ἕλκος ἀνιηρόν, τό μιν οὔτασεν ὄβριμος Ἄλκων
595 ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο.
BOOK V.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἄλλοι μὲν ἀπηνύσθησαν ἄεθλοι,
δὴ τότ᾽ Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη
θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις: ἀμφὶ δὲ πάντη
δαίδαλα μαρμαίρεσκεν, ὅσα σθένος Ἡφαίστοιο
5 ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο.
πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ
οὐρανὸς ἠδ᾽ αἰθήρ, γαίῃ δ᾽ ἅμα κεῖτο θάλασσα:
ἐν δ᾽ ἄνεμοι νεφέλαι τε σελήνη τ᾽ ἠέλιός τε
κεκριμέν᾽ ἄλλυδις ἄλλα, τέτυκτο δὲ τείρεα πάντα,
10 ὁππόσα δινήεντα κατ᾽ οὐρανὸν ἀμφιφέρονται.
τῷ δ᾽ ἄρ᾽ ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτ᾽ ἀήρ:
ἐν τῷ δ᾽ ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο:
φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι.
Τηθὺς δ᾽ ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα:
15 τῶν δ᾽ ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν κελαδεινῶν
κυκλόθεν ἄλλυδις ἄλλη ἑλισσομένων διὰ γαίης.
ἀμφὶ δ᾽ ἄρ᾽ εὖ ἤσκηντο κατ᾽ οὔρεα μακρὰ λέοντες
σμερδαλέοι καὶ θῶες ἀναιδέες: ἐν δ᾽ ἀλεγειναὶ
ἄρκτοι πορδάλιές τε, σύες θ᾽ ἅμα τῇσι πέλοντο
20 ὄβριμοι ἀλγινόεντας ὑπὸ βλοσυρῇσι γένυσσι
θήγοντες καναχηδὸν ἐΰ κτυπέοντας ὀδόντας:
ἐν δ᾽ ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες,
ἄλλοι δ᾽ αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι
βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ.
25 ἐν δ᾽ ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ
ἀργαλέοι ἐνέκειντο: περικτείνοντο δὲ λαοὶ
μίγδ᾽ ἅμ᾽ ἑοῖς ἵπποισι: πέδον δ᾽ ἅπαν αἵματι πολλῷ
δευομένῳ ἤικτο κατ᾽ ἀσπίδος ἀκαμάτοιο.
ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσά τ᾽ Ἐνυὼ
30 αἵματι λευγαλέῳ πεπαλαγμένη ἅψεα πάντα,
ἐν δ Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι,
ἡ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας
ἐλθέμεν, αἱ δ᾽ ὀλοοῖο πυρὸς πνείουσαι ἀϋτμήν.
ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δ᾽ ἄρα τῇσι
35 φοίτα λευγαλέου Θανάτου μένος: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντη
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ίδρώς.
ἐν δ᾽ ἄρα Γοργόνες ἔσκον ἀναιδέες: ἀμφὶ δ᾽ ἄρα σφι
σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες
40 αἰνὸν λιχμώωντες: ἀπειρέσιον δ᾽ ἄρα θαῦμα
δαίδαλα κεῖνα πέλοντο μέγ᾽ ἀνδράσι δεῖμα φέροντα
οὕνεκ᾽ ἔσαν ζωοῖσιν ἐοικότα κινυμενοισι.
καὶ τὰ μὲν ἄρ πολέμοιο τεράατα πάντα τέτυκτο.
εἰρήνης δ᾽ ἀπάνευθεν ἔσαν περικαλλέος ἔργα:
45 ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων
ἄστεα καλὰ νέμοντο: δίκη δ᾽ ἐπέδερκετο πάντα:
ἄλλοι δ᾽ ἄλλ᾽ ἐπὶ ἔργα χέρας φέρον: ἀμφὶ δ᾽ ἀλωαὶ
καρποῖς ἐβρίθοντο: μέλαινα δὲ γαῖα τεθήλει.
Αἰπύτατον δ᾽ ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ
50 καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος: ἐν δὲ καὶ αὐτὴ
εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατ᾽ ἄκρης
ὑψηλή, ψαύουσα πρὸς οὐρανόν: ἀμφὶ δὲ πάντη
ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκοπέλοισιν
ἀνθρώπων ἀπέρυκον ἐῢν πάτον, οὕνεκα πολλοὶ
55 εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα,
παῦροι δ᾽ ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες.
ἐν δ᾽ ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες
σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δ᾽ ὑπὸ χερσὶ
ἤνυτο λήιον αὖον: ἐφεσπόμενοι δ᾽ ἔσαν ἄλλοι
πολλοὶ ἀμαλλοδετῆρες: ἀέξετο δ᾽ ἐς μέγα ἔργον.
60 ἐν δὲ βόες ζεύγλῃσιν ὑπ᾽ αὐχένας αἰὲν ἔχοντες,
οἱ μὲν ἀπήνας εἷλκον ἐϋσταχύεσσιν ἀμάλλαις
βριθομένας, οἱ δ᾽ αὖθις, ἀροτρεύεσκον ἀρούρας:
τῶν δὲ πέδον μετόπισθε μελαίνετο, τοὶ δ᾽ ἐφέποντο
αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες
65 χερσὶν ἀμοιβαδίῃς: ἀνεφαίνετο δ᾽ ἄσπετον ἔργον.
ἐν δ᾽ αὐλοὶ κιθάραι τε παρ᾽ εἰλαπίνῃσι πέλοντο:
ἐν δὲ νέων παρὰ ποσσὶ χοροὶ ἵσταντο γυναικῶν:
αἱ δ᾽ ἄρ᾽ ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι.
ἄγχι δ᾽ ἄρ᾽ ὀρχηθμοῦ τε καὶ εὐφροσύνης ἐρατεινῆς
70 ἀφρὸν ἔτ᾽ ἀμφὶ κόμῃσιν ἔχουσ᾽ ἀνεδύετο πόντου
Κύπρις ἐϋστέφανος, τὴν δ᾽ Ἵμερος ἀμφεποτᾶτο
μειδιόων ἐρατεινὰ σύν ἠϋκόμοις Χαρίτεσσιν.
ἐν δ᾽ ἄρ᾽ ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες
ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι
75 ἐς γάμον Αἰακίδαο δαΐφρονος: ἀμφὶ δὲ πάντες
ἀθάνατοι δαίνυντο μακρὴν ἀνὰ Πηλίου ἄκρην:
ἀμφὶ δ᾽ ἄρ᾽ ὕδρηλοί τε καὶ εὐθαλέες λειμῶνες
ἔσκον ἀπειρεσίοισι κεκασμένοι ἄνθεσι ποίης,
ἄλσεά τε κρῆναί τε διειδέες ὕδατι καλῷ
80 νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο,
αἱ μὲν ἄρ᾽ ἐσσύμεναι ἐπικάρσιαι, αἱ δὲ κατ᾽ ἰθὺ
νισσόμεναι: περὶ δέ σφιν ἀέξετο κῦμ᾽ ἀλεγεινὸν
ὀρνύμενον: ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος
ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ,
85 λαίφεα λεύκ᾽ ἐρύοντες, ἵν᾽ ἐκ θανάτοιο φύγςσιν:
οἱ δ᾽ ἕζοντ᾽ ἐπ᾽ ἐρετμὰ πονεύμενοι: ἀμφὶ δὲ νηυσὶ
πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος.
τοῖς δ᾽ ἔπι κυδιόων μετὰ κήτεσιν εἰναλίοισιν
ἤσκητ᾽ Ἐννοσίγαιος: ἀελλόποδες δέ μιν ἵπποι
90 ὡς ἐτεὸν σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον
χρυσείῃ μάστιγι πεπληγότες: ἀμφὶ δὲ κῦμα
στόρνυτ᾽ ἐπεσσυμένων, ὁμαλὴ δ᾽ ἄρα πρόσθε γαλήνη
ἔπλετο: τοὶ δ᾽ ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα
ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο
95 σαίνοντες βασιλῆα, κατ᾽ ἠερόεν δ᾽ ἁλὸς οἶδμα
νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες.
ἄλλα δὲ μυρία κεῖτο κατ᾽ ἀσπίδα τεχνήεντα
χερσὶν ὑπ᾽ ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο:
πάντα δ᾽ ἄρ᾽ ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο,
100 οὕνεκ᾽ ἔην ἔκτοσθε κατ᾽ ἄντυγος, ᾗ ἔνι πᾶσα
ἀσπὶς ἐνεστήρικτο, δέδεντο δὲ δαίδαλα πάντα.
τῇ δ᾽ ἄρα παρκατέκειτο κόρυς μέγα βεβριθυῖα:
Ζεὺς δέ οἱ ἀμφετέτυκτο μέγ᾽ ἀσχαλόωντι ἐοικώς,
οὐρανῷ ἐμβεβαώς: περὶ δ᾽ ἀθάνατοι πονέοντο
105 Τιτήνων ἐριδαινομένων Διὶ συμμεμαῶτες:
τοὺς δ᾽ ἤδη κρατερὸν πῦρ ἄμφεχεν: ἐκ δὲ κεραυνοὶ
ἄλληκτοι νιφάδεσσιν ἐοικότες ἐξεχέοντο
οὐρανόθεν: Ζηνὸς γὰρ ἀάσπετον ὤρνυτο κάρτος:
οἱ δ᾽ ἄρ᾽ ἔτ᾽ αἰθομένοισιν ἐοικότες ἀμπνείεσκον.
110 ἀμφὶ δὲ θώρηκος γύαλον παρεκέκλιτο καλὸν
ἄρρηκτον βριαρόν τε, τὸ χάνδανε Πηλείωνα.
κνημῖδες δ᾽ ἤσκηντο πελώριαι: ἀμφὶ δ᾽ ἐλαφραὶ
μούνῳ ἔσαν Ἀχιλῆι μάλα στιβαραί περ ἐοῦσαι.
ἀγχόθι δ᾽ ἄσχετον ἆορ ἄδην περιμαρμαίρεσκε
115 χρυσείῳ τελαμῶνι κεκασμένον ἀργυρέῳ τε
κουλεῷ ᾧ ἔπι κώπη ἀρηραμένη ἐλέφαντος
θεσπεσίοις τεύχεσσι μετέπρεπε παμφανόωσα.
τοῖς δὲ παρεκτετάνυστο κατὰ χθονὸς ὄβριμον ἔγχος,
Πηλιὰς ὑψικόμῃσιν ἐειδομένη ἐλάτῃσι
120 λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο.
καὶ τότ᾽ ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος
θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος:
‘νῦν μὲν δὴ κατ᾽ ἀγῶνος ἀέθλια πάντα τελέσθη,
ὅσσ᾽ ἐπὶ παιδὶ θανόντι μέγ᾽ ἀχνυμένη κατέθηκα:
125 ἀλλ᾽ ἴτω ὅς τ᾽ ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν,
καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχἐ ἕσασθαι
δώσω, ἅ καὶ μακάρεσσι μέγ᾽ εὔαδεν ἀθανάτοισιν.’
ὥς φάτο: τοὶ δ᾽ ἀνόρουσαν ἐριδμαίνοντ᾽ ἐπέεσσιν
υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος
130 Αἴας, ὅς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν,
ἀστὴρ ὡς ἀρίδηλος ἀν᾽ οὐρανὸν αἰγλήεντα
ἕσπερος, ὅς μέγα πᾶσι μετ᾽ ἀστράσι παμφαίνησι:
τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο:
ᾔτεε δ᾽ Ἰδομενῆα κριτὴν καὶ Νηλέος υἷα
135 ἠδ᾽ ἄρα μητιόεντ᾽ Ἀγαμέμνονα: τοὺς γὰρ ἐώλπει
ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο:
ὥς δ᾽ αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει:
οἱ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι.
Νέστωρ δ᾽ Ἰδομενῆι καὶ Ἀτρέος υἱέϊ δίῳ
140 ἄμφω ἐελδομένοισιν ἔπος φάτο νόσφιν ἀπ᾽ ἄλλων:
‘ὦ φίλοι, ἦ μέγα πῆμα καὶ ἄσχετον ἤματι τῷδε
ἡμῖν συμφορέουσιν ἀκηδέες Οὐρανίωνες
Αἴαντος μεγάλοιο περιφραδέος τ᾽ Ὀδυσῆος
ἐσσυμένων ἐπὶ δῆριν ἀάσχετον ἀργαλέην τε:
145 τῶν γάρ ῥ᾽ ὁπποτέρῳ δώῃ θεὸς εὖχος ἀρέσθαι
γηθήσει κατὰ θυμόν, ὁ δ᾽ αὖ μέγα πένθος ἀέξει
πάντας ἀτεμβόμενος Δαναούς, περὶ δ᾽ ἔξοχα πάντων
ἡμέας: οὐδ᾽ ἔτι κεῖνος ἐν ἡμῖν ὡς τὸ πάροιθε
στήσεται ἐν πολέμῳ: μέγα δ᾽ ἔσσεται ἄλγος Ἀχαιοῖς,
150 κείνων ὅντινα δεινὸς ἕλῃ χόλος, οὕνεκα πάντων
ἡρώων προφέρουσιν, ὁ μὲν πολέμῳ, ὁ δὲ βουλῇ.
ἀλλ᾽ ἄγ᾽ ἐμοὶ πείθεσθον, ἐπεί ῥα γεραίτερός εἰμι
λίην, οὐκ ὀλίγον περ, ἔχω δ᾽ ἐπὶ γήραϊ πολλῷ
καὶ νόον, οὕνεκεν ἐσθλὰ καὶ ἄλγεα πολλὰ μόγησα:
155 αἰεὶ δ᾽ ἐν βουλῇσι γέρων πολύϊδρις ἀμείνων
ὁπλοτέρου πέλει ἀνδρός, ἐπεὶ μάλα μυρία οἶδε:
τοὔνεκα Τρωσὶν ἐφῶμεν ἐΰφροσι [ταῦτα] δικάσσαι
ἀντιθέῳ τ᾽ Αἴαντι φιλοπτολέμῳ τ᾽ Ὀδυσῆι,
ὅντινα δήιοι ἄνδρες ὑποτρομέουσι μάλιστα,
ἠδ᾽ ὅτις ἐξεσάωσε νέκυν Πηληιάδαο
160 ἐξ ὀλοοῦ πολέμοιο: δορύκτητοι γὰρ ἐν ἡμῖν
πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπ᾽ ἀνάγκῃ:
οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται.
οὔτινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς
ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης.’
165 ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων:
&nbs
p; ‘ὦ γέρον, ὡς οὔτις πινυτώτερος ἄλλος ἐν ἡμῖν
σεῖο πέλει Δαναῶν οὔτ᾽ ἂρ νέος οὔτε παλαιός,
ὅς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι
ἄνδρα τόν, ὅντινα τῶνδε θεοὶ μετόπισθε βάλωνται
170 νίκης: οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται:
καί ῥά μοι ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ,
ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν:
τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα
Τρωσὶν ἐϋπτολέμοισι, χόλον δ᾽ οὐκ ἄμμιν ὀπάσσει.’
175 ὣς φάτο: τοὶ δ᾽ ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες
ἀμφαδὸν ἠνήναντο δικασπολίην ἀλεγεινήν:
τῶν δ᾽ ἄρ᾽ ἀναινομένων Τρώων ἐρικυδέες υἷες
ἕζοντ᾽ ἐν μέσσοισι δορύκτητοί περ ἐόντες,
ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν.
180 Αἴας δ᾽ ἐν μέσσοισι μέγ᾽ ἀσχαλόων φάτο μῦθον:
‘ὦ Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων
ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκαμάτοιο;
ἦ φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος
βλημένου ἐν κονίῃσιν, ὅτ᾽ ἀμφί ἑ Τρῶες ἔβησαν,
185 ὁππότ᾽ ἐγὼ κείνοισι φόνον στονόεντ᾽ ἐφέηκα
σεῖο καταπτώσσοντος; ἐπεί νύ σε γείνατο μήτηρ
δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο,
ὅσσον τίς τε κύων μεγαλοβρύχοιο λέοντος:
Delphi Complete Works of Quintus Smyrnaeus Page 47