Book Read Free

Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)

Page 215

by Xenophon


  [8.3.9] Ἡνίκα δ᾽ ἡ ὑστεραία ἧκε, καθαρὰ μὲν ἦν πάντα πρὸ ἡμέρας, στοῖχοι δὲ εἰστήκεσαν ἔνθεν καὶ ἔνθεν τῆς ὁδοῦ, ὥσπερ καὶ νῦν ἔτι ἵστανται ἧι ἂν βασιλεὺς μέλληι ἐλαύνειν· ὧν ἐντὸς οὐδενὶ ἔστιν εἰσιέναι τῶν μὴ τετιμημένων· μαστιγοφόροι δὲ καθέστασαν, οἳ ἔπαιον εἴ τις ἐνοχλοίη. ἕστασαν δὲ πρῶτον μὲν τῶν δορυφόρων εἰς τετρακισχιλίους ἔμρποσθεν τῶν πυλῶν εἰς τέτταρας, δισχίλιοι δ᾽ ἑκατέρωθεν τῶν πυλῶν. [8.3.10] καὶ οἱ ἱππεῖς δὲ πάντες παρῆσαν καταβεβηκότες ἀπὸ τῶν ἵππων, καὶ διειρκότες τὰς χεῖρας διὰ τῶν κανδύων, ὥσπερ καὶ νῦν ἔτι διείρουσιν, ὅταν ὁρᾶι βασιλεύς. ἕστασαν δὲ Πέρσαι μὲν ἐκ δεξιᾶς, οἱ δὲ ἄλλοι σύμμαχοι ἐξ ἀριστερᾶς τῆς ὁδοῦ, καὶ τὰ ἅρματα ὡσαύτως τὰ ἡμίσεα ἑκατέρωθεν. [8.3.11] ἐπεὶ δ᾽ ἀνεπετάννυντο αἱ τοῦ βασιλείου πύλαι, πρῶτον μὲν ἤγοντο τῶι Δ1ὶ ταῦροι πάγκαλοι εἰς τέτταρας καὶ οἷς τῶν ἄλλων θεῶν οἱ μάγοι ἐξηγοῦντο· πολὺ γὰρ οἴονται Πέρσαι χρῆναι τοῖς περὶ τοὺς θεοὺς μᾶλλον τεχνίταις χρῆσθαι ἢ περὶ τἆλλα. [8.3.12] μετὰ δὲ τοὺς βοῦς ἵπποι ἤγοντο θῦμα τῶι Ἡλίωι· μετὰ δὲ τούτους ἐξήγετο ἅρμα λευκὸν χρυσόζυγον ἐστεμμένον Διὸς ἱερόν· μετὰ δὲ τοῦτο Ἡλίου ἅρμα λευκόν, καὶ τοῦτο ἐστεμμένον ὥσπερ τὸ πρόσθεν· μετὰ δὲ τοῦτο ἄλλο τρίτον ἅρμα ἐξήγετο, φοινικίσι καταπεπταμένοι οἱ ἵπποι, καὶ πῦρ ὄπισθεν αὐτοῦ ἐπ᾽ ἐσχάρας μεγάλης ἄνδρες εἵποντο φέροντες. [8.3.13] ἐπὶ δὲ τούτοις ἤδη αὐτὸς ἐκ τῶν πυλῶν προυφαίνετο ὁ Κῦρος ἐφ᾽ ἅρματος ὀρθὴν ἔχων τὴν τιάραν καὶ χιτῶνα πορφυροῦν μεσόλευκον [ἄλλωι δ᾽ οὐκ ἔξεστι μεσόλευκον ἔχειν], καὶ περὶ τοῖς σκέλεσιν ἀναξυρίδας ὑσγινοβαφεῖς, καὶ κάνδυν ὁλοπόρφυρον. εἶχε δὲ καὶ διάδημα περὶ τῆι τιάραι· καὶ οἱ συγγενεῖς δὲ αὐτ3ου τὸ αὐτὸ τοῦτο σημεῖον εἶχον, καὶ νῦν τὸ αὐτὸ τοῦτο ἔχουσι. [8.3.14] τὰς δὲ χεῖρας ἔξω τῶν χειρίδων εἶχε. παρωχεῖτο δὲ αὐτῶι ἡνίοχος μέγας μέν, μείων δ᾽ ἐκείνου εἴτε καὶ τῶι ὄντι εἴτε καὶ ὁπωσοῦν· μείζων δ᾽ ἐφάνη πολὺ Κῦρος. ἰδόντες δὲ πάντες προσεκύνησαν, εἴτε καὶ ἄρξαι τινὲς κεκελευσμένοι εἴτε καὶ ἐκπλαγέντες τῆι παρασκευῆι καὶ τῶι δόξαι μέγαν τε καὶ καλὸν φανῆναι τὸν Κῦρον. πρόσθεν δὲ Περσῶν οὐδεὶς Κῦρον προσεκύνει. [8.3.15] ἐπεὶ δὲ προήιει τὸ τοῦ Κύρου ἅρμα, προηγοῦντο μὲν οἱ τετρακισχίλιοι δορυφόροι, παρείποντο δὲ οἱ δισχίλιοι ἐκατέρωθεν τοῦ ἅρματος· ἐφείποντο δὲ οἱ περὶ αὐτὸν σκηπτοῦχοι ἐφ᾽ ἵππων κεκοσμημένοι σὺν τοῖς παλτοῖς ἀμφὶ τοὺς τριακοσίους. [8.3.16] οἱ δ᾽ αὖ τῶι Κύρωι τρεφόμενοι ἵπποι παρήγοντο χρυσοχάλινοι, ῥαβδωτοῖς ἱματίοις καταπεπταμένοι, ἀμφὶ τοὺς διακοσίους· ἐπὶ δὲ τούτοις δισχίλιοι ξυστοφόροι· ἐπὶ δὲ τούτοις ἱππεῖς οἱ πρῶτοι γενόμενοι μύριοι, εἰς ἑκατὸν πανταχῆι τεταγμένοι· ἡγεῖτο δ᾽ αὐτῶν Χρυσάντας· [8.3.17] ἐπὶ δὲ τούτοις μύριοι ἄλλοι Περσῶν ἱππεῖς τεταγμένοι ὡσαύτως, ἡγεῖτο δ᾽ αὐτῶν Ὑστάσπας· ἐπὶ δὲ τούτοις ἄλλοι μύριοι ὡσαύτως, ἡγεῖτο δ᾽ αὐτῶν Δατάμας· ἐπὶ δὲ τούτοις ἄλλοι, ἡγεῖτο δ᾽ αὐτῶν Γαδάτας· [8.3.18] ἐπὶ δὲ τούτοις Μῆδοι ἱππεῖς, ἐπὶ δὲ τούτοις Ἀρμένιοι, μετὰ δὲ τούτους Ὑρκάνιοι, μετὰ δὲ τούτους Καδούσιοι, ἐπὶ δὲ τούτοις Σάκαι· μετὰ δὲ τοὺς ἱππέας ἅρματα ἐπὶ τεττάρων τετάγμένα, ἡγεῖτο δ᾽ αὐτῶν Ἀρταβάτας Πέρσης.

  [8.3.19] Πορευομένου δὲ αὐτ3ου πάμπολλοι ἄνθρωποι παρείποντο ἔξω τῶν σημείων, δεόμενοι Κύρου ἄλλος ἄλλης πράξεως. πέμψας οὖν πρὸς αὐτοὺς τῶν σκηπτούχων τινάς, οἳ παρείποντο αὐτῶι τρεῖς ἑκατέρωθεν τοῦ ἅρματος αὐτοῦ τούτου ἕνεκα τοῦ διαγγέλλειν, ἐκέλευσεν εἰπεῖν αὐτοῖς, εἴ τίς τι αὐτοῦ δέοιτο, διδάσκειν τῶν ἱππάρχων τινὰ ὅ τι τις βούλοιτο, ἐκείνους δ᾽ ἔφη πρὸς αὐτὸν ἐρεῖν. οἱ μὲν δὴ ἀπιόντες εὐθὺς κατὰ τοὺς ἱππέας ἐπορεύοντο καὶ ἐβουλεύοντο τίνι ἕκαστος προσίοι. [8.3.20] ὁ δὲ Κῦρος οὓς ἐβούλετο μάλιστα θεραπεύεσθαι τῶν φίλων ὑπὸ τῶν ἀνθρώπων, τούτους πέμπων τινὰ πρὸς αὑτὸν ἐκάλει καθ᾽ ἕνα ἕκαστον καὶ ἔλεγεν αὐτοῖς οὕτως· Ἤν τις ὑμᾶς διδάσκηι τι τούτων τῶν παρεπομένων, ὃς μὲν ἂν μηδὲν δοκῆι ὑμῖν λέγειν, μὴ προσέχετε αὐτῶι τὸν νοῦν· ὃς δ᾽ ἂν δικαίων δεῖσθαι δοκῆι, εἰσαγγέλλετε πρὸς ἐμέ, ἵνα κοινῆι βουλευόμενοι διαπράττωμεν αὐτοῖς. [8.3.21] οἱ μὲν δὴ ἄλλοι, ἐπεὶ καλέσειεν, ἀνὰ κράτος ἐλαύνοντες ὑπήκουον, συναύξοντες τὴν ἀρχὴν τῶι Κύρωι καὶ ἐνδεικνύμενοι ὅτι σφόδρα πείθοιντο· Δαϊφέρνης δέ τις ἦν σολοικότερος ἄνθρωπος τῶι τρόπωι, ὃς ὤιετο, εἰ μὴ ταχὺ ὑπακούοι, ἐλευθερώτερος ἂν φαίνεσθαι. [8.3.22] αἰσθόμενος οὖν ὁ Κῦρος τοῦτο, πρὶν προσελθεῖν αὐτὸν καὶ διαλεχθῆναι αὐτῶι ὑποπέμψας τινὰ τῶν σκηπτούχων εἰπεῖν ἐκέλευσε πρὸς αὐτὸν ὅτι οὐδὲν ἕτι δέοιτο· καὶ τὸ λοιπὸν οὐκ ἐκάλει. [8.3.23] ὡς δ᾽ ὁ ὕστερον κληθεὶς αὐτοῦ πρότερος αὐτῶι προσήλασεν, ὁ Κῦρος καὶ ἵππον αὐτῶι ἔδωκε τῶν παρεπομένων καὶ ἐκέλευσε τῶν σκηπτούχων τινὰ συναπαγαγεῖν αὐτῶι ὅποι κελεύσειε. τοῖς δὲ ἰδοῦσιν ἔντιμόν τι τοῦτο ἔδοξεν εἶναι, καὶ πολὺ πλείονες ἐκ τούτου αὐτὸν ἐθεράπευον ἀνθρώπων.

&nbs
p; [8.3.24] Ἐπεὶ δὲ ἀφίκοντο πρὸς τὰ τεμένη, ἔθυσαν τῶι Διὶ καὶ ὡλοκαύτησαν τοὺς ταύρους· ἔπειτα τῶι Ἡλίωι καὶ ὡλοκαύτησαν τοὺς ἵππους· ἔπειτα Γῆι σφάξαντες ὡς ἐξηγήσαντο οἱ μάγοι ἐποίησαν· ἔπειτα δὲ ἥρωσι τοῖς Συρίαν ἔχουσι. [8.3.25] μετὰ δὲ ταῦτα καλοῦ ὄντος τοῦ χωρίου ἔδειξε τέρμα ὡς ἐπὶ πέντε σταδίων [χωρίου], καὶ εἶπε κατὰ φῦλα ἀνὰ κράτος ἐνταῦθα ἀφεῖναι τοὺς ἵππους. σὺν μὲν οὖν τοῖς Πέρσαις αὐτὸς ἤλασε καὶ ἐνίκα πολύ· μάλιστα γὰρ ἐμεμελήκει αὐτῶι ἱππικῆς· Μήδων δὲ Ἀρτάβαζος ἐνίκα· Κῦρος γὰρ αὐτῶι τὸν ἵππον ἐδεδώκει· τοῦ δρόμου. Σύρων δὲ τῶν ἀποστάντων Γαδάτας· Ἀρμενίων δὲ Τιγράνης· Ὑρκανίων δὲ ὁ υἱὸς τοῦ ἱππάρχου· Σακῶν δὲ ἰδιώτης ἀνὴρ ἀπέλιπεν ἄρα τῶι ἴππωι τοὺς ἄλλους ἵππους ἐγγὺς τῶι ἡμίσει [8.3.26] ἔνθα δὴ λέγεται ὁ Κῦρος ἐρέσθαι τὸν νεανίσκον εἰ δέξαιτ᾽ ἂν βασιλείαν ἀντὶ τοῦ ἵππου. τὸν δ᾽ ἀποκρίνασθαι ὅτι Βασιλείαν μὲν οὐκ ἂν δεξαίμην, χάριν δὲ ἀνδρὶ ἀγαθῶι καταθέσθαι δεξαίμην ἄν. [8.3.27] καὶ ὁ Κῦρος εἶπε· Καὶ μὴν ἐγὼ δεῖξαί σοι θέλω ἔνθα κᾶν μύων βάληις, οὐκ ἂν ἁμάρτοις ἀνδρὸς ἀγαθοῦ. Πάντως τοίνυν, ὁ Σάκας ἔφη, δεῖξόν μοι· ὡς βαλῶ γε ταύτηι τῆι βώλωι, ἔφη ἀνελόμενος. [8.3.28] καὶ ὁ μὲν Κῦρος δείκνυσιν αὐτῶι ὅπου ἦσαν πλεῖστοι τῶν φίλων· ὁ δὲ καταμύων ἵησι τῆι βώλωι καὶ παρελαύνοντος Φεραύλα τυγχάνει· ἔτυχε γὰρ ὁ Φεραύλας παραγγέλλων τι τακτὸς παρὰ τοῦ Κύρου· βληθεὶς δὲ οὐδὲ μετεστράφη, ἀλλ᾽ ὤιχετο ἐφ᾽ ὅπερ ἐτάχθη. [8.3.29] ἀναβλέψας δὲ ὁ Σάκας ἐρωτᾶι τίνος ἔτυχεν. Οὐ μὰ τὸν Δί᾽, ἔφη, οὐδενὸς τῶν παρόντων. Ἀλλ᾽ οὐ μέντοι, ἔφη ὁ νεανίσκος, τῶν γε ἀπόντων. Ναὶ μὰ Δί᾽, ἔφη ὁ Κῦρος, σύγε ἐκείνου τοῦ παρὰ τὰ ἅρματα ταχὺ ἐλαύνοντος τὸν ἵππον. Καὶ πῶς, ἔφη, οὐδὲ μεταστρέφεται; [8.3.30] καὶ ὁ Κῦρος ἔφη· Μαινόμενος γάρ τίς ἐστιν, ὡς ἔοικεν. ἀκούσας ὁ νεανίσκος ὤιχετο σκεψόμενος τίς εἴη· καὶ εὑρίσκει τὸν Φεραύλαν γῆς τε κατάπλεων τὸ γένειον καὶ αἵματος· ἐρρύη γὰρ αὐτῶι ἐκ τῆς ῥινὸς βληθέντι. ἐπεὶ δὲ προσῆλθεν, ἤρετο αὐτὸν εἰ βληθείη. [8.3.31] ὁ δὲ ἀπεκρίνατο· Ὡς ὁρᾶις. Δίδωμι τοίνυν σοι, ἔφη, τοῦτον τὸν ἵππον. ὁ δ᾽ ἐπήρετο· Ἀντὶ τοῦ; ἐκ τούτου δὴ διηγεῖτο ὁ Σάκας τὸ πρᾶγμα, καὶ τέλος εἶπε· Καὶ οἶμαί γε οὐχ ἡμαρτηκέναι ἀνδρὸς ἀγαθοῦ. [8.3.32] καὶ ὁ Φεραύλας εἶπεν· Ἀλλὰ πλουσιωτέρωι μὲν ἄν, εἰ ἐσωφρόνεις, ἢ ἐμοὶ ἐδίδους· νῦν δὲ κἀγὼ δέξομαι. ἐπεύχομαι δέ, ἔφη, τοῖς θεοῖς, οἵπερ με ἐποίησαν βληθῆναι ὑπὸ σοῦ, δοῦναί μοι ποιῆσαι μὴ μεταμέλειν σοι τῆς ἐμῆς δωρεᾶς. καὶ νῦν μέν, ἔφη, ἀπέλα, ἀναβὰς ἐπὶ τὸν ἐμὸν ἵππον· αὖθις δ᾽ ἐγὼ παρέσομαι πρὸς σέ. οἱ μὲν δὴ οὕτω διηλλάξαντο. Καδουσίων δὲ ἐνίκα Ῥαθίνης. [8.3.33] ἀφίει δὲ καὶ τὰ ἅρματα καθ᾽ ἕκαστον· τοῖς δὲ νικῶσι πᾶσιν ἐδίδου βοῦς τε, ὅπως ἂν θύσαντες ἑστιῶιντο, καὶ ἐκπώματα. τὸν μὲν οὖν βοῦν ἔλαβε καὶ αὐτὸς τὸ νικητήριον· τῶν δ᾽ ἐκπωμάτων τὸ αὑτοῦ μέρος Φεραύλαι ἔδωκεν, ὅτι καλῶς ἔδοξεν αὐτῶι τὴν ἐκ τοῦ βασιλείου ἔλασιν διατάξαι. [8.3.34] οὕτω δὴ τότε ὑπὸ Κύρου κατασταθεῖσα ἡ βασιλέως ἔλασις οὕτως ἔτι καὶ νῦν διαμένει, πλὴν τὰ ἱερὰ ἄπεστιν, ὅταν μὴ θύηι. ὡς δὲ ταῦτα τέλος εἶχεν, ἀφικνοῦνται πάλιν εἰς τὴν πόλιν, καὶ ἐσκήνησαν, οἷς μὲν ἐδόθησαν οἰκίαι, κατ᾽ οἰκίας, οἷς δὲ μή, ἐν τάξει.

 

‹ Prev