Delphi Complete Works of Quintus Smyrnaeus
Page 49
ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ,
εὐτραφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ:
385 ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός.
μαίνετο δ᾽ ἠΰτε πόντος ἀπείριτος ἠὲ θύελλα
ἤ πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτ᾽ ἀλίαστον
μαίνηται κατ᾽ ὄρεσφι βίη μεγάλου ἀνέμοιο,
πίπτῃ δ᾽ αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη:
390 ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ
μαίνετο λευγαλέως: ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς
ἐκ στόματος, βρυχὴ γναθμοῖσιν ὀρώρει:
τεύχεα δ᾽ ἀμφ᾽ ὤμοισιν ἐπέβραχε, τοὶ δ᾽ ὁρόωντες
πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.
395 καὶ τότ᾽ ἀπ᾽ Ὠκεανοῖο κίε χρυσήνιος Ἠώς:
Υπνος δ᾽ οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ,
Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ
Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ:
ἡ δέ ἑ κύσσεν ἑλοῦσ᾽ ὅτι οἱ πέλε γαμβρὸς ἀμύμων,
400 ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν
Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν:
αἶψα δ᾽ ἄρ᾽ ἡ μὲν ἔβη Ζηνὸς δόμον, ὅς δ᾽ ἐπὶ λέκτρα
Πασιθέης οἴμησεν: ἀνέγρετο δ᾽ ἔθνεα φωτῶν.
Αἴας δ᾽ ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι
405 φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα λύσσαν:
ἐν δ᾽ ἔθορεν μήλοισι, λέων ὥς ὀβριμόθυμος
λιμῷ ὑπ᾽ ἀργαλέῳ δεδμημένος ἄγριον ἦτορ:
καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερ᾽ ἄλλοθεν ἄλλα
κάββαλεν, ἠΰτε φύλλα μένος κρατεροῦ Βορέαο
410 χεύῃ, ὅτ᾽ ἀνομένου θέρεος μετὰ χεῖμα τράπηται:
ὥς Αἴας μήλοισι μέγ᾽ ἀσχαλόων ἐνόρουσεν
ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ κῆρας ἰάλλειν.
καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς
κρύβδ᾽ ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε:
415 ‘σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ
Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,
ὅς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμέας
πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων.
ὡς ὄφελον μὴ τῶνδε Θέτις πέρι δῆριν ἔθηκε,
420 μηδ᾽ ἄρα Λαέρταο πάϊς μέγ᾽ ἀμείνονι φωτὶ
ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ.
νῦν δὲ μέγ᾽ ἀασάμεσθα, κακὸς δέ τις ἤπαφε δαίμων:
ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο
μοῦνον ἔτ᾽ ἦν Αἴαντος ἐΰ σθένος: ἀλλ᾽ ἄρα καὶ τὸν
425 ἡμῖν ἐξολέσουσι θεοὶ κακὰ νῶιν ἄγοντες,
ὥς κεν πάντες ἄϊστον ἀναπλήσωμεν ὄλεθρον.’
ὥς;φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων:
‘μὴ νῦν, ὦ Μενέλαε, μέγ᾽ ἀχνύμενος περὶ θυμῷ
σκύζεο μητιόεντι Κεφαλλήνων βασιλῆι:
430 οὐ γὰρ ὅ γ᾽ αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν
γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δ᾽ ἄρα δυσμενέεσσιν.’
ὣς οἱ μὲν Δαναῶν ἀκαχήμενοι ἠγορόωντο.
μηλονόμοι δ᾽ ἀπάνευθε παρὰ Ξάνθοιο ῥεέθροις
πτῶσσον ὑπὸ μυρίκῃσιν ἀλευάμενοι βαρὺ πῆμα:
435 ὡς δ᾽ ὅταν αἰετὸν ὠκὺν ὑποπτώσσωσι λαγωοὶ
θάμνοις ἐν λασίοισιν, ὁ δ᾽ ἐγγύθεν ὀξὺ κεκληγὼς
πωτᾶτ᾽ ἔνθα καὶ ἔνθα τανυσσάμενος πτερύγεσσιν:
ὣς οἵ γ᾽ ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα.
ὀψὲ δ᾽ ὄ γ᾽ ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,
440 καί ῥ᾽ ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε:
‘κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδ᾽ οἰωνῶν:
οὐ γάρ σ᾽ οὐδ᾽ Ἀχιλῆος ἐρύσσατο κύδιμα τεύχη,
ὧν ἕνεκ̔ ἀφραδέων μέγ᾽ ἀμείνονι δηριάασκες:
κεῖσο, κύον: δὲ γὰρ οὔτι γοήσεται ἀμφιπεσοῦσα
445 κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα,
οὐ τοκέες: τοῖς οὔτι μετέσσεαι ἐλδομένοισι
γήραος ἐσθλὸν ὄνειαρ, ἐπεί νύ σε τήλ᾽ ἀπὸ πάτρης
οἰωνοί τε κύνες τε δεδουπότα δαρδάψουσιν.’
ὣς ἄρ᾽ ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα
450 κεῖσθαι ἰϊόμενος μεμορυγμένον αἵματι πολλῷ:
καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων
ἐσκέδασεν Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον:
ἡ δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰπὰ ῥέεθρα,
ῇχι θοαὶ ναὶ ναίουσιν Ἐριννύες, αἵ τε βροτοῖσιν
455 αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας.
Αἴας δ᾽, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα,
θάμβεεν ἐν φρεσὶ πάμπαν: ὀΐσατο γὰρ δόλον εἶναι
ἐκ μακάρων: πάντεσσι δ᾽ ὑπεκλάσθη μελέεσσι
βλήμενος ἄλγεσι θυμὸν ἀπήιον: οὐδ᾽ ἄρα πρόσσω
460 ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτ᾽ ἄρ᾽ ὀπίσσω,
ἀλλ᾽ ἔστη σκοπιῇ ἐναλίγκιος, ἥ τ᾽ ἐν ὄρεσσι
πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται.
ἀλλ᾽ ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
λυγρὸν ἀνεστονάχησεν, ἔπος δ᾽ ὀλοφύρετο τοῖον:
465 ‘ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν;
οἵ με φρένας βλάψαντο, κακὴν δ᾽ ἐπὶ λύσσαν ἔθεντο,
μῆλα κατακτεῖναι, τά μοι οὐκ ἔσα
ν αἴτια θυμοῦ.
ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ
χερσὶν ἐμῇς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ
470 λυγρὸς ἐὼν μάλα πάγχυ: πάθοι γε μὲν ἄλγεα θυμῷ,
ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν
ἀργαλέοις: δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν
ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα,
αὐτῷ τ᾽ Ἀτρείδῃ Ἀγαμέμνονι: μηδ᾽ ὅ γ᾽ ἀπήμων
475 ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι.
ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;
ἐρρέτω Ἀργείων ὀλοὸς στρατός: ἐρρέτω αἰὼν
ἄσχετος: οὐ γὰρ ἔτ᾽ ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων
τιμήεις τε πέλει καὶ φίλτερος: ἦ γὰρ Ὀδυσσεὺς
480 τίετ᾽ ἐν Ἀργείοισιν, ἐμεῦ δ᾽ ἐπὶ πάγχυ λάθοντο
ἔργων θ᾽, ὁππόσ᾽ ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν.’
ὣς εἰπὼν πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
Ἑκτόρεον ξίφος ὦσε δι᾽ αὐχένος: ἐκ δέ οἱ αἷμα
ἐσσύμενον κελάρυζεν. ὁ δ᾽ ἐν κονίῃσι τανύσθη
485 Τυφὼν ὥς, τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί:
ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος.
καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο
κείμενον ἐν κονίῃσι: πάρος δέ οἱ οὔτις ἵκανεν
ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας.
490 αἶψα δ᾽ ἄρα κταμένῳ περικάππεσον: ἀμφὶ δὲ κρᾶτα
πρηνέες ἐκχύμενοι κόνιν ἄσπετον ἀμφεχέοντο,
καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν:
ὡς δ᾽ ὅταν εἰροπόκων ὀΐων ἄπο νήπια τέκνα
ἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται,
495 αἱ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι
μητέρες ἐκ τεκέων σηκούς πέρι χηρωθέντας:
ὥς οἵ γ᾽ ἀμφ᾽ Αἴαντα μέγα στένον ἤματι κείνῳ
πανσυδίῃ: μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη
καὶ πεδίον καὶ νῆες ἀπειρεσίη τε θάλασσα.
500 Τεῦκρος δ᾽ ἀμφ᾽ αὐτῷ μάλα μήδετο κῆρας ἐπισπεῖν
ἀργαλέας: τὸν δ᾽ ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο
εἶργον. ὁ δ᾽ ἀσχαλόων περικάππεσε τεθνειῶτι
δάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο,
ὅς τε παρ᾽ ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις
505 κάκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ
μητρὸς ἀποφθιμένης, ἥ μιν τρέφε νήιδα πατρός:
ὣς ὅ γε κωκύεσκε κασιγνήτοιο δαμέντος
ἑρπύζων περὶ νεκρόν, ἔπος δ᾽ ὀλοφύρετο τοῖον:
‘Αἶαν καρτερόθυμε, τί ἤ νύ τοι ἐβλάβετ᾽ ἦτορ
510 οἷ αὐτῷ στονόεντα φόνον καὶ πῆμα βαλέσθαι;
ἦ ἵνα Τρώιοι υἷες ὀϊζύος ἀμπνεύσωσιν,
Ἀργείους δ᾽ ὀλέσωσι σέθεν κταμένοιο κιόντες;
οὐ γὰρ τοῖσδ᾽ ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν
ἔσσεται ἐν πολέμῳ: σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ:
515 οὐδ᾽ ἔτ᾽ ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος
ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ἐέλδομαι ἐνθάδ᾽ ὀλέσθαι,
ὄφρα με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ:
οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτ᾽ εἰσίν,
εἴ που ἔτ᾽ ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,
520 ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος.’
ἦ ῥα μέγα στενάχων: ἐπὶ δ᾽ ἔστενε δῖα Τέκμησσα
Αἴαντος παράκοιτις ἀμύμονος, ἥνπερ ἐοῦσαν
ληιδίην σφετέρην ἄλοχον θέτο, καί μιν ἄνασσαν
πάντων ἔμμεν ἔτευξεν, ὅσων ἀνὰ δῶμα γυναῖκες
525 ἐδνωταὶ μεδέουσι παρ᾽ ἀνδράσι κουριδίοισιν:
ἡ δέ οἱ ἀκαμάτῃσιν ὑπ᾽ ἀγκοίνῃσι δαμεῖσα
Εὐρυσάκην τέκεθ᾽ υἱὸν ἐοικότα πάντα τοκῆι:
ἀλλ᾽ ὁ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο:
ἡ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ
530 ἐντυπὰς ἐν κονίῃσι καλὸν δέμας αἰσχύνουσα:
καί ῥ᾽ ὀλοφυδνὸν ἄϋσε μέγ᾽ ἀχνυμένη κέαρ ἔνδον:
‘ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες, οὔτι δαϊχθεὶς
δυς μενέων παλάμῃσιν ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ:
τῷ μοι πένθος ἄλαστον ἐποίχεται: οὐ γὰρ ἐώλπειν
535 σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι
ἐν Τροίῃ: τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν:
ὥς μ᾽ ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα,
πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον: οὐ γὰρ ἔμοιγε
ἄλλο χερειότερόν ποτ᾽ ἐσήλυθεν ἐς φρένα πῆμα,
540 οὐδ᾽ ὅτε με πρώτιστον ἐμῆς ἀποτηλόθι πάτρης
καὶ τοκέων εἴρυσσας ἅμ᾽ ἄλλῃς ληιάδεσσι
πόλλ᾽ ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν
αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ:
ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων
545 μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος,
οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας,
καί ῥά μ᾽ ἔθηκας ἄκοιτιν ὁμόφρονα, καί ῥά μ᾽ ἔφησθα
τεύξειν αὐτίκ᾽ ἄνασσαν ἐϋκτιμένης Σαλαμῖνος
νοστήσας Τροίηθε: τὰ δ᾽ θεὸς ἄμμι τέλεσσεν:
550 ἀλλὰ σὺ μέν μοι ἄϊστος ἀποίχεαι, οὐδέ νύ σοί περ
μέμβλετ᾽ ἐμεῦ καὶ παιδός, ὅς οὐ πατρὶ �
�έρψεται ἦτορ,
οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι
δμῶα λυγρόν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτ᾽ ἐόντος
νηπίαχοι κομέονται ὑπ᾽ ἄνδρεσσιν μάλα πολλὸν
555 χειροτέροις: ὀλοῇ γὰρ ὑπ᾽ ὀρφανίῃ βαρὺς αἰὼν
παισὶ πέλει, καὶ πήματ᾽ ἐπ᾽ ἄλλοθεν ἄλλα χέονται:
καὶ δέ με δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ
οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὥς ἐτέτυξο.’
ὥς φ;μένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων:
560 ‘ὦ γύναι, οὔ νύ σέ τις δμωήν ποτε θήσεται ἄλλος
Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδ᾽ ἐμεῦ αὐτοῦ:
ἀλλά σε τίσομεν αἰέν ἀπειρεσίοις γεράεσσι,
τίσομεν ὥστε θεήν, καὶ σὸν τέκος, ὡς ἔτ᾽ ἐόντος
ἀντιθέου Αἴαντος, ὅς ἔπλετο κάρτος Ἀχαιῶν.
565 αἴθ᾽ ὄφελον μηδ᾽ ἄλγος Ἀχαιίδα θήκατο πάσῃ
αὐτὸς ἐῇ ὑπὸ χειρὶ δαμείς: οὐ γάρ μιν ἀπείρων
δυσμενέων σθένε λαός ὑπ᾽ Ἄρεϊ δῃώσασθαι.’
ὣς ἔφατ᾽ ἀχνύμενος κέαρ ἔνδοθεν: ἀμφὶ δὲ λαοὶ
οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δ᾽ Ἑλλήσποντος
570 μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατ᾽ ἀνίη.
καὶ δ᾽ αὐτόν λάβε πένθος Ὀδυσσέα μητιόεντα
κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν
τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς:
‘ὦ φίλοι, ὡς οὔπω τι κακώτερον ἄλλο χόλοιο
575 γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει: