Delphi Complete Works of Quintus Smyrnaeus
Page 51
105 ὑγραὶ δ᾽ ἀμφ᾽ ἐλάτῃσι διεπρήσσοντο κέλευθοι
νηὸς ἐπεσσυμένης: τοὶ δ᾽ ἱδρώοντες ἔρεσσον:
ὡς δ᾽ ὅθ᾽ ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτες
δουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνην
ἄχθεϊ τετριγυῖαν ὑπ᾽ ἄξονι δινήεντι
110 τειρόμενοι, πουλὺς δὲ κατ᾽ αὐχένος ἠδὲ καὶ ὤμων
ἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπ᾽ οὖδας:
ὣς τῆμος μογέεσκον ὑπὸ στιβαρῇς ἐλάτῃσιν
αἰζηοί: μάλα δ᾽ ὦκα διήνυον εὐρέα πόντον.
τοὺς δ᾽ ἄλλοι μὲν Ἀχαιοὶ ἀποσκοπίαζον ἰόντας:
115 θῆγον δ᾽ αἰνὰ βέλεμνα καὶ ἔγχεα, τοῖσι μάχοντο.
Τρῶες δ᾽ ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο
ἐς πόλεμον μεμαῶτες ἰδ᾽ εὐχόμενοι μακάρεσσι
λωφῆσαί τε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο.
τοῖσι δ᾽ ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ
120 ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος:
καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο
πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου
ναίεσκον κρατερῇσι πεποιθότες ἐγχείῃσιν.
ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες:
125 ὡς δ᾽ ὁπόθ᾽ ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν
ἥμεροι ἀνέρα χῆνες, ὅτις σφίσιν εἴδατα βάλλῃ,
ἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν ἰύζοντες
σαίνουσιν, τοῦ δ᾽ ἦτορ ἰαίνεται εἰσορόωντος:
ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτ᾽ ἐσίδοντο
ὄβριμον Εὐρύπυλον, τοῦ δ᾽ ἐν φρεσὶ θαρσαλέον κῆρ
130 τέρπετ᾽ ἀγειρομένοισιν: ἀπὸ προθύρων δὲ γυναῖκες
θάμβεον ἀνέρα δῖον: ὁ δ᾽ ἔξοχος ἔσσυτο λαῶν
ἠΰτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών.
τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον:
τοῦ γὰρ ἀνεψιὸς ἔσκεν, ἰῆς τ᾽ ἐτέτυκτο γενέθλης:
135 τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο
Ἀστυόχη κρατερῇσιν ὑπ᾽ ἀγκοίνῃσι μιγεῖσα
Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέϊ Ἡρακλῆι
λάθρῃ ἑοῖο τοκῆος ἐϋπλόκαμος τέκεν Αὔγη:
καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος
140 θρέψε θοή ποτε κεμμάς, ἑῷ δ᾽ ἴσα φίλατο νεβρῷ
μαζὸν ὑποσχομένη βουλῇ Διός: οὐ γὰρ ἐῴκει
ἔκγονον Ἡρακλῆος ὀϊζυρῶς ἀπολέσθαι.
τοῦ δ᾽ ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ
ἦγεν ἑὸν ποτὶ δῶμα δι᾽ εὐρυχόροιο πόληος
145 σῆμα πάρ᾽ Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρα
νηόν τε ζάθεον Τριτωνίδος, ἔνθα οἱ ἄγχι
δώματ᾽ ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο:
καί μιν ἀδελφειῶν πηῶν θ᾽ ὕπερ ἠδὲ τοκήων
εἴρετο προφρονέως: ὁ δέ οἱ μάλα πάντ᾽ ἀγόρευεν:
150 ἄμφω δ᾽ ὣς ὀάριζον ἅμ᾽ ἀλλήλοισι κιόντες.
ἦλθον δ᾽ ἐς μέγα δῶμα καὶ ὄλβιον: ἔνθα δ᾽ ἄρ᾽ ἧστο
ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος:
καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον,
ἄλλαι δ᾽ αὖτ᾽ ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο
155 ἔργα τιτυσκόμεναι, ὁπόσα δμωῇσιν ἔοικεν.
Εὐρύπυλον δ᾽ Ἑλένη μέγ᾽ ἐθάμβεεν εἰσορόωσα,
κεῖνος δ᾽ αὖθ᾽ Ἑλένην: μετὰ δ᾽ ἀλλήλους ἐπέεσσιν
ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι:
δμῶες δ᾽ αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης:
160 αἶψα δ᾽ Ἀλέξανδρος κατ᾽ ἄρ᾽ ἕζετο, πὰρ δ᾽ ἄρα τῷ γε
Εὐρύπυλος. λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο,
ᾗχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι:
αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους
στῆσαν ἔτι πνείοντας ὀϊζυροῖο μόγοιο:
165 ἐν δὲ φάτνῃσι βάλοντο, τά τ᾽ ὠκέες ἵπποι ἔδουσι.
καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δ᾽ αἶα καὶ αἰθήρ:
οἱ δ᾽ ἄρα δαῖτ᾽ ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖο
Κήτειοι Τρῶές τε: πολὺς δ᾽ ἐπὶ μῦθος ὀρώρει
δαινυμένων: πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος
170 δαίετο πὰρ κλισίῃσιν: ἐπίαχε δ᾽ ἠπύτα σύριγξ
αὐλοί τε λιγυροῖσιν ἀρηράμενοι καλάμοισιν,
ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα.
Ἀργεῖοι δ᾽ ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες
ἐν πεδίῳ πυρὰ πολλὰ καὶ ἄσπετον εἰσαΐοντες
αὐλῶν φορμίγγων τ᾽ ἰαχὴν ἀνδρῶν καὶ ἵππων
175 σύριγγός θ᾽, ἣ δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι:
τοὔνεκ᾽ ἄρ᾽ οἷσιν ἕκαστος ἐπὶ κλισίῃσι κέλευσε
νῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ,
μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες
οἵ ῥα τότ᾽ αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.
180 ὣς δ᾽ αὕτως κατὰ δώματ᾽ Ἀλεξάνδροιο δαΐφρων
δαίνυτο Τηλεφίδης μετ᾽ ἀγακλειτῶν βασιλήων:
πολλὰ δ᾽ ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷες
ἑξείης ηὔχοντο μιγήμεναι Ἀργείοισιν
αἴσῃ ἐν ἀργαλέῃ: ὁ δ᾽ ὑπέσχετο πάντα τελέσσειν.
185 αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθ᾽ ἕκαστος:
Εὐρύπυλος δ᾽ αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν
ἐς τέγος εὐποίητον, ὅπῃ πάρος αὐτὸς ἴαυεν
ἠῢς Ἀλέξανδρος μετ᾽ ἀγακλειτῆς ἀλόχοιο:
κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων:
190 ἔνθ᾽ ὅ γε λέξατ᾽ ἰών: τοὶ δ᾽ ἄλλοσε κοῖτον ἕλοντο
μέχρις ἐπ᾽ Ἠριγένειαν ἐΰθρονον. αὐτὰρ ἅμ᾽ ἠοῖ
Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε
σύν τ᾽ ἄλλοις βασιλεῦσιν, ὅσοι κατὰ Ἴλιον ἦσαν:
λαοὶ δ᾽ αὐτίκ᾽ ἔδυσαν ἐν ἔντεσι μαιμώωντες,
195 πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι:
ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις
τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι:
καί οἱ δαίδαλα πολλὰ κατ᾽ ἀσπίδα δῖαν ἔκειτο,
ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.
200 ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες
δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δράκοντες
σμερδαλέον μεμαῶτες: ὁ δέ σφεας ἄλλοθεν ἄλλον
νηπίαχός περ ἐὼν ὑπεδάμνατο: καί οἱ ἀταρβὴς
ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει
205 ἐξ ἀρχῆς: οὐ γάρ τι θεῶν γένος οὐρανιώνων
ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ
ἕσπετ᾽ ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι.
ἐν δὲ Νεμειαίοιο βίη ἐτέτυκτο λέοντος
ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι
210 τειρόμενος κρατερῶς: βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν
αἱματόεις ἀφρὸς ἔσκεν: ἀποπνείοντι δ᾽ ἐῴκει.
ἄγχι δέ οἱ πεπόνητο μένος πολυδειράδος ὕδρης
αἰνὸν λιχμώωσα: καρήατα δ᾽ ἀλγινόεντα
ἄλλα μὲν ἄρ δέδμητο κατὰ χθονός, ἄλλα δ᾽ ἄεξεν
215 ἐξ ὀλίγων μάλα πολλά: πόνος δ᾽ ἔχεν Ἡρακλῆα
θαρσαλέον τ᾽ Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε
ἄμφω, ὁ μὲν τέμνεσκε καρήατα μαιμώωντα
ἅρπῃ ὑπ᾽ ἀγκυλόδοντι θοῶς, ὁ δὲ καῖε σιδήρῳ
αἰθομένῳ: κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή.
220 ἑξείης δ᾽ ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο
ἀφριόων γενύεσσι: φέρεν δέ μιν, ὡς, ἐτεόν περ,
ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο.
Κεμμὰς δ᾽ εὖ ἤσκητο θοὴ πόδας, ἥ τ᾽ ἀλεγεινῶν
ἀμφὶ περικτιόνων μέγ᾽ ἐσίνετο πᾶσαν ἀλωήν:
225 καὶ τὴν μὲν χρυσέοιο κεράατος ὄβριμος ἥρως
ἄμφεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀϋτμήν.
ἀμφὶ δ᾽ ἄρα στυγεραὶ Στυμφηλίδες῾ αἱ μὲν ὀϊστοῖς
βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἱ δ᾽ ἔτι φύζης
μνωόμεναι πολιοῖο δι᾽ ἠέρος ἐσσεύοντο:
230 τῇσι δ᾽ ἔφ᾽ Ἡρακλέης κεχολωμένος ἄλλον ἐπ᾽ ἄλλῳ
ἰὸν ἀεὶ προΐαλλε μάλα σπεύδοντι ἐοικώς.
ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο
τεχνήεις ἤσκητο κατ᾽ ἀκαμάτοιο βοείης:
τῷ δ᾽ ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖο
235 ὄβριμος Ἡρακλέης ἐπαγίνεεν: ἀμφὶ δὲ Νύμφαι
θάμβεον ἄσπετον ἔργον. ἀπόπροθι δ᾽ ἔπλετο ταῦρος
πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα
γνάμπτε βίῃ κρατεροῖο κεράατος: οἱ δέ οἱ ἄμφω
ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο:
240 καί ῥ᾽ ὁ μέν ὡς μυκηθμὸν ἱεὶς πέλεν. ἄγχι δ᾽ ἄρ᾽ αὐτοῦ
ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος
Ἱππολύτη: καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι
δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων
εἶλε κόμης ἵπποιο κατ᾽ ὠκέος: αἱ δ᾽ ἀπάτερθεν
245 ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. ἀμφὶ δὲ λυγραὶ
Θρηικίην ἀνά γαῖαν ἔσαν Διομήδεος ἵπποι
ἀνδροβόροι: καί τάς μέν ἐπὶ στυγερῇσι φάτνῃσιν
αὐτῷ σύν βασιλῆι κακὰ φρονέοντι δάϊξεν.
ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος
250 τεθναότος παρὰ βουσί: καρήατα δ᾽ ἐν κονίῃσιν
αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα:
πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων
ὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴν
Κερβέρῳ, ὅς ῥά οἱ ἔσκεν ἀδελφεός: ἀμφὶ δ᾽ ἔκειτο
255 βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ.
ἀμφὶ δέ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα
Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
σμερδαλέος δέδμητο δράκων: ταὶ δ᾽ ἄλλοθεν ἄλλαι
πτώσσουσαι θρασύν υἷα Διός μεγάλοιο φέβοντο.
260 ἐν δ᾽ ἄρ᾽ ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι
Κέρβερος, ὅν ῥ᾽ ἀκάμαντι Τυφωέϊ γείνατ᾽ Ἔχιδνα
ἄντρῳ ὑπ᾽ ὀκρυόεντι μελαίνης ἀγχόθι νυκτὸς
ἀργαλέης: ὁ δ᾽ ἄρ᾽ ἦεν ἀεικέλιόν τι πέλωρον
ἀμφ᾽ ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀΐδαο
εἴργων νεκρὸν ὅμιλον ὑπ᾽ ἠερόεντι βερέθρῳ:
265 ῥεῖα δέ μιν Διός υἱὸς ὑπὸ πληγῇσι δαμάσσας
ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα,
ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον
θαρσαλέως. ἐτέτυκτο δ᾽ ἀπόπροθεν ἄγκεα μακρὰ
Καυκάσου: ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλα
270 αὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίαις
λῦε μέγαν Τιτῆνα: λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο
αἰετὸς
ἀλγινόεντι δέμας βεβλημένος ἰῷ.
Κενταύρων δ᾽ ἐτέτυκτο πολυσθενέων μέγα κάρτος
ἀμφὶ Φόλοιο μέλαθρον: ἔρις δ᾽ ὀρόθυνε καὶ οἶνος
275 ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι:
καὶ ῥ᾽ οἱ μὲν πεύκῃσι περὶ δμηθέντες ἔκειντο,
τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος: οἱ δ᾽ ἔτι μακρῇς
δηριόωντ᾽ ἐλάτῃσι μεμαότες, οὐδ᾽ ἀπέληγον
ὑσμίνης: πάντων δὲ καρήατα δεύετο λύθρῳ
280 θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ:
οἴνῳ δ᾽ αἷμα μέμικτο, συνηλοίητο δὲ πάντα
εἴδατα καὶ κρητῆρες ἐΰξεστοί τε τράπεζαι.
Νέσσον δ᾽ αὖθ᾽ ἑτέρωθι παρὰ ῥόον Εὐηνοῖο
κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατ᾽ ὀϊστῷ
285 ἀμφ᾽ ἐρατῆς αλόχοιο χολούμενος, ἐν δ᾽ ἐτέτυκτο
ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν
ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα
ὑψοῦ ἀειράμενος κρατερῇς συνέαξε χέρεσσι.
κεῖτο δ᾽ ἐπὶ προχοῇσιν ἐϋρρόου Ἑλλησπόντου
290 ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀϊστοῖς
βλήμενον: Ἡσιόνης δέ κακούς ἀπελύετο δεσμούς.
ἄλλα δ᾽ ἄρ᾽ Ἀλκείδαο θρασύφρονος ἄσπετα ἔργα
ἄμφεχεν Εὐρυπύλοιο διοτρεφέος σάκος εὐρύ.
φαίνετο δ᾽ ἶσος Ἄρηι μετὰ στίας ἀΐσσοντι:
295 Τρῶες δ᾽ ἀμφιέποντες ἐγήθεον, εὖτ᾽ ἐσίδοντο