο,
τλῆσαν ἐνὶ στερνοισι καὶ οὐ βασιλῆος ἔναντα
μῆθον ἔφαν: μάλα γάρ μιν ἀπειρέσιον τρομέεσκον:
180 ἀχνύμενοι δ᾽ ἵκανον: ὅπῃ δόμος ἦεν ἑκάστου
καὶ λέχος: ἀμφὶ δὲ τοῖσι καὶ ἀθανάτοις περ ἐοῦσιν
ὕπνου βληχρὸν ὄνειαρ ἐπὶ βλεφάροισι τανύσθη.
ἦμος δ᾽ ἠλιβάτων ὀρέων ὑπερέσσυται ἄκρας
λαμπρὸς ἀν᾽ οὐρανὸν εὐρὺν ἑωσφόρος, ὅς τ᾽ ἐπὶ ἔργον
185 ἡδὺ μάλα κνώσσοντασ᾽ ἀμαλλοδετῆρας ἐγείρει:
τῆμος ἀρήιον υἷα φαεσφόρου Ἠριγενείης
ὕστατος ὕπνος ἀνῆκεν: ὁδ᾽ ἐν φρεσὶ κάρτος ἀέξων
ἤδη δυσμενέεσσι λιλαίετο δηριάασθαι.
Ἠὼς δ᾽ οὐρανὸν εὐρὺν ἀνήιεν οὐκ ἐθέλουσα.
190 καὶ τότε Τρῶες ἕσαντο περὶ χροῒ δήια τεύχη,<
br />
τοῖσι δ᾽ ἅμ᾽ Αἰθίοπές τε καὶ ὁππόσα φῦλα πέλοντο
ἀμφὶ βίην Πριάμοιο συναγρομένων ἐπικούρων
πανσυδίῃ: μάλα δ᾽ ὦκα πρὸ τείχεος ἐσσεύοντο
κυανέοις νεφέεσσιν ἐοικότες, οἷα Κρονίων
195 χείματος ὀρνυμένοιο κατ᾽ ἠέρα πουλὺν ἀγείρει.
αἶψα δ᾽ ἄρ᾽ ἐπλήσθη πεδίον πᾶν: οἱ δ᾽ ἐκέχυντο
ἀκρίσι πυροβόροισιν ἀλίγκιον, αἵ τε φέρονται
ὡς νέφος ἢ πολὺς ὄμβρος ὑπὲρ χθονὸς εὐρυπέδοιο
ἄπλητοι μερόπεσσιν ἀεικέα λιμὸν ἄγουσαι:
200 ὣς οἱ ἴσαν πολλοί τε καὶ ὄβριμοι, ἀμφὶ δ᾽ ἀγυιαὶ
στείνοντ᾽ ἐσσυμένων, ὑπὸ δ᾽ ἔγρετο ποσσὶ κονίη.
Ἀργεῖοι δ᾽ ἀπάνευθεν ἐθάμβεον, εὖτ᾽ ἐσίδοντο
ἐσσυμένους: εἶθαρ δὲ περὶ χροῒ χαλκὸν ἕσαντο
κάρτεϊ Πηλείδαο πεποιθότες: ὃς δ᾽ ἐνὶ μέσσοις
205 ἤιε Τιτήνεσσι πολυσθενέεσσιν ἐοικὼς
κυδιόων ἵπποισι καὶ ἅρμασι: τοῦ δ᾽ ἄρα τεύχη
πάντη μαρμαίρεσκον ἀλίγκιον ἀστεροπῇσιν.
οἶος δ᾽ ἐκ περάτων γαιηόχου ὠκεανοῖο
ἔρχεται ἠέλιος φαεσίμβροτος οὐρανὸν εἴσω
210 μφανόων, τραφερὴ δὲ γελᾷ περὶ γαῖα καὶ αἰθήρ:
τοῖος ἐν Ἀργείοισι τότ᾽ ἔσσυτο Πηλέος υἱός.
ὣς δὲ καὶ ἐν Τρώεσσιν ἀρήιος ἤιε Μέμνων
Ἄρεϊ μαιμώωντι πανείκελος, ἀμφὶ δὲ λαοὶ
προφρονέως ἐφέποντο παρεσσύμενοι βασιλῆι.
215 αἶψα δ᾽ ἄρ᾽ ἀμφοτέρων δολιχαὶ πονέοντο φάλαγγες
Τρώων καὶ Δαναῶν, μετὰ δ᾽ ἔπρεπον Αἰθιοπῆες:
σὺν δ᾽ ἔπεσον καναχηδὸν ὁμῶς, ἅτε κύματα πόντου
πάντοθεν ἐγρομένων ἀνέμων ὑπὸ χείματος ὥρῃ:
ἀλλήλους δ᾽ ἐδάϊζον ἐϋξέστῃς μελίῃσι
220 βάλλοντες, μετὰ δέ σφι γόος καναχή τε δεδήει:
ὡς δ᾽ ὅτ᾽ ἐρίγδουποι ποταμοὶ μεγάλα στενάχωσιν
εἰς ἅλα χευόμενοι, ὅτε λαβρότατος πέλει ὄμβρος
ἐκ Διός, εὖτ᾽ ἀλίαστον ἐπὶ νέφεα κτυπέωσι
θηγόμεν᾽ ἀλλήλοισι, πυρὸς δ᾽ ἐξέσσυτ᾽ ἀϋτμή:
225 ὣς τῶν μαρναμένων μέγ᾽ ὑπαὶ ποσὶ γαῖα πελώρη
ἔβραχε, θεσπεσίου δὲ δι᾽ ἠέρος ἔσσυτ᾽ ἀϋτὴ
σμερδαλέη: δεινὸν γὰρ ἐΰτεον ἀμφοτέρωθεν.
Ἔνθ᾽ ἕλε Πηλείδης Θάλιον καὶ ἀμύμονα Μέντην
ἄμφω ἀριγνώτω, βάλε δ᾽ ἄλλων πολλὰ κάρηνα.
230 εὖτ᾽ αἰγὶς βερέθροισιν ὑποχθονίοις ἐπορούσῃ
λάβρος, ἄφαρ δέ τε πάντα κατὰ χθονὸς ἀμφιχέηται
ἐκ θεμέθλων: μάλα γάρ ῥα περιτρομέει βαθὺ γαῖα:
ὣς οἵ γ᾽ ἐν κονίῃσι κατήριπον ὠκέϊ πότμῳ
αἰχμῇ Πηλείωνος: ὁ γὰρ μέγα μαίνετο θυμῷ.
235 ὣς δ᾽ αὕτως ἑτέρωθεν ἐῢς πάϊς Ἠριγενείης
Ἀργείους ἐδέϊζε κακῇ ἐναλίγκιος Αἴσῃ,
ἥ τε φέρει λαοῖσι κακὸν καὶ ἀεικέα λοιγόν.
πρῶτον δ᾽ εἷλε Φέρωνα διὰ στέρνοιο τυχήσας
δούρατι λευγαλέῳ, ἐπὶ δ᾽ ἔκτανε δῖον Ἔρευθον,
240 ἄμφω ἐελδομένω πόλεμον καὶ ἀεικέα χάρμῃν,
οἳ Θρύον ἀμφενέμοντο παρ᾽ Ἀλφειοῖο ῥεέθροις,
καί ῥ᾽ ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ:
τοὺς δ᾽ ὁπότ᾽ ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἱὸν
κτεῖναί μιν μεμαώς: τοῦ δ᾽ Ἀντίλοχος θεοειδὴς
245 πρόσθ᾽ ἐλθὼν ἴθυνε μακρὸν δόρυ, καί οἱ ἅμαρτε
τυτθὸν ἀλευαμένοιο: φίλον δέ οἱ εἷλεν ἑταῖρον
αἴθοπα Πυρρασίδην: ὁ δὲ χωσάμενος κταμένοιο
Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος
καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι
250 ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσπετος ὁρμή:
ὣς ὁ θοῶς ἐπόρουσεν, ὁ δ᾽ εὐρέϊ μιν βάλε πέτρῳ
Ἀντίλοχος: τοῦ δ᾽ οὔτι λύθη κέαρ, οὕνεκσ᾽ ἄρ᾽ αὐτοῦ
ἀλγινόεντ᾽ ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια:
σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στέρνοισιν ὀρίνθη
255 βλημένου: ἀμφὶ δέ οἱ κόρυς ἴαχε: καί ῥ᾽ ἔτι μᾶλλον
μαίνετ᾽ ἐπ᾽ Ἀντιλόχῳ. κρατερὴ δέ οἱ ἔζεεν ἀλκή:
τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα
τύψεν ὑπὲρ μαζοῖο: διήλασε δ᾽ ὄβριμον ἔγχος
ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος.
260 τοῦ δ᾽ ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη
πᾶσι, μάλιστα δὲ πατρὶ περὶ φρένας ἤλυθε πένθος
Νέστορι παιδὸς ἑοῖο παρ᾽ ὀφθαλμοῖσι δαμέντος:
οὐ γὰρ δὴ μερόπεσσι κακώτερον ἄλγος ἔπεισιν,
ἢ ὅτε παῖδες ὄλωνται ἑοῦ πατρὸς εἰσορόωντος:
265 τοὔνεκα καὶ στερεῇσιν ἀρηράμενος φρεσὶ θυμὸν
ἄχνυτο παιδὸς ἑοῖο κακῇ περὶ Κηρὶ δαμέντος:
κέκλετο δ᾽ ἐσσυμένως Θρασυμήδεα νόσφιν ἐόντα:
‘ ὄρσο μοι, ὦ Θρασύμηδες ἀγακλεές, ὄφρα φονῆα
σεῖο κασιγνήτοιο καὶ υἱέος ἡμετέροιο
270 νεκροῦ ἑκὰς σεύωμεν ἀεικέος, ἠὲ καὶ αὐτοὶ
ἀμφ᾽ αὐτῷ στονόεσσαν ἀναπλήσωμεν ὀϊζύν.
εἰ δὲ σοὶ ἐν στέρνοισι πέλει δέος, οὐ σύ γ᾽ ἐμεῖο
υἱὸς ἔφυς οὐδ᾽ ἐσσὶ Περικλυμένοιο γενέθλης,
ὅς τε καὶ Ἡρακλῆι καταντίον ἐλθέμεν ἔτλη.
275 ἀλλ᾽ ἄγε δὴ πον
εώμεθ᾽, ἐπεὶ μέγα κάρτος ἀνάγκη
πολλάκι μαρναμένοισι καὶ οὐτιδανοῖσιν ὀπάζει.’
ὣς φάτο: τοῦ δ᾽ ἀΐοντος ὑπὸ φρεσὶ σύγχυτο θυμὸς
πένθεσι λευγαλέοισιν: ἄφαρ δέ οἱ ἤλυθεν ἄγχι
Φηρεύς, ὅν ῥα καὶ αὐτὸν ἀποκταμένοιο ἄνακτος
280 εἷλεν ἄχος: κρατεροῖο δ᾽ ἐναντία δηριάασθαι
Μέμνονος ὡρμήθησαν ἀν᾽ αἱματόεντα κυδοιμόν.
ὠς δ᾽ ὅταν ἀγρευτῆρε κατὰ πτύχας ὑληέσσας
οὔρεος ἠλιβάτοιο λιλαιόμενοι μέγα θήρης
ἢ συὸς ἢ ἄρκτοιο καταντίον ἀΐσσωσι
285 κτεινέμεναι μεμαῶτες, ὁ δ᾽ ἀμφοτέροις ἐπορούσας
θυμῷ μαιμώωντι βίην ἀπαμύνεται ἀνδρῶν:
ὣς τότε καὶ Μέμνων φρόνεεν μέγα: τοὶ δέ οἱ ἄγχι
ἤλυθον: ἀλλά μιν οὔτι κατακτανέειν ἐδύναντο
μακρῇσιν μελίῃσιν: ἀπέπλαγχθεν δέ οἱ αἰχμαὶ
290 τῆλε χροός: μάλα γάρ που ἀπέτραπεν Ἠριγένεια:
δούρατα δ᾽ οὐχ ἁλίως χαμάδις πέσεν: ἀλλ᾽ ὁ μὲν ὦκα
ἐμμεμαὼς κατέπεφνε Πολύμνιον υἷα Μέγητος
Φηρεὺς ὀβριμόθυμος, ὁ δ᾽ ἔκτανε Λαομέδοντα
Νέστορος ὄβριμος υἱὸς ἀδελφειοῖο χολωθείς,
295 ὃν Μέμνων ἐδάϊξε κατὰ μόθον, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
χερσὶν ὑπ᾽ ἀκαμάτῃσι λύεν παγχάλκεα τεύχη
οὔτε βίην ἀλέγων Θρασυμήδεος οὔτε μὲν ἐσθλοῦ
Φηρέος, οὕνεκα πολλὸν ὑπείροχος. οἱ δ᾽ ἅτε θῶε
ἀμφ᾽ ἔλαφον βεβαῶτα μέγαν φοβέοντο λέοντα
Delphi Complete Works of Quintus Smyrnaeus Page 37