Book Read Free

Delphi Complete Works of Quintus Smyrnaeus

Page 53

by Quintus Smyrnaeus


  ῥηιδίως πατέουσιν, ἐπεὶ χάος εὐρὺ τέτυκται

  490 μέχρις ἐπ᾽ Ἀΐδονῆος ὑπερθύμοιο βέρεθρον:

  ἀλλὰ τὰ μὲν μακάρεσσι πέλει θέμις εἰσοράασθαι.

  τῶνδ᾽ αὖτ᾽ ἀμφὶ Μαχάον᾽ ἰδ᾽ Ἀγλαΐης κλυτὸν υἷα

  μαρναμένων ἑκάτερθεν ἀπέφθιτο πουλὺς ὅμιλος:

  ὀψὲ δὲ δὴ Δαναοί σφεας εἴρυσαν ἀθλήσαντες

  495 πολλά περ: αἶψα δὲ νῆας ἐπὶ σφετέρας ἐκόμισσαν

  παῦροι, ἐπεὶ πλεόνεσσι κακὴ περιπέπτατ᾽ ὀϊζὺς

  ἀργαλέου πολέμοιο: πόνῳ δ᾽ ἐνέμιμνον ἀνάγκῃ.

  ἀλλ᾽ ὅτε δὴ μάλα πολλοὶ ἐνεπλήσαντο κελαινὰς

  κῆρας ἀν᾽ αἱματόεντα καὶ ἀλγινόεντα κυδοιμόν,

  500 δὴ τότ᾽ ἄρ᾽ Ἀργείων πολέες φύγον ἔνδοθι νηῶν,

  ὅσσους Εὐρύπυλος μέγ᾽ ἐπῴχετο πῆμα κυλίνδων.

  παῦροι δ᾽ ἀμφ᾽ Αἴαντα καὶ Ἀτρέος υἷε κραταιὼ

  μίμνον ἐν ὑσμίνῃ: καὶ τάχα πάντες ὄλοντο

  δυσμενέων παλάμῃσι περιστρωφῶντες ὁμίλῳ,

  505 εἰ μὴ Ὀϊλέος υἱὸς εΰφρονα Πουλυδάμαντα

  ἔγχεϊ τύψε παρ᾽ ὦμον ἀριστερὸν ἀγχόθι μαζοῦ:

  ἐκ δέ οἱ αἷμ᾽ ἐχύθη: ὁ δ᾽ ἐχάσσατο τυτθὸν ὁπίσσω.

  Δηίφοβον δ᾽ οὔτησε περικλειτὸς Μενέλαος

  δεξιτερὸν παρὰ μαζόν: ὁ δ̓ἔκφυγε ποσσὶ θοοῖσιν.

  510 ἔνθ᾽ Ἁγαμέμνων δῖος ἐνήρατο πουλὺν ὅμιλον

  πληθύος ἐξ ὀλοῆς: μετὰ δ᾽ Αἴθικον ᾤχετο δῖον

  θύων ἐγχείῃσιν: ὁ δ᾽ εἰς ἑτάρους ἀλέεινε.

  τοὺς δ᾽ ὁπότ᾽ Εὐρύπυλος λαοσσόος εἰσενόησε

  χαζομένους ἅμα πάντας ἀπὸ στυγεροῖο κυδοιμοῦ,

  515 αὐτίκα κάλλιπε λαόν, ὅσον κατὰ νῆας ἔλασσε,

  καί ῥα θοῶς οἴμησεν ἐπ᾽ Ἀτρέος υἷε κραταιὼ

  παῖδά τε καρτερόθυμον Ὀϊλέος, ὃς περὶ μὲν θεῖν

  ἔσκε θοός, περὶ δ αὖτε μάχῃ ἔνι φέρτατος ἦεν.

  τοῖς ἔπι κραιπνὸν ὄρουσεν ἔχων περιμήκετον ἔγχος:

  520 σὺν δέ οἱ ἦλθε Πάρις τε καὶ Αἰνείας ἐρίθυμος,

  ὅς ῥα θοῶς Αἴαντα βάλεν περιμήκεϊ πέτρῃ

  κὰκ κόρυθα κρατερήν: ὁ δ᾽ ἄρ᾽ ἐν κονίῃσι τανυσθεὶς

  ψυχὴν οὐ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ

  ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι:

  525 καί ῥά μιν ἁρπάξαντες ἀρηίφιλοι θεράποντες

  βαιὸν ἔτ᾽ ἀμπνείοντα φέρον ποτὶ νῆας Ἀχαιῶν.

  καὶ τότ᾽ ἄρ᾽ οἰώθησαν ἀγακλειτοὶ βασιλῆες

  Ἀτρεῖδαι: περὶ δέ σφιν ὀλέθριος ἵσταθ᾽ ὅμιλος

  βαλλόντων ἑκάτερθεν, ὅ τι σθένε χερσὶν ἑλέσθαι:

  530 οἱ μὲν γὰρ στονόεντα βέλη χέον, οἱ δέ νυ λᾶας,

  ἄλλοι δ᾽ αἰγανέας: τοὶ δ᾽ ἐν μέσσοισιν ἐόντες

  στρωφῶντ᾽, εὖτε σύες μέσῳ ἕρκεϊ ἠὲ λέοντες

  ἤματι τῷ, ὅτ᾽ ἄνακτες ἀολλίσσωσ᾽ ἀνθρώπους

  ἀργαλέως τ᾽ εἰλέωσι κακὸν τεύχοντες ὄλεθρον

  535 θηρσὶν ὑπὸ κρατεροῖς, οἱ δ᾽ ἕρκεος ἐντὸς ἐόντες

  δμῶας δαρδάπτουσιν, ὅ τις σφίσιν ἐγγὺς ἵκηται:

  ὣς οἵ γ᾽ ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάϊζον.

  ἀλλ᾽ οὐδ᾽ ὣς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι,

  εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος

  540 Μηριόνης τε Θόας τε καὶ ἰσόθεος Θρασυμήδης,

  οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο,

  καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα,

  εἰ μὴ ἄρ᾽ Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο

  ἄντην Εὐρυπύλοιο: μάχη δ᾽ ἀΐδηλος ἐτύχθη.

  545 ἔνθα τότ᾽ Αἰνείαο κατ᾽ ἀσπίδος ἔγχος ἔρεισε

  Τεῦκρος ἐϋμμελίης: τοῦ δ᾽ οὐ χρόα καλὸν ἴαψεν:

  ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον:

  ἀλλὰ καὶ ὣς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω.

  Μηριόνης δ᾽ ἐπόρουσεν ἀμύμονι Λαοφόωντι

  550 Παιονίδῃ, τὸν ἐγείνατ᾽ ἐϋπλόκαμος Κλεομήδη

  Ἀξιοῦ ἀμφὶ ῥέεθρα: κίεν δ᾽ ὅ γε Ἴλιον ἱρὴν

  Τρωσὶν ἀρηξέμεναι μετ᾽ ἀμύμονος Ἀστεροπαίου:

  τὸν δ᾽ ἄρα Μηριόνης νύξ̓ ἔγχεϊ ὀκριόεντι

  αἰδοίων ἐφύπερθε: θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ

  555 ἔγκατα: τοῦ δ᾽ ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός.

  Αἴαντος δ᾽ ἄρ᾽ ἑταῖρος Ὀϊλιάδαο δαΐφρων

  Ἀλκιμέδης ἐς ὅμιλον ἐϋσθενέων βάλε Τρώων:

  ἧκε δ᾽ ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν

  σφενδόνῃ ἀλγινόεντα λίθον: διὰ δ᾽ ἔτρεσαν ἄνδρες

  560 ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα.

  τὸν δ᾽ ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα

  Πάμμονος Ἱππασίδην: τὸν δ᾽ ἡνία χερσὶν ἔχοντα

  πλῆξε κατὰ κροτάφοιο: θοῶς δέ μιν ἔκβαλε δίφρου

  πρόσθεν ἑοῖο τροχοῖο: θοὸν δέ οἱ ἅρμα πεσόντος

  565 λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετ᾽ ὀπίσσω

  ἵππων ἱεμένων: θάνατος δέ μιν αἰνὸς ἐδάμνα

  ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα:

  Πάμμονι δ᾽ ἔμπεσε πένθος: ἄφαρ δέ ἑ θῆκεν ἀνάγκη

  ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα:

  570 καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη,

  εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα

  ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα

  ἤδ�
� τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν.

  ἀντίθεον δ᾽ Ἀκάμαντα καταντίον ἀΐσσοντα

  575 Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν:

  ἕλκεϊ δ᾽ οὐλομένῳ στυγερὰς ὑπεδύσατ᾽ ἀνίας:

  χάσσατο δ᾽ ἐκ πολέμοιο: λίπεν δ᾽ ἑτάροισι κυδοιμὸν

  δακρυόεντ᾽: οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει.

  καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο

  580 τύψε Θόαντος ἑταῖρον Ἐχέμμονα δηϊοτῆτι

  ὤμου τυτθὸν ἔνερθε: περὶ κραδίην δέ οἱ ἔγχος

  ἷξεν ἀνιηρόν: σὺν δ᾽ αἵματι κήκιεν ἱδρὼς

  ψυχρὸς ἀπὸ μελέων: καί μιν στρεφθέντα φέρεσθαι

  εἰσοπίσω κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο:

  585 κόψε δέ οἱ θοὰ νεῦρα: πόδες δ᾽ ἀέκοντες ἔμιμνον

  αὐτοῦ, ὅπῃ μιν τύψε: λίπεν δέ μιν ἄμβροτος αἰών.

  ἐσσυμένως δὲ Θόας νύξεν Πάριν ὀξέϊ δουρὶ

  δεξιτερὸν κατὰ μηρόν: ὁ δ᾽ ᾤχετο τυτθὸν ὀπίσσω

  οἰσόμενος θοὰ τόξα, τά οἱ μετόπισθε λέλειπτο.

  590 Ἰδομενεὺς δ᾽ ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας

  κάββαλεν Εὐρυπύλοιο βραχίονα: τοῦ δὲ χαμᾶζε

  κάππεσε λοίγιον ἔγχος: ἄφαρ δ᾽ ἀνεχάσσατ᾽ ὀπίσσω

  οἰσέμεν ἐγχείην: τὴν γάρ τ᾽ ἔχεν ἔκβαλε χειρός.

  Ἀτρεῖδαι δ̓ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο.

  595 τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεγκαν

  ἀαγὲς δόρυ μακρόν, ὃ πολλῶν γούνατ᾽ ἔλυσε:

  δεξάμενος δ᾽ ὅ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων,

  κτείνων ὅν κε κίχῃσι, πολὺν δ᾽ ὑπεδάμναθ᾽ ὅμιλον.

  Ἔνθ᾽ οὔτ᾽ Ἀτρεῖδαι μένον ἔμπεδον οὔτε τις ἄλλος

  600 ἀγχεμάχων Δαναῶν: μάλα γὰρ δέος ἔλλαβε πάντας

  ἀργαλέον: πᾶσιν γὰρ ἐπέσσυτο πῆμα κορύσσων

  Εὐρύπυλος: μετόπισθε δ᾽ ἐπισπόμενος κεράϊζε.

  κέκλετο δ᾽ αὖ Τρώεσσιν ἰδ᾽ ἱπποδάμοις ἑτάροισιν:

  ‘ὦ φίλοι, εἰ δ᾽ ἄγε θυμὸν ἐνὶ στέρνοισι λαβόντες

  605 τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρ᾽ ἀΐδηλον,

  οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται

  νῆας ἐπὶ σφετέρας: ἀλλὰ μνησώμεθα πάντες

  ὑσμίνης ὀλοῆς, ἧς παιδόθεν ἴδμονές εἰμεν.’

  ὣς φάτο: τοὶ δ᾽ ἐπόρουσαν ἀολλέες Ἀργείοισιν:

  610 οἱ δὲ μέγα τρομέοντες ἀπ᾽ ἀργαλέοιο κυδοιμοῦ

  φεῦγον: τοὶ δ᾽ ἐφέποντο κύνες ὣς ἀργιόδοντες

  κεμμάσιν ἀγροτέρῃσιν ἀν᾽ ἄγκεα μακρὰ καὶ ὕλην.

  πολλοὺς δ᾽ ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας

  ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν.

  615 Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα

  νῆσόν τε Χρόμιόν τε καὶ Ἄντιφον: οἱ δὲ Μυκήνην

  ᾤκεον εὐκτέανον, τοὶ δ᾽ ἐν Λακεδαίμονι ναῖον:

  τοὺς ἄρ᾽ ὅ γ᾽ ἐξενάριξεν ἀριγνώτους περ ἐόντας.

  ἐκ δ᾽ ἄρα πληθύος εἷλεν ἀάσπετα φῦλ᾽ ἀνθρώπων

  620 ὅσσα μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι,

  οὐδ᾽ εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη.

  Αἰνείας δὲ Φέρητα καὶ Ἀντίμαχον κατέπεφνεν

  ἀμφοτέρους Κρήτηθεν ἅμ᾽ Ἰδομενῆι κιόντας.

  αὐτὰρ Ἀγήνωρ δῖος ἀμύμονα Μῶλον ἔπεφνεν,

  625 ὅς περ ἀπ᾽ Ἄργεος ἦλθεν ὑπὸ Σθενέλῳ βασιλῆι:

  τὸν βάλεν αἰγανέῃ νεοθηγέϊ πολλὸν ὀπίσσω

  φεύγοντ᾽ ἐκ πολέμοιο τυχὼν ὑπὸ νείατα κνήμης

  δεξιτερῆς: αἰχμὴ δέ διὰ πλατὺ νεῦρον ἔκερσεν

  ἄντικρυς ἱεμένη: παρὰ δ᾽ ἔθρισεν ὀστέα φωτὸς

  630 ἀργαλέως: ὀδύνῃ δὲ μίγη μόρος, ἔφθιτο δ᾽ ἀνήρ.

  ἔνθα Πάρις Μόσυνόν τ᾽ ἔβαλεν καὶ ἀγήνορα Φόρκυν

  ἄμφω ἀδελφειούς, οἵ τ᾽ ἐκ Σαλαμῖνος ἵκοντο

  Αἴαντος νήεσσι, καὶ οὐκέτι νόστον ἴδοντο.

  τοῖσι δ᾽ ἔπι Κλεόλαον εῢν θεράποντα Μέγητος

  635 εἷλε βαλὼν κατὰ μαζὸν ἀριστερόν: ἀμφὶ δέ μιν νὺξ

  μάρψε κακή, καὶ θυμὸς ἀπέπτατο: τοῦ δὲ δαμέντος

  ἔνδον ὑπὸ στέρνοισιν ἔτι κραδίη ἀλεγεινὴ

  ταρφέα παλλομένη πτερόεν πελέμιξε βέλεμνον.

  ἄλλον δ᾽ ἰὸν ἀφῆκεν ἐπὶ θρασὺν Ἠετίωνα

  640 ἐσσυμένως: τοῦ δ᾽ αἶψα διὰ γναθμοῖο πέρησε

  χαλκός: ὁ δ᾽ ἐστονάχησε: μίγη δέ οἱ αἵματι δάκρυ.

  ἄλλος δ᾽ ἄλλον ἔπεφνε: πολὺς δ᾽ ἐστείνετο χῶρος

  Ἀργείων ἰληδὸν ἐπ᾽ ἀλλήλοισι πεσόντων.

  καί νύ κε δὴ τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας,

  645 εἰ μὴ νὺξ ἐπόρουσε βαθύσκιον ἠέρ᾽ ἄγουσα.

  χάσσατο δ᾽ Εὐρύπυλος, σὺν δ᾽ ἄλλοι Τρώιοι υἷες

  νηῶν βαιὸν ἄπωθε ποτὶ προχοὰς Σιμόεντος

  ᾗχί περ αὖλιν ἔθεντο γεγηθοτες. οἱ δ᾽ ἐνὶ νηυσὶν

  Ἀργεῖοι γοάασκον ἐπὶ ψαμάθοισι πεσόντες

  650 πολλὰ μάλ᾽ ἀχνύμενοι κταμένων ὕπερ, οὕνεκ᾽ ἄρ᾽ αὐτῶν

  πολλοὺς ἐν κονίῃσι μέλας ἐκιχήσατο πότμος.

  BOOK VII.

  ἦμος δ᾽ οὐρανὸς ἄστρα κατέκρυφεν, ἔγρετο δ᾽ Ἠὼς

  λαμπρὸν παμφανόωσα, κνέφας δ᾽ ἀνεχάσσατο νυκτός,

  δὴ τότ᾽ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,

  οἱ μὲν ἔβαν προπάροιθε νεῶν κρατερὴν ἐπὶ δῆριν

  5 ἀντίον Εὐρυπύλοιο μεμαότες, οἱ δ᾽ ἀπάτερ�
�εν

  αὐτοῦ πὰρ νήεσσι Μαχάονα ταρχύσαντο

  Νιρέα θ᾽, ὃς μακάρεσσιν ἀειγενέεσσιν ἐῴκει

  κάλλεΐ τ᾽ ἀγλαΐῃ τε: βίῃ δ᾽ οὐκ ἄλκιμος ἦεν:

  οὐ γὰρ ἅμ᾽ ἀνθρώποισι θεοὶ τελέουσιν ἅπαντα:

  10 ἀλλ᾽ ἐσθλῷ κακὸν ἄγχι παρίσταται ἔκ τινος αἴσης:

  ὣς Νιρῆι ἄνακτι παρ᾽ ἀγλαΐῃ ἐρατεινῇ

  κεῖτ᾽ ἀλαπαδνοσύνη: Δαναοὶ δέ οἱ οὐκ ἀμέλησαν,

  ἀλλά ἑ ταρχύσαντο καὶ ὠδύραντ᾽ ἐπὶ τύμβῳ,

  ὅσσα Μαχάονα δῖον, ὃν ἀθανάτοισι θεοῖσιν

  15 ἶσον ἀεὶ τίεσκον, ἐπεὶ πυκνὰ μήδεα ᾔδη

  αἶψα δ᾽ ἀρ᾽ ἀμφοτέροις αὐτὸν περὶ σῆμα βάλοντο.

  καὶ τότ᾽ ἄρ᾽ ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης:

  ὦρτο δ᾽ ἄρ᾽ ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀϋτὴ

  ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν:

  20 καί ῥ᾽ οἱ μὲν πονέοντο πολυκμήτῳ ὑπ᾽ Ἄρηι:

  νωλεμέως δ᾽ ἄρ᾽ ἄπαστος ἐδητύος ἐν κονίῃσι

  κεῖτο μέγα στενάχων Ποδαλείριος: οὐδ᾽ ὅ γε σῆμα

  λεῖπε κασιγνήτοιο: νόος δέ οἱ ὁρμαίνεσκε

  χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι.

  25 καί ῥ᾽ ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δ᾽ αὖτε

  δίζετο φάρμακον αἰνόν: ἑοὶ δέ μιν εἶργον ἑταῖροι

  πολλὰ παρηγορέοντες: ὁ δ᾽ οὐκ ἀπέληγεν ἀνίης.

  καί νύ κε θυμόν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν

  ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ,

 

‹ Prev