Delphi Complete Works of Quintus Smyrnaeus
Page 69
ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην
αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ
κινυμένην, λάσιον δὲ κάρη καὶ ἐΰτριχον οὐρήν,
οὔατά τ᾽ ὀφθαλμούς τε διειδέας ἄλλα τε πάντα,
145 οἷς ἐπικίνυται ἵππος: ἀέξετο δ᾽ ἱερὸν ἔργον
ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην
δῶκ᾽ ἐρατήν: τετέλεστο δ᾽ ἐνὶ τρισὶν ἤμασι πάντα
Παλλάδος ἐννεσίῃσι: πολὺς δ᾽ ἐπεγήθεε λαὸς
Αργείων: θαύμαζε δ᾽ ὅπως ἐπὶ δούρατι θυμὸς
150 καὶ τάχος ἐκπεπόνητο ποδῶν, χρεμέθοντί τ᾽ ἐῴκει.
καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου
εὔχετ᾽ ἐπ᾽ ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας:
‘κλῦθι, θεὰ μεγάθυμε, σάου δ᾽ ἐμὲ καὶ τεὸν ἵππον.’
ὣς φάτο: τοῦ δ᾽ ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη,
155 καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν
πᾶσιν, ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο.
ἀλλ᾽ ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦ
δερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων
μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα,
160 δὴ τότ᾽ ἐπ᾽ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος
ἔμπεσεν ἀθανάτοισιν ἔρις: δίχα δέ σφισι θυμὸς
ἔπλετ᾽ ὀρινομένων: ἀνέμων δ᾽ ἐπιβάντες ἀέλλαις
οὐρανόθεν φορέοντο ποτὶ χθόνα: τοῖσι δ̣̣̓̔̓ὕπ᾽ αἰθὴρ
165 ἔβραχεν: οἱ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα
ἀλλήλων ἵσταντο καταντίον, οἱ μὲν Ἀχαιῶν
οἱ δ᾽ ἄρ᾽ ὑπὲρ Τρώων: πολέμου δ᾽ ἔρος ἔμπεσε θυμῷ.
τοῖσι δ᾽ ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον.
καί ῥ᾽ οἱ μὲν δολόεντα κοτεσσάμενοι μενέαινον
170 ἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἱ δ᾽ ἐρατεινὴν
Ἴλιον: αἶσα δ᾽ ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν
τρέψε νόον μακάρεσσιν: Ἄρης δ᾽ ἐξῆρχε μόθοιο,
ἆλτο δ᾽ Ἀθηναίης κατεναντίον: ὣς δὲ καὶ ἄλλοι
σύμπεσον ἀλλήλοισι: περί σφισι δ᾽ ἄμβροτα τεύχη
175 χρύσεα κινυμένοισι μέγ᾽ ἴαχεν: ἀμφὶ δὲ πόντος
εὐρὺς ἐπεσμαράγησε: κελαινὴ δ᾽ ἔτρεμε γαῖα
ἀθανάτων ὑπὸ ποσσί: μακρὸν δ᾽ ἅμα πάντες ἄϋσαν.
σμερδαλέη δ᾽ ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε,
μέχρις ἐπ᾽ Ἀϊδονῆος ὑπερθύμοιο βέρεθρον:
180 Τιτῆνες δ᾽ ὑπένερθε μέγ᾽ ἔτρεσαν: ἀμφὶ δὲ μακρὴ
Ἴδη ἐπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα
ἀενάων ποταμῶν, δολιχαὶ δ᾽ ἅμα τοῖσι χαράδραι
νῆές τ᾽ Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ.
ἀλλ᾽ οὐκ ἀνθρώποισι πέλεν δέος: οὐδ᾽ ἐνόησαν
185 αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν: οἱ δὲ κολώνας
χερσὶν ἀπορρήξαντες ἀπ᾽ οὔρεος Ἰδαίοιο
βάλλον ἐπ᾽ ἀλλήλους: αἱ δὲ ψαμάθοισιν ὁμοῖαι
ῥεῖα διεσκίδναντο θεῶν ἀμφ᾽ ἄσχετα γυῖα
ῥηγνύμεναι διὰ τυτθά. Διὸς δ᾽ ἐπὶ πείρασι γαίης
190 οὐ λάθον ἠῢ νόημα: λιπὼν δ᾽ ἄφαρ Ὠκεανοῖο
χεύματ᾽ ἐς οὐρανὸν εὐρὺν ἀνήιε: τὸν δὲ φέρεσκον
εὖρος καὶ Βορέης, Ζέφυρος δ᾽ ἐπὶ τοῖσι Νότος τε,
τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις
ἅρματος αἰὲν ἐόντος, ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν
195 χερσὶν ὑπ᾽ ἀκαμάτῃσιν ἀτειρέος ἐξ ἀδάμαντος.
ἵκετο δ᾽ Οὐλύμποιο ῥίον μέγα: σὺν δ᾽ ἐτίναξεν
ἠέρα πᾶσαν ὕπερθε χολούμενος: ἄλλοθε δ᾽ ἄλλαι
βρονταὶ ὁμῶς στεροπῇσι μέγ᾽ ἔκτυπον: ἐκ δὲ κεραυνοὶ
ταρφέες ἐξεχέοντο ποτὶ χθόνα: καίετο δ᾽ ἀὴρ
200 ἄσπετον: ἀθανάτοισι δ᾽ ὑπὸ φρένας ἔμπεσε δεῖμα:
πάντων δ᾽ ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων.
τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα
ἆλτο διὰ νεφέων: τάχα δέ σφεας εἰσαφίκανεν:
οἴη γάρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο:
205 τοῖον δ᾽ ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι:
‘ἴσχεσθ᾽ ἰωχμοῖο δυσηχέος: οὐ γὰρ ἔοικε
Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκ᾽ ἀνδρῶν
μάρνασθ᾽ αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄϊστοι
ἔσσεσθ᾽: ἦ γὰρ ὕπερθεν ἐφ᾽ ὑμέας οὔρεα πάντα
210 εἰς ἓν ἀναρρήξας οὔθ᾽ υἱῶν οὔτε θυγατρῶν
φείσεται, ἀλλ᾽ ἄρα πάντας ὁμῶς ἐφύπερθε καλύψει
γαίῃ ἀπειρεσίῃ: οὐδ᾽ ἔσσεται ὔμμιν ἄλυξις
ἐς φάος: ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει.’
ὣς φάτο: τοὶ δ᾽ ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν,
215 ὑσμίνης δ᾽ ἴσχοντο, χόλον δ᾽ ἀπὸ νόσφι Βάλοντο
ἀργαλέον, φιηότητα δ᾽ ὁμήθεα ποιήσαντο:
καί ῥ᾽ οἱ μὲν νίσσοντο πρὸς οὐρανόν, οἱ δ᾽ ἁλὸς εἴσω,
οἱ δ᾽ ἀνὰ γαῖαν ἔμιμνον. ἐϋπτολέμοιστ δ᾽ Ἀχαιοῖς
υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον:
220 ‘ὦ κλυτοὶ Ἀργείων σημάντορες ὀβριμόθυμοι,
νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵτινές ἐστε
ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες: ἦ γὰρ ἱκάνει
ἔργον ἀναγκαίης: ἀλλὰ μνησώμεθ᾽ Ἄρηος,
ἐς δ᾽ ἵπ�
�ον βαίνωμεν ἐΰξοον, ὄφρα κε τέκμωρ
225 εὕρωμεν πολέμοιο δυσηχέος: ὣς γάρ ἄμεινον
ἔσσεται ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν
ἄστυ μέγ᾽ ἐκπέρσωμεν, οὖ εἵνεκα δεῦρο μολόντες
πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης.
ἀλλ᾽ ἄγε δή, μένος ἠΰ καὶ ἄλκιμον ἐν φρεσί θέντες
230 καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπ᾽ ἀνάγκῃ
θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα
χειρότερος γεγαώς: μάλα γὰρ μέγα θυμὸν ἀέξει
θάρσος, ὅ πέρ τε μάλιστα πέλει κλέος ἀνθ ρώποισιν.
ἀλλ᾽ ἄγ᾽, ἀριστῆες μὲν ἐῢν λόχου ἐντύνεσθε:
235 οἱ δ᾽ ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντες
μιμνέμεν, εἰσόκεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι
δήϊοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι.
αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι,
μιμνέτω ἄγχ᾽ ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ:
240 καί οἱ πάντα μέλοιτο μάλ᾽ ἔμπεδον, ὁππόσ᾽ ἔγωγε
πρόσθ᾽ ἐφάμην: καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ,
ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται.’
ὣς φάτο: τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ
ἄλλων δειδιότων: μάλα γὰρ μέγα ἔργον ἔμελλεν
245 ἐκτελέειν: τῷ καί μιν ἐϋφρονέοντ᾽ ἀνὰ θυμὸν
εὐρὺς ἀγάσσατο λαός: ὁ δ᾽ ἐν μέσσοισιν ἔειπεν:
‘ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες,
ἔργον μὲν τόδ᾽ ἔγωγε λιλαιομένοισι τελέσσω,
εἰ καὶ ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται
250 βάλλειν ζωὸν ἐόντα: τὸ γάρ νύ μοι εὔαδε θυμῷ,
ἢ θανέειν δηΐοισιν ὑπ᾽ ἀνδράσιν, ἢ ὑπαλύξαι
Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα.’
ὣς φάτο θαρσαλέως: μέγα δ᾽ Ἀργεῖοι κεχάροντο:
καί τις ἔφη: ‘ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε
255 σήμερον: οὐ γὰρ πρόσθεν ἔην θρασύς: ἀλλά ἑ δαίμων
ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι
ἢ νῶιν: νῦν γάρ που ὀΐομαι ἐσσυμένως περ
ἀργαλέου πολέμοιο τέκμωρ ἀΐδηλον ἔσεσθαι.’
ὣς ἄρ᾽ ἔφη κατὰ λαὸν ἀρηϊφίλων τις Ἀχατῶν:
260 Νέστωρ δ᾽ αὖθ᾽ ἑτέρωθεν ἐποτρύνων μετέειπε:
‘νῦν χρειώ, φίλα τέκνα , βίης καὶ θάρσεος ἐσθλοῦ:
νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην
ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν:
ἀλλ᾽ ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου
265 βαίνετ᾽, ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάξει:
ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο,
οἶον ὅτ᾽ Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο
Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότ᾽ ἔγωγε
πρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον,
270 εἰ μὴ ἄρ᾽ ἀντίθεος Πελίης ἀέκοντά μ᾽ ἔρυκε:
νῦν δέ με γῆρας ἔπεισι πολύστονον: ἀλλ᾽ ἄρα καὶ ὥς,
ὡς νέος ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου
θαρσαλέως: θάρσος δὲ κλέος καὶ κῦδος ὁπάσσει.’
ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος:
275 ‘ὧ Νέστορ, σὺ μέν ἐσσὶ νόῳ προφερέστατος ἀνδρῶν
πάντων: ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρπεν,
οὐδέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο:
τῷ σε χρὴ Τενέδοιο πρὸς ῇόνας ἀπονέεσθαι:
ἐς δὲ λόχον νέοι ἄνδρες ἔθ᾽ ὑσμίνης ἀκόρητοι
280 βησόμεθ᾽ ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις.’
ὣς φάτο: τοῦ δ᾽ ἄγχιστα κιὼν Νηλήιος υἱὸς
ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήν τ᾽ ἐφύπερθεν,
οὕνεχ᾽ ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον,
αὐτὸν δ᾽ αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν
285 ἄλλοις σὺν Δαναοῖσιν: ἐέλδετο γὰρ πονέεσθαι:
καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν:
‘ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ εΰφρονι μύθῳ
ἀντιθέου Ἀχιλῆος: ἔολπα δὲ σῇσι χέρεσσιν
Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ:
290 ὀψὲ δ᾽ ἄρ᾽ ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν
πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά:
ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν,
ἐσθλὰ δὲ πολλὸν ἄπωθε: πόνον δ᾽ ἐς μέσσον ἔλασσαν:
τούνεκα ῥηιδίη μέν ἐς ἀργαλέην κακότητα
295 αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δ᾽ ἐπὶ κῦδος,
μέσφ᾽ ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ.’
ὣς φάτο: τὸν δ᾽ Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός:
‘ὦ γέρον, ὡς σύ γ᾽ ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο
ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτως:
300 εἰ δ᾽ ἑτέρως ἐθέλουσι θεοί , καὶ τοῦτο τετύχθω:
βουλοίμην γὰρ ὑπ᾽ Ἄρεϊ ἐϋκλειῶς ἀπολέσθαι,
ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι.’
ὣς εἰπὼν ὤμοισι κατ᾽ ἄμβροτα θήκατο τεύχη
πατρὸς ἑοῦ: τοὶ δ᾽ αἶψα καὶ αὐτοὶ θωρήχθησαν
305 ἡρώων οἱ ἄριστοι, ὅσοις θρασὺς ἔπλετο θυμός.
τούς μοι νῦν καθ᾽ ἕκαστον ἀνειρομένῳ σάφα Μοῦσαι
ἔσπεθ᾽ , ὅσοι κατέβησαν ἄσω πολυχανδέος ἵππου:
ὑμεῖς γὰρ πᾶσάν �
�οι ἐνὶ φρεσὶ θήκατ᾽ ἀοιδήν,
πρίν μοι ἔτ᾽ ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,
310 σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι
τρὶς τόσον Ἑρμοῦ ἄπωθεν, ὅσον βοόωντος ἀκοῦσαι,
Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ,
οὔρεΐ τ᾽ οὔτε λίην χθαμαλῷ οὔθ᾽ ὑψόθι πολλῷ.
πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα
315 υἱὸς Ἀχιλλῆος, σὺν δὲ κρατερὸς Μενέλαος
ἠδ᾽ Ὀδυσεὺς Σθένελός τε καὶ ἀντίθεος Διομήδης:
βῆ δὲ Φιλοκτήτης τε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς,
σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης,
Αἴας τ᾽ Εὐρύπυλός τε καὶ ἰσόθεος Θρασυμήδης,
320 Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω,
σὺν δ᾽ ἄρ᾽ ἐϋμμελίης Ποδαλείριος Εὐρύμαχός τε
Τεῦκρός τ᾽ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,
Θάλπιος Ἀντίμαχός τε μενεπτόλεμός τε Λεοντεύς:
σὺν δ᾽ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε
325 Δημοφόων τε καὶ Ἀμφίμαχος κρατερός τ᾽ Ἀγαπήνωρ,
σὺν δ᾽ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός:
ἄλλοι δ᾽ αὖ κατέβαινον, ὅσοι ἔσαν ἔξοχ᾽ ἄριστοι,
ὅσσους χάνδανεν ἵππος ἐΰξοος ἐντὸς ἐέργειν.
ἐν δέ σφιν πύματος κατεβήσατο δῖος Ἐπειός,
330 ὅς ῥα καὶ ἵππον ἔτευξεν: ἐπίστατο δ᾽ ᾦ ἐνὶ θυμῷ
ἠμὲν ἀναπτύξαι κείνου πτύχας ἠδ᾽ ἐπερεῖσαι: