Delphi Complete Works of Quintus Smyrnaeus
Page 67
πάντες ὁμῶς ὀλοοῖσι περὶ ξιφέεσσι πεσόντες
ἀλλήλων, εἰ μή σφιν ἀπ᾽ Οὐλύμποιο Κρονίων
ἤρκεσε τειρομένοισι, κόνιν δ᾽ ἀπάτερθεν ἔλασσεν
ὑσμίνης, ὀλοὰς δὲ κατεπρήϋνεν ἀέλλας.
260 οἱ δ᾽ ἔτι δηριόωντο: πόνος δ᾽ ἄρα τοῖσιν ἐτύχθη
πολλὸν ἐλαφρότερος: δέρκοντο γὰρ εἴτε δαΐξαι
χρειὼ δήϊον ἄνδρα κατὰ κλόνον, εἴτ᾽ ἀλέασθαι.
καί ῥ᾽ ὁτὲ μὲν Δαναοὶ Τρώων ἀνέεργον ὅμιλον
ἄλλοτε δ᾽ αὖ Τρῶες Δαναῶν στίχας: ἔπλετο δ᾽ αἰνὴ
265 ὑσμίνη: νιφάδεσσι δ᾽ ἐοικότα πίπτε βέλεμνα
ἀμφοτέρωθεν ἰόντα: δέος δ᾽ ἔχε μηλοβοτῆρας
ἔκποθεν Ἰδαίων ὀρέων ὁρόωντας ἀϋτήν.
καί τις ἐς αἰθέρα χεῖρας ἐπουρανίοισιν ἀείρων
εὔχετο, δυσμενέας μὲν ὑπ᾽ Ἄρεϊ πάντας ὀλέσθαι,
270 Τρῶας δὲ στονόεντος ἀναπνεῦσαι πολέμοιο,
ἦμαρ δ᾽ εἰσιδέειν ποτ᾽ ἐλεύθερον: ἀλλά οἱ οὔτι
ἔκλυον: αἶσα γὰρ ἄλλα πολύστονος ὁρμαίνεσκεν:
ἅζετο δ᾽ οὔτε Ζῆνα πελώριον, οὔτε τιν᾽ ἄλλων
ἀθανάτων: οὐ γάρ τι μετατρέπεται νόος αἰνὸς
275 κείνης, ὅντινα πότμον ἐπ᾽ ἀνδράσι γεινομένοισι,
ἀνδράσιν ἢ πολίεσσιν ἐπικλώσηται ἀφύκτῳ
νήματι: τῇ δ᾽ ὕπο πάντα τὰ μὲν φθινύθει, τὰ δ᾽ ἀέξει:
τῆς καὶ ὑπ᾽ ἐννεσίῃσι πόνος καὶ δῆρις ὀρώρει
ἱππομάχοις Τρώεσσι καὶ ἀγχεμάχοισιν Ἀχαιοῖς.
280 τεῦχον δ᾽ ἀλλήλοισι φόνον καὶ ἀνηλέα πότμον
νωλεμέως: οὐ γάρ τιν᾽ ἔχεν δέος, ἀλλ᾽ ἐμάχοντο
προφρονέως: θάρσος γὰρ ἐφέλκεται ἄνδρας ἐς αἰχμήν.
ἀλλ᾽ ὅτε δὴ πολλοὶ μὲν ἀπέφθιθεν ἐν κονίῃσι,
δὴ τότ᾽ ἄρ᾽ Ἀργείοισιν ὑπέρτερον ὤρνυτο κάρτος
285 Παλλάδος ἐννεσίῃσι δαΐφρονος, ἥ ῥα μολοῦσα
ὑσμίνης ἄγχιστα μέγ᾽ Ἀργείοισιν ἄμυνεν
ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα.
καὶ τότ᾽ ἄρ᾽ Αἰνείαν ἐρικυδέα δἶ Ἀφροδίτη,
ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος,
290 αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης
ἥρπασεν ἐσσυμένως: περὶ δ᾽ ἠέρα χευατο πουλύν:
οὐ γὰρ ἔτ᾽ αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ
μάρνασθ᾽ Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο.
τῷ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειαν
295 ἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν,
μὴ καὶ ὑπὲρ κῆράς μιν ἕλῃ θεός: οὐδὲ γὰρ αὐτοῦ
φείσατο πρόσθεν Ἄρηος, ὅ περ πολὺ φέρτερος ἦεν.
Τρῶες δ᾽ οὐκέτ᾽ ἔμιμνον ἀνὰ στόμα δηιοτῆτος,
ἀλλ᾽ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες:
300 ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν
ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηι.
τῶν δ᾽ ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι
καὶ πεδίον: πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν
ἀνέρες ἠδ᾽ ἵπποι: μάλα δ᾽ ἅρματα πολλὰ κέχυντο
305 βαλλομένων: πάντῃ δ᾽ ἀπερείσιον ἔρρεεν αἷμα
ὑετὸς ὥς: ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν.
καί ῥ᾽ οἱ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσι
κεῖντο παρ᾽ ἀλλήλοισιν ἀλίγκιον ἐκχυμένοισι
δούρασιν, εὖτ᾽ ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης
310 ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων
λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην
ἠλιβάτου σχεδίης, πάντῃ δ᾽ ἀναπλήθεται εὐρὺς
αἰγιαλός, τοῖσιν δὲ μέλαν ποτικλύζεται οἶδμα:
ὢς οἵ γ᾽ ἐν κονίῃσι καὶ αἵματι δῃωθέντες
315 κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο.
παῦροι δὲ προφυγόντες ἀνηλέα δηιοτῆτα
δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα:
τῶν δ᾽ ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος
τεύχεα πάντα δέχοντο κακῷ πεφορυγμένα λύθρῳ.
320 πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο: πᾶν δ᾽ ἀνὰ ἄστυ
ἔσσυντ᾽ ἰητῆρες ἐς οὐταμένων αἰζηῶν
οἰκία ποιπνύοντες, ἵν᾽ οὐταμένους ἀκέσωνται.
τοὺς δ᾽ ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας
ἐκ πολέμου: πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀΰτευν:
325 καί ῥ᾽ οἱ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
κεῖντο βαρυστενάχοντες ἐπ᾽ ἄλγεσιν: οἱ δ᾽ ἐπὶ δόρπον
ἐκ καμάτοιο τρέποντο: θοοὶ δ᾽ ἐπαΰτεον ἵπποι
φορβῇ ἐπιχρεμέθοντες ἄδην: ἑτέρωθι δ᾽ Ἀχαιοὶ
πὰρ κλισίῃς νήεσσί θ᾽ ὁμοίια Τρωσὶ πένοντο.
330 ἦμος δ᾽ ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς
ἵππους μαρμαίροντας, ἀνέγρετο δ᾽ ἔθνεα φωτῶν,
δὴ τοτ᾽ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
οἱ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν,
οἱ δ᾽ ἄρ᾽ ἐνὶ κλισίῃσιν ἅμ᾽ ἀνδράσιν οὐταμένοισι
335 μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς
νῆας ἕλῃ Τρώεσσι φέρων χάριν: οἱ δ᾽ ἀπὸ πύργων
μάρναντ᾽ Ἀργείοισι: μόθος δ᾽ ἀλεγεινὸς ὀρώρει.
σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς
μάρναθ᾽ ἅμ᾽ ἀντιθέῳ Διομήδεϊ: τοὺς δ᾽ ἄρ᾽ ὕπερθε
340 Δηίφο
βός τε μενεπτόλεμος κρατερός τε Πολίτης
σύν τ᾽ ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀϊστοῖς
ἠδ᾽ ἄρα χερμαδίοισι: περικτυπέοντο δὲ φωτῶν
βαλλόμεναι κόρυθές τε καὶ ἀσπίδες, αἵ τ᾽ ἀλεγεινὸν
αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν.
345 ἀμφὶ δ᾽ ἄρ᾽ Ἰδαίῃσιν ἐριδμαίνεσκε πύλῃσιν
υἱὸς Ἀχιλλῆος: πονέοντο δέ οἱ πέρι πάντες
Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο:
τοὺς δ᾽ ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι
θαρσαλέως Ἕλενός τε καὶ ὀβριμόθυμος Ἀγήνωρ,
350 Τρῶας ἐποτρύνοντες ἀνὰ μάθον: οἱ δὲ καὶ αὐτοὶ
προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης.
ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας
νισσομένῃς Ὀδυσεύς τε καὶ Εὐρύπυλος πονέοντο
νωλεμέως: τοὺς δ᾽ ἠῢς ἀφ᾽ ἕρκεος ὑψηλοῖο
355 Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε.
πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα
Τεῦκρος ἐϋμμελίης: ἄλλῃ δ᾽ ἔχεν ἄλλος ὀϊζύν.
καὶ τότ᾽ ἄρ᾽ ἀμφ᾽ Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες
κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος
360 ἀσπίδας ἐντύναντο, βάλον δ᾽ ἐφύπερθε καρήνων
θέντες ἐπ᾽ ἀλλήλῃσι: μιῇ δ᾽ ἅπαν ἥρμοσεν ἁρμῇ:
φαίης κεν μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος
πυκνόν, ὅ τ᾽ οὔτ᾽ ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος
ῥιπὴ ἀπειρεσίη οὔτ᾽ ἐκ Διὸς ἄσπετος ὄμβρος:
365 τοῖαι ἄρ᾽ Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις
καρτύναντο φάλαγγες: ἔχον δ᾽ ἕνα θυμὸν ἐς ἀλκηι
εἰς ἓν ἀρηράμενοι: καθύπερθε δὲ Τρώιοι υἷες
βάλλον χερμαδίοισι: τὰ δ᾽ ὡς στυφελῆς ἀπὸ πέτρης
γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο: πολλὰ δὲ δοῦρα
370 καὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες
πήγνυντ᾽ ἐν σακέεσσι, τὰ δ᾽ ἐν χθονί, πολλὰ δ᾽ ἄπωθεν
μαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις
πάντοθε βαλλομένων: οἱ δὲ κτύπον οὔτι φέβοντο
ἄσπετον, οὐδ᾽ ὑπόεικον, ἅτε ψεκάδων ἀΐοντες
375 δοῦπον: ἄνω δ᾽ ὑπὸ τεῖχος ὁμῶς ἴσαν: οὐδέ τις αὐτῶν
νόσφιν ἀφειστήκει: συναρηράμενοι δ᾽ ἐφέποντο,
ὡς νέφος ἠερόεν, τό ῥά που περὶ χείματι μέσσῳ
αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων.
πουλὺς δ᾽ ἀμφὶ φάλαγγι βρόμος, καναχή θ᾽ ὑπὸ ποσσὶ
380 νισσομένων ἐτέτυκτο: κόνιν δ᾽ ἀπάτερθεν ἀῆται
ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον
αἰζηῶν μετόπισθε: περίαχε δ᾽ ἄκριτος αὐδή,
οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι:
ἆσθμα δ᾽ ἀνήιε πουλὺ χύδην, περίχευε δ᾽ ἀϋτμὴν
385 λαοῦ ἀποπνείοντος: ἀπειρέσιον δ᾽ ἄρα θυμῷ
Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες
δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος:
ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο
ἀθρόοι ἐγχριμφθέντες ὑπ᾽ ἀμφιτόμοις πελέκεσσι
390 ῥῆξαι τείχεα μακρά, πύλας δ᾽ εἰς οὖδας ἐρεῖσαι
θαιρῶν ἐξερύσαντες: ἔχεν δ᾽ ἄρα μῆτις ἀγαυὴ
ἐλπωρήν: ἀλλ᾽ οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι
οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο
ὄβριμον ἀμφοτέρῃς ἐπαρηρότα χείρεσι λᾶαν
395 ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ
ἀνέρας, οὓς κατέμαρψεν ἐν ἀσπίσιν, εὖτ᾽ ἐν ὄρεσσι
φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος
αἶγας, ὑποτρομέουσι δ᾽ ὅσαι σχεδὸν ἀμφινέμονται:
ὣς Δαναοὶ θάμβησαν: ὁ δ᾽ εἰσέτι λᾶας ὕπερθεν
400 βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες:
ὡς δ᾽ ὅτ᾽ ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθι Ζεὐς
ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον
ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ,
ἀμφὶ δὲ μῆλα τρέμουσι καὶ ἄλλυδις ἄλλα φέβονται:
405 ὣς ἄρ᾽ Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκ᾽ ἄρ᾽ αὐτῶν
Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο
ἀσπίσιν ἀκαμάτῃσι τετυγμένον, οὕνεκ᾽ ἄρ᾽ αὐτῷ
κάρτος ἀπειρέσιον θεὸς ὤσασεν: οὐδέ τις αὐτῶν
ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι,
410 οὕνεκά οἱ μάρμαιρε περὶ βριαροῖς μελέεσσι
τεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν:
εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ
δεινὸς Ἄρης, καὶ πάντα κατιθύνεσκε βέλεμνα
ἢ μόρον ἢ δέος αἰνὸν ἐπ᾽ Ἀργείοισι φέροντα:
415 μάρνατο δ᾽ ὡς ὁπότ᾽ αὐτὸς Ὀλύμπιος οὐρανόθι Ζεὺς
ἀσχαλόων ἐδάϊζεν ὑπέρβια φῦλα Γιγάντων
σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίναξε
Τηθύν τ᾽ Ὠκεανόν τε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃ
γυἶ ἐλελίζετ᾽ Ἄτλαντος ὑπ᾽ ἀκαμάτου Διὸς ὁρμῆς:
420 ὣς ἄρ᾽ ὑπ᾽ Αἰνείαο κατηρείποντο φάλαγγες
Ἀργείων ἀνὰ δῆριν: ὁ γὰρ περὶ τεῖχος ἁπάντῃ
ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δ᾽ ἄρα χειρῶν
πᾶν, ὅ τί παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον,
/>
βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης
425 κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων,
τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων
δυσμενέων ἀπέρυκε πολὺν στρατόν: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
Τρῶες καρτύναντο: κακὴ δ᾽ ἔχε πάντας ὀϊζὺς
ἀμφὶ πόλιν: πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶν
430 ἠδ᾽ ἄρα καὶ Τρώων: μέγα δ᾽ ἴαχον ἀμφοτέρωθεν,
Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων
μάρνασθ᾽ ἀμφὶ πόληος ἑῆς ἀλόχων τε καὶ αὐτῶν
προφρονέως: υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος
Αργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης
435 μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι.
τοὺς δ᾽ ἄμφω στονόσσα καὶ ἄσπετος ἄμπεχ᾽ ἀϋτὴ
μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον: οὐδέ τις ἦεν
ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν
τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπ᾽ Ἄρεϊ, τῶν δὲ σαῶσαι.
440 Αἴας δ᾽ αὖτ᾽ ἀπάτερθε θρασύφρονος Αἰνείαο
μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που
ἰθὺ βέλος πεπότητο δι᾽ ἠέρος, ἄλλοτε δ᾽ αὖτε
ἀλγινόεντες ἄκοντες: ἐπ᾽ ἄλλῳ δ᾽ ἄλλον ἔπεφνεν:
445 οἱ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν
ἐς μόθον οὐκέτ᾽ ἔμιμνον: ἔλειπε δὲ τείχεα λαός.
καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν