Book Read Free

Delphi Complete Works of Quintus Smyrnaeus

Page 75

by Quintus Smyrnaeus


  παύσανθ᾽, οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν:

  ἄλλῃ δ᾽ ἄλλος ἴαυεν: ὁ δ᾽ ἐν κλισίῃσιν ἑῇσιν

  150 Ἀτρείδης ὀάριζε μετ᾽ ἠϋκόμοιο γυναικός:

  οὐ γάρ πω κείνοισιν ἐπ᾽ ὄμμασιν ὕπνος ἔπιπτεν,

  ἀλλὰ Κύπρις πεπόνητο περὶ φρένας, ὄφρα παλαιοῦ

  λέκτρου ἐπιμνήσωνται, ἄχος δ᾽ ἀπὸ νόσφι βάλωνται.

  πρώτη δ᾽ αὖθ᾽ Ἑλένη τοῖον ποτὶ μῦθον ἔειπε:

  155 ‘μή νύ μοι, ὦ Μενέλαε, χόλον ποτιβάλλεο θυμῷ:

  οὐ γὰρ ἐγὼν ἐθέλουσα λίπον σέο δῶμα καὶ εὐνήν,

  ἀλλά μ᾽ Ἀλεξάνδροιο βίη καὶ Τρώιοι υἷες

  σεῦ ἀπὸ νόσφιν ἐόντος ἀνηρείψαντο κιόντες,

  καί μ᾽ ἄμοτον μεμαυῖαν ὀϊζυρῶς ἀπολέσθαι

  160 ἢ βρόχῳ ἀργαλέῳ ἢ καὶ ξίφεϊ στονόεντι

  εἶργον ἐνὶ μεγάροισι παρηγορέοντες ἔπεσσι

  σεῦ ἕνεκ᾽ ἀχνυμένην καὶ τηλυγέτοιο θυγατρός:

  τῆς νύ σε πρός τε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ

  λίσσομαι, ἀμφ᾽ ἐμέθεν στυγερῆς λελαθέσθαι ἀνίης.’

  165 ὣς φαμένην προσέειπε πύκα φρονέων Μενέλαος:

  ‘μηκέτι νῦν μέμνησ᾽, ἀλλ᾽ ἰσχέμεν ἄλγεα θυμῷ:

  ἀλλὰ τὰ μέν που πάντα μέλας δόμος ἐντὸς ἐέργοι

  λήθης: οὐ γὰρ ἔοικε κακῶν μεμνῆσθαι ἔτ᾽ ἔργων.’

  ὣς φάτο: τὴν δ᾽ ἕλε χάρμα, δέος δ᾽ ἐξέσσυτο θυμοῦ:

  170 ἔλπετο γὰρ παύσασθαι ἀνιηροῖο χόλοιο

  ὃν πόσιν: ἀμφὶ δέ μιν βάλε πήχεε: καί σφιν ἅμ᾽ ἄμφω

  δάκρυ κατὰ βλεφάροιιν ἐλείβετο ἡδὺ γοώντων.

  ἀσπασίως δ᾽ ἀρα τώ γε παρ᾽ ἀλλήλοισι κλιθέντε

  σφωιτέρου κατὰ θυμὸν ἀνεμνήσαντο γάμοιο:

  175 ὡς δ᾽ ὅτε που κισσός τε καὶ ἡμερὶς ἀμφιβάλωνται

  ἀλλήλους περὶ πρέμνα, τὰ δ᾽ οὔποτε ἲς ἀνέμοιο

  σφῶν ἄπο νόσφι βαλέσθαι ἐπισθένει: ὣς ἄρα τώ γε

  ἀλλήλοις συνέχοντο λιλαιόμενοι φιλότητος.

  ἀλλ᾽ ὅτε δὴ καὶ τοῖσιν ἐπήλυθεν ὕπνος ἀπήμων,

  180 δὴ τότ᾽ Ἀχιλλῆος κρατερὸν κῆρ ἰσοθέοιο

  ἔστη ὑπὲρ κεφαλῆς οὗ νἱέος, οἷος ἔην περ

  ζωὸς ἐών, ὅτε Τρωσὶν ἄχος πέλε, χάρμα δ᾽ Ἀχαιοῖς.

  κύσσε δέ οἱ δειρὴν καὶ φάεα μαρμαίροντα

  ἀσπασίως: καὶ τοῖα παρηγορέων προσέειπε:

  185 ‘χαῖρε, τέκος, καὶ μήτι δαΐζεο πένθεϊ θυμὸν

  εἵνεκ᾽ ἐμεῖο θανόντος, ἐπεὶ μακάρεσσι θεοῖσιν

  ἤδη ὁμέστιός εἰμι: σὺ δ᾽ ἴσχεο τειρόμενος κῆρ

  ἀμφ᾽ ἐμέθεν, καὶ κάρτος ἄδην ἐμὸν ἔνθεο θυμῷ.

  αἰεὶ δ᾽ Ἀργείων πρόμος ἵστασο μηδενὶ εἴκων

  190 ἠνορέῃ: ἀγορῇ δὲ παλαιοτέροισι βροτοῖσι

  πείθεο: καὶ νύ σε πάντες ἐΰφρονα μυθήσονται.

  τῖε δ᾽ ἀμύμονας ἄνδρας, ὅσοις νόος ἔμπεδός ἐστιν:

  ἐσθλῷ γὰρ φίλος ἐσθλὸς ἀνήρ, χαλεπῷ δ̓ἀλεγεινός.

  ἢν δ᾽ ἀγαθὸν φρονέῃς, ἀγαθῶν καὶ τεύξεαι ἔργων:

  195 κεῖνος δ᾽ οὔποτ᾽ ἀνὴρ Ἀρετῆς ἐπὶ τέρμαθ᾽ ἵκανεν,

  ᾧτινι μὴ νόος ἐστὶν ἐναίσιμος: οὕνεκ᾽ ἄρ᾽ αὐτῆς

  πρέμνον δύσβατόν ἐστι, μακρὸν δέ οἱ ἄχρις ἐπ᾽ αἴθρην

  ὄζοι ἀνηέξηνθ᾽: ὁπόσοισι δὲ κάρτος ὀπηδεῖ

  καὶ πόνος, ἐκ καμάτου πολυγηθέα καρπὸν ἀμῶνται

  200 εἰς Ἀρετῆς ἀναβάντες ἐϋστεφάνου κλυτὸν ἔρνος.

  ἀλλ᾽ ἄγε, κύδιμος ἔσσο, καὶ ἐν φρεσὶ πευκαλίμῃσι

  μήτ᾽ ἐπὶ πήματι πάγχυ δαΐζεο θυμὸν ἀνίῃ,

  μήτ᾽ ἐσθλῷ μέγα χαῖρε: νόος δέ τοι ἤπιος ἔστω

  ἔς τε φίλους ἑτάρους ἔς θ᾽ υἱέας ἔς τε γυναῖκα

  205 μνωομένῳ κατὰ θυμόν, ὅτι σχεδὸν ἀνθρώποισιν

  οὐλομένοιο μόροιο πύλαι καὶ δώματα νεκρῶν:

  ἀνδρῶν γὰρ γένος ἐστὶν ὁμοίιον ἄνθεσι ποίης,

  ἄνθεσιν εἰαρινοῖσι: τὰ μὲν φθινύθει, τὰ δ᾽ ἀέξει:

  τοὔνεκα μείλιχος ἔσσο. καὶ Ἀργείοισιν ἔνισπε

  210 Ἀτρείδῃ δὲ μάλιστ᾽ Ἀγαμέμνονι, εἴ γέ τι θυμῷ

  μέμνηνθ᾽, ὅσσ᾽ ἐμόγησα περὶ Πριάμοιο πόληα,

  ἠδ᾽ ὅσα ληισάμην πρὶν Τρώιον οὖδας ἱκέσθαι,

  τῷ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων

  ληίδος ἐκ Πριάμοιο Πολυξείνην εὔπεπλον

  215 ὄφρα θοῶς ῥέξωσιν, ἐπεί σφισι χώομαι ἔμπης

  μᾶλλον ἔτ᾽ ἢ τὸ πάρος Βρισηίδος: ἀμφὶ δ᾽ ἄρ᾽ οἶδμα

  κινήσω πόντοιο, βαλῶ δ᾽ ἐπὶ χείματι χεῖμα,

  ὄφρα καταφθινύθοντες ἀτασθαλίῃσιν ἑῇσι

  μίμνωσ᾽ ἐνθάδε πολλὸν ἐπὶ χρόνον, εἰσόκ᾽ ἔμοιγε

  220 λοιβὰς ἀμφιχέωνται ἐελδόμενοι μέγα νόστου:

  αὐτὴν δ᾽, εἴ κ᾽ ἐθέλωσιν, ἐπὴν ἀπὸ θυμὸν ἕλωνται,

  κούρην ταρχύσασθαι ἀπόπροθεν οὔτι μεγαίρω.’

  ὣς εἰπὼν ἀπόρουσε θοῇ ἐναλίγκιος αὔρῃ:

  αἶψα δ᾽ ἐς Ἠλύσιον πεδίον κίεν, ᾗχι τέτυκται

  225 οὐρανοῦ ἐξ ὑπάτοιο καταιβασίη τ᾽ ἄνοδός τε

  ἀθανάτοις μακάρεσσιν: ὁ δ᾽, ὁππότε μιν λίπεν ὕπνος,

  μνήσατο πατρὸς ἑοῖο: νόος δέ οἱ ἠῢς ἰάνθη.

  ἀλλ᾽ ὅτ᾽ ἐς οὐρανὸν εὐρὺν ἀνήιεν Ἠριγένεια

  νύκτα διασκεδάσασα, φάνη δ᾽ ἄρα γαῖα καὶ αἰθήρ,

  230 δὴ τότ᾽ Ἀχαιῶν υἷες ἀπὲκ λεχέων ἀνόρουσαν

  ἱέμενοι νόστοι�
�, νέας δ᾽ ἐς βένθεα πόντου

  εἷλκον καγχαλόωντες ἀνὰ φρένας, εἰ μὴ ἄρ᾽ αὐτοὺς

  ἐσσυμένους κατέρυκεν Ἀχιλλέος ὄβριμος υἱός,

  εἰς ἀγορήν τ᾽ ἐκάλεσσε καὶ ἔκφατο πατρὸς ἐφετμήν:

  235 ‘κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων,

  πατρὸς ἐφημοσύνην ἐρικυδέος, ἥν μοι ἔνισπε

  χθιζὸς ἐνὶ λεχέεσσι διὰ κνέφας ὑπνώοντι:

  φῆ γὰρ ἀειγενέεσσι μετέμμεναι ἀθανάτοισιν:

  ἠνώγει δ᾽ ὑμέας τε καὶ Ἀτρείδην βασιλῆα,

  240 ὄφρα οἱ ἐκ πολέμοιο γέρας περικαλλὲς ἄγοιτε

  τύμβον ἐπ᾽ εὐρώεντα Πολυξείνην εὔπεπλον:

  καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι:

  εἰ δέ οἱ οὐκ ἀλέγοντες ἐπιπλώοιτε θάλασσαν,

  ἠπείλει κατὰ πόντον ἐναντία κύματ᾽ ἀείρας

  245 λαὸν ὁμῶς νήεσσι πολὺν χρόνον ἐνθάδ᾽ ἐρύξειν.’

  ὣς φαμένου πείθοντο, καὶ ὡς θεῷ εὐχετόωντο:

  καὶ γὰρ δὴ κατὰ βένθος ἀέξετο κῦμα θυέλλῃ

  εὐρύτερον καὶ μᾶλλον ἐπήτριμον, ἢ πάρος ἦεν,

  μαινομένου ἀνέμοιο: μέγας δ᾽ ὀροθύνετο πόντος

  250 χερσὶ Ποσειδάωνος: ὁ γὰρ κρατερῷ Ἀχιλῆι

  ἦρα φέρεν: πᾶσαι δὲ θοῶς ἐνόρουσαν ἄελλαι

  ἐς πέλαγος: Δαναοὶ δὲ μέγ᾽ εὐχόμενοι Ἀχιλῆι

  πάντες ὁμῶς μάλα τοῖα πρὸς ἀλλήλους ὀάριζον:

  ‘ἀτρεκέως γενεὴ μεγάλου Διὸς ἦεν Ἀχιλλεύς:

  255 τῷ καὶ νῦν θεός ἐστι, καὶ εἰ πάρος ἔσκε μεθ᾽ ἡμῖν:

  οὐ γὰρ ἀμαλδύνει μακάρων γένος ἄμβροτος αἰών.’

  ὣς φάμενοι ποτὶ τύμβον Ἀχιλλέος ἀπονέοντο:

  τὴν δ᾽ ἄγον, ἠῢτε πόρτιν ἐς ἀθανάτοιο θυηλὰς

  μητρὸς ἀπειρύσσαντες ἐνὶ ξυλόχοισι βοτῆρες,

  260 ἡ δ᾽ ἄρα μακρὰ βοῶσα κινύρεται ἀχνυμένη κῆρ:

  ὣς τῆμος Πριάμοιο πάϊς περικωκύεσκε

  δυσμενέων ἐν χερσίν: ἄδην δέ οἱ ἔκχυτο δάκρυ:

  ὡς δ᾽ ὁπότε βριαρῷ ὑπὸ χέρματι καρπὸς ἐλαίης

  οὔπω χειμερίῃσι μελαινόμενος ψεκάδεσσι

  265 χεύῃ πολλὸν ἄλειφα, περιτρίζωσι δὲ μακρὰ

  ἄρμεν᾽ ὑπὸ σπάρτοισι βιαζομένων αἰζηῶν:

  ὣς ἄρα καὶ Πριάμοιο πολυτλήτοιο θυγατρὸς

  ἑλκομένης ποτὶ τύμβον ἀμειλίκτου Ἀχιλῆος

  αἰνὸν ὁμῶς στοναχῇσι κατὰ βλεφάρων ῥέε δάκρυ:

  270 καί οἱ κόλπος ἔνερθεν ἐπλήθετο: δεύετο δὲ χρὼς

  ἀτρεκέως ἀτάλαντος ἐϋκτεάνῳ ἐλέφαντι.

  καὶ τότε λευγαλέοις ἐπὶ πένθεσι κύντερον ἄλγος

  τλήμονος ἐς κραδίην Ἑκάβης πέσεν: ἐν δέ οἱ ἦτορ

  μνήσατ᾽ ὀϊζυροῖο καὶ ἀλγινόεντος ὀνείρου,

  275 τόν ῥ᾽ ἴδεν ὑπνώουσα παροιχομένῃ ἐνὶ νυκτί:

  ἦ γὰρ ὀΐετο τύμβον ἔπ᾽ ἀντιθέου Ἀχιλῆος

  ἑστάμεναι γοόωσα, κόμαι δέ οἱ ἄχρις ἐπ᾽ οὖδας

  ἐκ κεφαλῆς ἐκέχυντο, καὶ ἀμφοτέρων ἀπὸ μαζῶν

  ἔρρεε φοίνιον αἷμα ποτὶ χθόνα, δεῦε δὲ σῆμα:

  280 τοῦ πέρι δειμαίνουσα καὶ ὀσσομένη μέγα πῆμα

  οἰκτρὸν ἀνοιμώζεσκε, γόῳ δ᾽ ἐπὶ μακρὸν ἀΰτει:

  εὖτε κύων προπάροιθε κινυρομένη μεγάροιο

  μακρὸν ὑλαγμὸν ἵησι, νέον σπαραγεῦσα γάλακτι,

  τῆς ἄπο νήπια τέκνα πάρος φάος εἰσοράασθαι

  285 νόσφι βάλωσιν ἄνακτες ἕλωρ ἔμεν οἰωνοῖσιν,

  ἡ δ᾽ ὁτὲ μέν θ᾽ ὑλακῇσι κινύρεται, ἄλλοτε δ᾽ αὖτε

  ὠρυθμῷ, στυγερὴ δὲ δι᾽ ἠέρος ἔσσυτ᾽ ἀϋτή:

  ὡς Ἑκάβη γοόωσα μέγ᾽ ἴαχεν ἀμφὶ θυγατρί:

  ‘ὤ μοι ἐγώ, τί νυ πρῶτα, τί δ᾽ ὕστατον ἀχνυμένη κῆρ

  290 κωκύσω πολέεσσι περιπλήθουσα κακοῖσιν,

  υἱέας ἢ πόσιν αἰνὰ καὶ οὐκ ἐπίελπτα παθόντας,

  ἢ πόλιν ἠὲ θύγατρας ἀεικέας, ἢ ἐμὸν αὐτῆς

  ἦμαρ ἀναγκαῖον καὶ δούλιον; οὕνεκα Κῆρες

  σμερδαλέαι πολέεσσί μ᾽ ἐνειλήσαντο κακοῖσι.

  295 τέκνον ἐμόν, σοὶ δ᾽ αἰνὰ καὶ οὐκ ἐπίελπτα καὶ αὐτῇ

  ἄλγἐ ἐπεκλώσαντο: γάμου δ᾽ ἄπο νόσφι βάλοντο

  ἐγγὺς ἐόνθ᾽ Ὑμεναῖον, ἐπεκρήναντο δ᾽ ὄλεθρον

  ἄσχετον ἀργαλέον τε καὶ οὐ φατόν: ἦ γὰρ Ἀχιλλεὺς

  καὶ νέκυς ἡμετέρῳ ἔτ᾽ ἰαίνεται αἵματι θυμόν:

  300 ὥς μ᾽ ὄφελον μετὰ σεῖο, φίλον τέκος, ἤματι τῷδε

  γαῖα χανοῦσα κάλυψε, πάρος σέο πότμον ἰδέσθαι.’

  ὣς φαμένης ἄλληκτα κατὰ βλεφάροιιν ἔχυντο

  δάκρυα: λευγαλέον γὰρ ἔχεν μετὰ πένθεσι πένθος.

  οἱ δ᾽ ὅτ᾽ ἔβαν ποτὶ τύμβον Ἀχιλλῆος ζαθέοιο,

  305 δὴ τότε οἱ φίλος υἱὸς ἐρυσσάμενος θοὸν ἆορ

  σκαιῇ μὲν κούρην κατερήτυε, δεξιτερῇ δὲ

  τύμβῳ ἐπιψαύων τοῖον ποτὶ μῦθον ἔειπε:

  ‘κλῦθι, πάτερ, σέο παιδὸς ἐπευχομένοιο καὶ ἄλλων

  Ἀργείων, μηδ᾽ ἧμιν ἔτ᾽ ἀργαλέως χαλέπαινε:

  310 ἤδη γάρ τοι πάντα τελέσσομεν, ὅσσα μενοινᾷς

  σῇσιν ἐνὶ πραπίδεσσι: σὺ δ᾽ ἵλαος ἄμμι γένοιο

  τεύξας εὐχομένοισι θοῶς θυμηδέα νόστον.’

  ὣς εἰπὼν κούρης διὰ λοίγιον ἤλασεν ἆορ

  λευκανίης: τὴν δ᾽ αἶψα λίπεν πολυήρατος αἰὼν

  315 οἰκτρὸν ἀνοιμώξασαν ἐφ᾽ ὑστατίῃ βιότοιο:

  καί ῥ᾽ ἡ μὲν πρηνὴς χα�
�άδις πέσε: τῆς δ᾽ ὑπὸ δειρῇ

  φοινίχθη περὶ πάντα, χιὼν ὥς, ἥ τ᾽ ἐν ὄρεσσιν

  ἥ συὸς ἢ ἄρκτοιο κατουταμένης ὑπ᾽ ἄκοντι

  αἵματι πορφυρόεντι θοῶς ἐρυθαίνεθ᾽ ὕπερθεν.

  320 Ἀργεῖοι δέ μιν αἶψα δόσαν ποτὶ ἄστυ φέρεσθαι

  ἐς δόμον ἀντιθέου Ἀντήνορος, οὕνεκ᾽ ἄρ᾽ αὐτὴν

  κεῖνος ἐνῖ Τρώεσσιν ἑῷ πάρος υἱέϊ δίῳ

  Εὐρυμάχῳ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἄκοιτιν.

  ὃς δ᾽ ἐπεὶ οὖν τάρχυσε κλυτὴν Πριάμοιο θύγατρα

  325 ἐγγὺς ἑοῖο δόμοιο, παραὶ Γανυμήδεος ἱρῷ

  σήματι καὶ νηοῖο καταντίον Ἀτρυτώνης,

  δὴ τότε παύσατο κῦμα, κατευνήθη δὲ θύελλα

  σμερδαλέη, καὶ χεῦμα κατεπρήϋνε γαλήνη.

  οἱ δὲ θοῶς ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες

  330 μέλποντες μακάρων ἱερὸν γένος ἠδ᾽ Ἀχιλῆα.

  αἶψα δὲ δαῖτ᾽ ἐπάσαντο βοῶν ἀπὸ μῆρα ταμόντες

  ἀθανάτοις: ἐρατὴ δὲ θυηπολίη πέλε πάντῃ:

  οἱ δέ που ἀργυρέοισι καὶ ἐν χρυσέοισι κυπέλλοις

  πῖνον ἀφυσσάμενοι λαρὸν μέθυ: γήθεε δέ σφι

  335 θυμὸς ἐελδομένων σφετέρην ἐπὶ γαῖαν ἱκέσθαι.

  ἀλλ᾽ ἄτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,

  δὴ τότε Νηλέος υἱὸς ἐελδομένοισιν ἔειπεν:

  ‘κλῦτε, φίλοι, πολέμοιο μακρὴν προφυγόντες ὁμοκλήν,

  ὄφρα λιλαιομένοισιν ἔπος θυμῆρες ἐνίσπω:

  340 ἤδη γὰρ νόστοιο πέλει θυμηδέος ὥρη:

 

‹ Prev