Delphi Complete Works of Quintus Smyrnaeus
Page 77
ἔμβαλε νηὶ κεραυνόν: ἄφαρ δέ μιν ἄλλυδις ἄλλῃ
ἐσκέδασεν διὰ τυτθά: περίαχε δ᾽ αἶα καὶ αἰθήρ:
535 ἐκλύσθη δ᾽ ἄρα πᾶσα περίδρομος Ἀμφιτρίτη.
οἱ δ᾽ ἔκτοσθε νεὸς πέσον ἀθρόοι: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτοὺς
κύματα μακρὰ φέροντο: περὶ στεροπῇσι δ᾽ ἀνάσσης
αἴγλη μαρμαίρεσκε διὰ κνέφας ἀΐσσουσα:
οἱ δ᾽ ἄποτον λάπτοντες ἁλὸς πολυηχέος ἅλμην
540 θυμὸν ἀποπνείοντες ὑπὲρ πόντοιο φέροντο.
Ληιάσιν δ᾽ ἄρα χάρμα καὶ ὀλλυμένῃσι τέτυκτο:
καί ῥ᾽ αἱ μὲν κατέδυσαν ἔσω ἁλὸς ἀμφιβαλοῦσαι
χεῖρας ἑοῖς τεκέεσσι δυσάμμοροι: αἱ δ᾽ ἀλεγεινὰ
δυσμενέων περὶ κρᾶτα βάλον χέρας, οἷς ἅμα λυγραὶ
545 σπεῦδον ἀποφθίσασθαι ἑῆς ἀντάξια λώβης
τινύμεναι Δαναούς: ἡ δ᾽ ὑψόθεν εἰσορόωσα
τέρπεθ᾽ ἑὸν κατὰ θυμὸν ἀγαυὴ Τριτογένεια.
Αἴας δ᾽ ἄλλοτε μὲν περινήχετο δούρατι νηός,
ἄλλοτε δ᾽ αὖ χείρεσσι διήνυεν ἁλμυρὰ βένθη
550 ἀκαμάτῳ Τιτῆνι βίην ὑπέροπλον ἐοικώς:
σχίζετο δ᾽ ἁλμυρὸν οἶδμα περὶ κρατερῇσι χέρεσσιν
ἀνδρὸς ὑπερθύμοιο: θεοὶ δέ μιν εἰσορόωντες
ἠνορέην καὶ κάρτος ἐθάμβεον: ἀμφὶ δὲ κῦμα
ἄλλοτε μὲν φορέεσκε πελώριον ἠΰτ᾽ ἐπ᾽ ἄκρην
555 οὔρεος ὑψηλοῖο δι᾽ ἠέρος, ἄλλοτε δ᾽ αὖτε
ὑψόθεν οἷα φάραγξιν ἐνέκρυφεν: οὐδ᾽ ὅ γε χεῖρας
κάμνε πολυτλήτους: πολλοί γε μὲν ἔνθα καὶ ἔνθα
σβεννύμενοι σμαράγιζον ἔσω πόντοιο κεραυνοί:
οὔπω γάρ οἱ θυμὸν ἐμήδετο κηρὶ δαμάσσαι
560 κούρη ἐριγδούποιο Διὸς μάλα περ κοτέουσα,
πρὶν τλῆναι κακὰ πολλὰ καὶ ἄλγεσι πάγχυ μογῆσαι:
τοὔνεκά μιν κατὰ βένθος ἐδάμνατο δηρὸν ὀϊζὺς
πάντοθε τειρόμενον: περὶ γὰρ κακὰ μυρία Κῆρες
ἀνδρὶ περιστήσαντο: μένος δ᾽ ἐνέπνευαεν ἀνάγκη:
565 φῆ δέ, καὶ εἰ μάλα πάντες Ὀλύμπιοι εἰς ἓν ἵκωνται
χωόμενοι καὶ πᾶσαν ἀναστήσωσι θάλασσαν
ἐκφυγέειν: ἀλλ᾽ οὔτι θεῶν ὑπάλυξεν ὁμοκλήν:
δὴ γάρ οἱ νεμέσησεν ὑπέρβιος Ἐννοσίγαιος,
εὖτέ μιν εἰσενόησεν ἐφαπτόμενον χερὶ πέτρης
570 Γυραίης, καί οἱ μέγ᾽ ἐχώσατο: σὺν δ᾽ ἐτίναξε
πόντον ὁμῶς καὶ γαῖαν ἀπείριτον: ἀμφὶ δὲ πάντῃ
κρημνοὶ ὑπεκλονέοντο Καφηρέος: αἱ δ᾽ ἀλεγεινὸν
θεινόμεναι ῥηγμῖνες ἐπέβραχον οἴδματι λάβρῳ
χωομένοιο ἄνακτος: ἀπέσχισε δ᾽ εἰς ἅλα πέτρον
575 εὐρέα, τοῦ περ ἐκεῖνος ἑῇς ἐπεμαίετο χερσί.
καί ῥά οἱ ἀμφὶ πάγοισιν ἑλισσομένου μάλα δηρὸν
χεῖρες ἀπεδρύφθησαν, ὑπέδραμε δ᾽ αἷμ᾽ ὀνύχεσσι:
μορμῦρον δέ οἱ αἰὲν ὀρινομένου περὶ κῦμα
ἀφρὸς ἄδην λεύκαινε κάρη λάσιόν τε γένειον:
580 καὶ νύ κεν ἐξήλυξε κακὸν μόρον, εἰ μὴ ἄρ᾽ αὐτῷ
ῥήξας γαῖαν ἔνερθεν ἐπιπροέηκε κολώνην:
εὖτε πάρος μεγάλοιο κατ᾽ Ἐγκελάδοιο δαΐφρων
Παλλὰς ἀειραμένη Σικελὴν ἐπικάββαλε νῆσον,
ἥ ῥ᾽ ἔτι καίεται αἰὲν ὑπ᾽ ἀκαμάτοιο Γίγαντος
585 αἰθαλόεν πνείοντος ἔσω χθονός: ὣς ἄρα Λοκρῶν
ἀμφεκάλυψεν ἄνακτα δυσάμμορον οὔρεος ἄκρη
ὑψόθεν ἐξεριποῦσα, βάρυνε δὲ καρτερὸν ἄνδρα:
ἀμφὶ δέ μιν θανάτοιο μέλας ἐκιχήσατ᾽ ὄλεθρος
γαίῃ ὁμῶς δμηθέντα καὶ ἀτρυγέτῳ ἐνὶ πόντῳ.
590 ὣς δὲ καὶ ἄλλοι Ἀχαιοὶ ὑπὲρ μέγα λαῖτμα φέροντο,
οἱ μὲν ἄρ᾽ ἐν νήεσσι τεθηπότες, οἱ δὲ πεσόντες
ἔκτοσθεν νηῶν: ὀλοὴ δ᾽ ἔχε πάντας ὀϊζύς:
αἱ μὲν γὰρ φορέοντ᾽ ἐπικάρσιαι εἰν ἁλὶ νῆες,
ἄλλαι δ᾽ ἀνστρέψασαι ἄνω τρόπιν: ὧν δέ που ἱστοὶ
595 ἐκ δοράτων ἐάγησαν ἐπισπέρχοντος ἀήτεω:
τῶν δὲ διὰ ξύλα πάντα θοαὶ σκεδάσαντο θύελλαι:
αἱ δὲ καὶ ἐς μέγα βένθος ὑποβρύχιαι κατέδυσαν
ὄμβρου ἐπιβρίσαντος ἀπείρονος, οὐδ᾽ ὑπέμειναν
λάβρον ὁμῶς ἀνέμοισι θαλάσσης καὶ Διὸς ὕδωρ
600 μισγόμενον. ποταμῷ γὰρ ἀλίγκιος ἔρρεεν αἰθὴρ
συνεχές: ἡ δ᾽ ὑπένερθεν ἐμαίνετο δῖα θάλασσα:
καί τις ἔφη: ‘τάχα τοῖον ἐπέχραεν ἀνδράσι χεῖμα,
ὁππότε Δευκαλίωνος ἀθέσφατος ὑετὸς ἦλθε,
ποντώθη δ᾽ ἄρα γαῖα, βυθὸς δ᾽ ἐπεχεύατο πάντῃ.’
605 ὣς ἄρ᾽ ἔφη Δαναῶν τις ἐνὶ φρεσὶ χεῖμα τεθηπὼς
λευγαλέον: πολλοὶ δὲ κατέφθιθεν: ἀμφὶ δὲ νεκρῶν
πλήθεθ᾽ ἁλὸς μέγα χεῦμα, περιστείνοντο δὲ πᾶσαι
ἠιόνες: πολέας γὰρ ἀπέπτυσε κῦμ᾽ ἐπὶ χέρσον:
ἀμφὶ δὲ νήια δοῦρα βαρύβρομον Ἀμφιτρίτην
610 πᾶσαν ἄδην ἐκάλυψε: μέσον δ᾽ ἀνεφαίνετο κῦμα.
ἄλλοι δ᾽ ἄλλην κῆρα κακὴν λάχον: οἱ μὲν ἀν᾽ εὐρὺν
πόντον ὀρινομένης ἁλὸς ἄσχετον, οἱ δ᾽ ἐνὶ πέτρῃς:
ἄξαντες περὶ νῆας ὀϊζυρῶς ἀπόλοντο
Ναυπλίου ἐννεσίῃσιν: ὁ γὰρ κοτέων μάλα παιδὸς
615 χείματος ὀρνυμένοιο καὶ ὀλλυμένων Ἀργείων
καίπερ ἀκηχέμενος μέγ᾽ ἐγήθεεν, ο
ὕνεκ᾽ ἄρ᾽ αὐτῷ
δῶκε τίσιν θεὸς αἶψα καὶ ἔδρακεν ἐχθρὸν ὅμιλον
τειρόμενον κατὰ βένθος, ἑῷ δ᾽ ἄρα πολλὰ τοκῆι
εὔχεθ᾽ ὁμῶς νήεσσιν ὑπόβρυχα πάντας ὀλέσθαι.
620 τοῦ δὲ Ποσειδάων μάλ᾽ ἐπέκλυεν, ἄγχι δὲ πάντας
ἄμ μέλαν οἶδμα φέρεσκεν: ὁ δ᾽ οὐρεὺς ὣς χερὶ πεύκην
αἰθομένην ἀνάειρε: δόλῳ δ᾽ ἐπέλασσεν Ἀχαιοὺς
ἐλπομένους εὔορμον ἕδος λιμένων ἀφικέσθαι:
αἰνῶς γὰρ πέτρῃσι περὶ στυφελῇσι δάμησαν
625 αὐτῇς σὺν νήεσσι: κακῷ δ᾽ ἔπι κύντερον ἄλγος
τλῆσαν ἀνιηρῇσι προσαγνύμενοι περὶ πέτρῃς
νυκτὶ θοῇ: παῦροι δὲ φύγον μόρον, οὕς τ᾽ ἐσάωσεν
ἢ θεὸς ἢ δαίμων τις ἐπίρροθος: αὐτὰρ Ἀθήνη
ἄλλοτε μὲν θυμῷ μέγ᾽ ἐγήθεεν, ἄλλοτε δ᾽ αὖτε
630 ἄχνυτ᾽ Ὀδυσσῆος πινυτόφρονος, οὕνεκ᾽ ἔμελλε
πάσχειν ἄλγεα πολλὰ Ποσειδάωνος ὁμοκλῇ,
ὅς ῥα τότ᾽ ἀκαμάτῃσι περὶ φρεσὶ πάγχυ μεγαίρων
τείχεσι καὶ πύργοισιν ἐϋσθενέων Ἀργείων,
οὓς ἔκαμον Τρώων στυγερῆς ἔμεν ἄλκαρ ἀϋτῆς,
635 ἐσσυμένως μάλα πᾶσαν ἀνεπλήμμυρε θάλασσαν,
ὅσση ἀπ᾽ Εὐξείνοιο κατέρχεται Ἑλλήσποντον,
καί μιν ἐπ᾽ ἠιόνας Τροίης βάλεν: ὗε δ᾽ ὕπερθε
Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἐννοσιγαίῳ:
οὐ μὴν οὐδ᾽ Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο,
640 ἀλλ᾽ ἄρ᾽ ἀπ᾽ Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα
εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δ᾽ ἔργου Ἀχαιῶν:
ἐκλύσθη δὲ θάλασσα καὶ εἰσέτ᾽ ἴσαν κελάδοντες
χείμαρροι ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ,
τοὺς μέλαν οἶδμ᾽ ἀνέεργε πολυστόνου Ἀμφιτρίτης
645 πόντον ἐπελθέμεναι, πρὶν τείχεα πάντ᾽ ἀμαθῦναι
ἀργαλέως Δαναῶν: αὐτὸς δ᾽ ἄρα γαῖαν ἔνερθε
ῥῆξε Ποσειδάων, ἀνὰ δ᾽ ἔβλυσεν ἄσπετον ὕδωρ
ἰλύν τε ψάμαθόν τε: βίῃ δ᾽ ἐλέλιξε κραταιῇ
Σίγεον: ἠιόνες δὲ μέγ᾽ ἔβραχον ἠδὲ θέμεθλα
650 Δαρδανίης, καὶ ἄϊστον ὑποβρύχιόν τ᾽ ἐκαλύφθη
ἕρκος ἀπειρέσιον, κατεδύσατο δ᾽ ἔνδοθι γαίης
μακρὰ διισταμένης: ψάμαθος δ᾽ ἔτι φαίνετο μούνη
χασσαμένου πόντου, καὶ ἀπ᾽ ἀκτάων ἐριδούπων
νόσφιν ἀπ᾽ αἰγιαλοῖο κατεκτάθη. ἀλλὰ τὰ μέν που
655 ἀθανάτων ἐτέλεσσε κακὸς νόος: οἱ δ᾽ ἐνὶ νηυσὶν
Ἀργεῖοι πλώεσκον, ὅσους διὰ χεῖμα κέδασσεν:
ἄλλῃ δ᾽ ἄλλος ἵκανεν, ὅπῃ θεὸς ἦγεν ἕκαστον,
ὅσσοι ὑπὲρ πόντοιο λυγρὰς ὑπάλυξαν ἀέλλας.
The Delphi Classics Catalogue
We are proud to present a listing of our complete catalogue of English titles, with new titles being added every month. Buying direct from our website means you can make great savings and take advantage of our instant Updates service. You can even purchase an entire series (Super Set) at a special discounted price.
Only from our website can readers purchase the special Parts Edition of our Complete Works titles. When you buy a Parts Edition, you will receive a folder of your chosen author’s works, with each novel, play, poetry collection, non-fiction book and more divided into its own special volume. This allows you to read individual novels etc. and to know precisely where you are in an eBook. For more information, please visit our Parts Edition page.
Series One
Anton Chekhov
Charles Dickens
D.H. Lawrence
Dickensiana Volume I
Edgar Allan Poe
Elizabeth Gaskell
Fyodor Dostoyevsky
George Eliot
H. G. Wells
Henry James
Ivan Turgenev
Jack London
James Joyce
Jane Austen
Joseph Conrad
Leo Tolstoy
Louisa May Alcott
Mark Twain
Oscar Wilde
Robert Louis Stevenson
Sir Arthur Conan Doyle
Sir Walter Scott
The Brontës
Thomas Hardy
Virginia Woolf
Wilkie Collins
William Makepeace Thackeray
Series Two
Alexander Pushkin
Alexandre Dumas (English)
Andrew Lang
Anthony Trollope
Bram Stoker
Christopher Marlowe
Daniel Defoe
Edith Wharton
F. Scott Fitzgerald
G. K. Chesterton
Gustave Flaubert (English)
H. Rider Haggard
Herman Melville
Honoré de Balzac (English)
J. W. von Goethe (English)
Jules Verne
L. Frank Baum
Lewis Carroll
Marcel Proust (English)
Nathaniel Hawthorne
Nikolai Gogol
O. Henry
Rudyard Kipling
Tobias Smollett
Victor Hugo
William Shakespeare
Series Three
Ambrose Bierce
Ann Radcliffe
Ben Jonson
Charles Lever
Émile Zola
Ford Madox Ford
Geoffrey Chaucer
George Gissing
George Orwell
Guy de Maupassant
H. P. Lovecraft
Henrik Ibsen
Henry David Thoreau
Henry Fielding
J. M. Barrie
James Fenimore Cooper
John Buchan
John Galsworthy
Jonathan Swift
Kate Chopin
Katherine Mansfield
L. M. Montgomery
Laurence Sterne
Mary Shelley
Sheridan Le Fanu
Washington Irving
Series Four
Arnold Bennett
Arthur Machen
Beatrix Potter
Bret Harte
Captain Frederick Marryat
Charles Kingsley
Charles Reade
G. A. Henty
Edgar Rice Burroughs
Edgar Wallace
E. M. Forster
E. Nesbit
George Meredith
Harriet Beecher Stowe
Jerome K. Jerome
John Ruskin
Maria Edgeworth
M. E. Braddon
Miguel de Cervantes
M. R. James
R. M. Ballantyne
Robert E. Howard
Samuel Johnson
Stendhal
Stephen Crane
Zane Grey
Series Five
Algernon Blackwood
Anatole France
Beaumont and Fletcher
Charles Darwin
Edward Bulwer-Lytton
Edward Gibbon
E. F. Benson
Frances Hodgson Burnett
Friedrich Nietzsche
George Bernard Shaw
George MacDonald
Hilaire Belloc
John Bunyan
John Webster
Margaret Oliphant
Maxim Gorky
Oliver Goldsmith
Radclyffe Hall
Robert W. Chambers
Samuel Butler
Samuel Richardson
Sir Thomas Malory
Thomas Carlyle
William Harrison Ainsworth
William Dean Howells
William Morris
Series Six
Anthony Hope
Aphra Behn
Arthur Morrison
Baroness Emma Orczy
Captain Mayne Reid
Charlotte M. Yonge
Charlotte Perkins Gilman
E. W. Hornung
Ellen Wood
Frances Burney
Frank Norris
Frank R. Stockton
Hall Caine
Horace Walpole
One Thousand and One Nights
R. Austin Freeman
Rafael Sabatini
Saki
Samuel Pepys
Sir Issac Newton
Stanley J. Weyman
Thomas De Quincey
Thomas Middleton
Voltaire
William Hazlitt
William Hope Hodgson
Ancient Classics
Aeschylus
Ammianus Marcellinus
Apollodorus
Apuleius
Apollonius of Rhodes
Aristophanes
Aristotle
Arrian
Bede
Cassius Dio
Catullus
Cicero
Demosthenes
Diodorus Siculus
Diogenes Laërtius
Euripides
Frontius
Herodotus
Hesiod