Book Read Free

Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)

Page 325

by Xenophon


  [33] Καὶ ἐμοὶ μὲν δὴ εἴρηται ὡς ἂν ἡγοῦμαι κατασκευασθείσης τῆς πόλεως ἱκανὴν ἂν πᾶσιν Ἀθηναίοις τροφὴν ἀπὸ κοινοῦ γενέσθαι. [34] εἰ δέ τινες λογιζόμενοι παμπόλλης ἂν δεῖν ἀφορμῆς εἰς ταῦτα πάντα οὐχ ἡγοῦνται ἱκανὰ ἄν ποτε χρήματα εἰσενεχθῆναι, μηδὲ οὕτως ἀθυμούντων. [35] οὐ γὰρ οὕτως ἔχει, ὡς ἀνάγκηι ἅμα ταῦτα πάντα γίγνεσθαι ἢ μηδὲν ὄφελος αὐτῶν εἶναι· ἀλλ᾽ ὁπόσα ἂν ἢ οἰκοδομηθῆι ἢ ναυπηγηθῆι ἢ ἀνδράποδα ὠνηθῆι, εὐθὺς ταῦτα ἐν ὠφελείαι ἔσται. [36] ἀλλὰ μὴν καὶ τῆιδέ γε συμφορώτερον τὸ κατὰ μέρος ἢ τὸ ἅμα πάντα πράττεσθαι. οἰκοδομοῦντές τε γὰρ ἁθρόως πολυτελέστερον ἂν καὶ κάκιον ἢ κατὰ μέρος ἀποτελοῖμεν· ἀνδράποδα δὲ παμπληθῆ ζητοῦντες ἀναγκαζοίμεθ᾽ ἂν καὶ χείρω καὶ τιμιώτερα ὠνεῖσθαι. [37] κατά γε μὴν τὸ δυνατὸν περαίνοντες τὰ μὲν καλῶς γνωσθέντα καὶ αὖθις ἂν ψηφιζοίμεθα· [38] εἰ δέ τι ἁμαρτηθείη, ἀπεχοίμεθ᾽ ἂν αὐτοῦ. ἔτι δὲ πάντων ἅμα γιγνομένων ἡμᾶς ἂν ἅπαντα δέοι ἐκπορίζεσθαι· εἰ δὲ τὰ μὲν περαίνοιτο, τὰ δὲ μέλλοι, ἡ ὑπάρξασα πρόσοδος τὸ ἐπιτήδειον συγκατασκευάζοι ἄν. [39] ὃ δὲ ἴσως φοβερώτατον δοκεῖ πᾶσιν εἶναι, μή, εἰ ἄγαν πολλὰ κτήσαιτο ἡ πόλις ἀνδράποδα, ὑπεργεμισθείη ἂν τὰ ἔργα, καὶ τούτου τοῦ φόβου ἀπηλλαγμένοι ἂν εἴημεν, εἰ μὴ πλείονας ἀνθρώπους ἢ ὅσους αὐτὰ τὰ ἕργα προσαιτοίη κατ᾽ ἐνιαυτὸν ἐμβάλλοιμεν. [40] οὕτως ἔμοιγε δοκεῖ, ἧιπερ ῥᾶιστον, ταύτηι καὶ ἄριστον εἶναι ταῦτα πράσσειν. εἰ δ᾽ αὖ διὰ τὰς ἐν τῶι νῦν πολέμωι γεγενημένας εἰσφορὰς νομίζετ᾽ ἂν μηδ᾽ ὁτιοῦν δύνασθαι εἰσενεγκεῖν, ὑμεῖς δέ, ὅσα μὲν πρὸ τῆς εἰρήνης χρήματα εὕρισκε τὰ τέλη, ἀπὸ τοσούτων καὶ τὸ ἐπιὸν ἔτος διοικεῖτε τὴν πόλιν· ὅσα δ᾽ ἂν ἐφευρίσκηι διὰ τὸ εἰρήνην τε εἶναι καὶ διὰ τὸ θεραπεύεσθαι μετοίκους καὶ ἐμπόρους καὶ διὰ τὸ πλειόνων συναγειρομένων ἀνθρώπων πλείω εἰσάγεσθαι καὶ ἐξάγεσθαι καὶ διὰ τὸ ‹τὰ› ἐλλιμένια καὶ τὰς ἀγορὰς αὐξάνεσθαι, ταῦτα λαμβάνοντες κατασκευάζεσθε ὡς ἂν πλεῖσται πρόσοδοι γίγνοιντο. [41] εἰ δέ τινες αὖ φοβοῦνται, μὴ ματαία ἂν γένοιτο αὕτη ἡ κατασκευή, εἰ πόλεμος ἐγερθείη, ἐννοησάτωσαν ὅτι τούτων γιγνομένων πολὺ φοβερώτερος ὁ πόλεμος τοῖς ἐπιφέρουσιν ἢ τῆι πόλει. [42] τί γὰρ δὴ εἰς πόλεμον κτῆμα χρησιμώτερον ἀνθρώπων; πολλὰς μὲν γὰρ ναῦς πληροῦν ἱκανοὶ ἂν εἴημεν δημοσίαι· πολλοὶ δ᾽ ἂν καὶ πεζοὶ δημοσίαι δύναιντ᾽ ἂν βαρεῖς εἶναι τοῖς πολεμίοις, εἴ τις αὐτοὺς θεραπεύοι.

  [43] Λογίζομαι δ᾽ ἔγωγε καὶ πολέμου γιγνομένου οἷόν τ᾽ εἶναι μὴ ἐκλείπεσθαι τὰ ἀργύρεια. ἔστι μὲν γὰρ δήπου περί τὰ μέταλλα ἐν τῆι πρὸς μεσημβρίαν θαλάσσηι τεῖχος ἐν Ἀναφλύστωι, ἔστι δ᾽ ἐν τῆι πρὸς ἄρκτον τεῖχος ἐν Θορικῶι· ἀπέχει δὲ ταῦτα ἀπ᾽ ἀλλήλων ἀμφὶ τὰ ἑξήκοντα στάδια. [44] εἰ οὖν καὶ ἐν μέσωι τούτων γένοιτο ἐπὶ τῶι ὑψηλοτάτωι Βήσης τρίτον ἔρυμα, †συνήκοι τ᾽ ἂν τὰ ἔργα εἰς ἓν ἐξ ἁπάντων τῶν τειχῶν, καὶ εἴ τι αἰσθάνοιτο πολεμικόν, βραχὺ ἂν εἴη ἑκάστωι εἰς τὸ ἀσφαλὲς ἀποχωρῆσαι. [45] εἰ δὲ καὶ ἔλθοιεν πλείους οἱ πολέμιοι, δῆλον ὅτι, εἰ μὲν σῖτον ἢ οἶνον ἢ πρόβατα ἔξω εὕροιεν, ἀφέλοιντ᾽ ἂν ταῦτα· ἀργυρίτιδος δὲ κρατήσαντες τί ἂν μᾶλλον ἢ λίθοις ἔχοιεν χρῆσθαι; [46] πῶς δὲ καὶ ὁρμήσειαν ‹ἄν› ποτε πολέμιοι πρὸς τὰ μέταλλα; ἀπέχει μὲν γὰρ δήπου τῶν ἀργυρείων ‹ἡ› ἐγγύτατα πόλις Μέγαρα πολὺ πλεῖον τῶν πεντακοσίων σταδίων· ἀπέχει δὲ ἡ μετὰ ταῦτα πλησιαίτατα Θῆβαι πολὺ πλεῖον τῶν ἑξακοσίων. [47] ἢν οὖν πορεύωνται ἐντεῦθέν ποθεν ἐπὶ τὰ ἀργύρεια, παριέναι αὐτοὺς δεήσει τὴν πόλιν· κἂν μὲν ὦσιν ὀλίγοι, εἰκὸς αὐτοὺς ἀπόλλυσθαι καὶ ὑπὸ ἱππέων καὶ ὑπὸ περιπόλων. πολλῆι γε μὴν δυνάμει πορεύεσθαι ἐξερημοῦντας τὰ ἑαυτῶν χαλεπόν· πολὺ γὰρ ἐγγύτερον ἂν εἴη ταῖς πόλεσιν αὐτῶν τὸ τῶν Ἀθηναίων ἄστυ ἢ αὐτοὶ [οἱ] πρὸς τοῖς μετάλλοις ὄντες. [48] εἰ δὲ καὶ ἔλθοιεν, πῶς ἂν καὶ δύναιντο μένειν μὴ ἔχοντες τὰ ἐπιτήδεια; ἐπισιτίζεσθαί γε μὴν μέρει μὲν κίνδυνος καὶ περὶ τῶν μετιόντων καὶ περὶ ὧν ἀγωνίζονται· πάντες δὲ ἀεὶ μετιόντες πολιορκοῖντ᾽ ἂν μᾶλλον ἢ πολιορκοῖεν.

  [49] Οὐ τοίνυν μόνον ἡ ἀπὸ τῶν ἀνδραπόδων ἀποφορὰ τὴν διατροφὴν τῆι πόλει αὔξοι ἄν, ἀλλὰ πολυανθρωπίας περὶ τὰ μέταλλα ἁθροιζομένης καὶ ἀπ᾽ ἀγορᾶς τῆς ἐκεῖ καὶ ἀπ᾽ οἰκιῶν περὶ τἀργύρεια δημοσίων καὶ ἀπὸ καμίνων καὶ ἀπὸ τῶν ἄλλων ἁπάντων πρόσοδοι ἂν πολλαὶ γίγνοιντο. [50] ἰσχυρῶς γὰρ ‹ἄν› καὶ αὐτὴ πολυάνθρωπος γένοιτο πόλις, εἰ οὕτω κατασκευασθείη· καὶ οἵ γε χῶροι οὐδὲν ἂν εἶεν μείονος ἄξιοι τοῖς κεκτημένοις ἐνταῦθα ἢ τοῖς περὶ τὸ ἄστυ. [51] πραχθέντων γε μὴν ὧν εἴρηκα ξύμφημὶ ἐγὼ οὐ μόνον ἂν χρήμασιν εὐπορωτέραν τὴν πόλιν εἶναι, ἀλλὰ καὶ εὐπειθεστέραν καὶ εὐτακτοτέραν καὶ εὐπολεμωτέραν γενέσθαι. [52] οἵ τε γὰρ ταχθέντες γυμνάζεσθαι πολὺ ἂν ἐπιμελέστερον τοῦτο πράττοιεν ἐν τοῖς γυμνασίοις τὴν τροφὴν ἀπολαμβάνοντες πλείω ἢ ἐν ταῖς λαμπάσι γυμνασιαρχούμενοι, οἵ τε φρουρεῖν ἐν τοῖς φρουρίοις, οἵ τε π�
�λτάζειν καὶ περιπολεῖν τὴν χώραν, πάντα ταῦτα μᾶλλον ἂν πράττοιεν, ἐφ᾽ ἑκάστοις τῶν ἔργων τῆς τροφῆς ἀποδιδομένης.

  Κεφάλαιον εʹ

  [1] Εἰ δὲ σαφὲς δοκεῖ εἶναι ὡς, εἰ μέλλουσι πᾶσαι αἱ πρόσοδοι ἐκ πόλεως προσιέναι, ὅτι εἰρήνην δεῖ ὑπάρχειν, ἆρ᾽ οὐκ ἄξιον καὶ εἰρηνοφύλακας καθιστάναι; πολὺ γὰρ ἂν καὶ αὕτη αἱρεθεῖσα ἡ ἀρχὴ προσφιλεστέραν καὶ πυκνοτέραν εἰσαφικνεῖσθαι πᾶσιν ἀνθρώποις ποιήσειε τὴν πόλιν. [2] εἰ δέ τινες οὕτω γιγνώσκουσιν, ὡς, ἐὰν ἡ πόλις εἰρήνην ἄγουσα διατελῆι, ἀδυνατωτέρα τε καὶ ἀδοξοτέρα καὶ ἧττον ὀνομαστὴ ἐν τῆι Ἑλλάδι ἔσται, καὶ οὗτοί γε, ὡς ἐμῆι δόξηι, παραγιγνώσκοῦσιν. εὐδαιμονέσταται μὲν γὰρ δήπου πόλεις λέγονται, αἳ ἂν πλεῖστον χρόνον ἐν εἰρήνηι διατελῶσι· πασῶν δὲ πόλεων Ἀθῆναι μάλιστα πεφύκασιν ἐν εἰρήνηι αὔξεσθαι. [3] τίνες γάρ, ἡσυχίαν ἀγούσης τῆς πόλεως, οὐ προσδέοιντ᾽ ἂν αὐτῆς ἀρξάμενοι ἀπὸ ναυκλήρων καὶ ἐμπόρων; οὐχ οἱ πολύσιτοι, οὐχ οἱ πολύοινοι οὐχ οἱ ἡδύοινοι; τί δὲ οἱ πολυέλαιοι, τί δὲ οἱ πολυπρόβατοι, ‹τί› δὲ οἱ γνώμηι καὶ ἀργυρίωι δυνάμενοι χρηματίζεσθαι; [4] καὶ μὴν χειροτέχναι τε καὶ σοφισταὶ καὶ φιλόσοφοι, οἱ δὲ ποιηταί, οἱ δὲ τὰ τούτων μεταχειριζόμενοι, οἱ δὲ ἀξιοθεάτων ἢ ἀξιακούστων ἱερῶν ἢ ὁσίων ἐπιθυμοῦντες, ἀλλὰ μὴν καὶ οἱ δεόμενοι πολλὰ ταχὺ ἀποδίδοσθαι ἢ πρίασθαι, ποῦ τούτων μᾶλλον ἂν τύχοιεν ἢ Ἀθήνησιν; [5] εἰ δὲ πρὸς ταῦτα μὲν οὐδεὶς ἀντιλέγει, τὴν δὲ ἡγεμονίαν βουλόμενοί τινες ἀναλαβεῖν τῆι πόλει, ταύτην διὰ πολέμου μᾶλλον ἢ δι᾽ εἰρήνης ἡγοῦνται ἂν καταπραχθῆναι, ἐννοησάτωσαν πρῶτον μὲν τὰ Μηδικά, πότερον βιαζόμενοι ἢ εὐεργετοῦντες τοὺς Ἕλληνας ἡγεμονίας τε τοῦ ναυτικοῦ καὶ ἑλληνοταμιείας ἐτύχομεν. [6] ἔτι δ᾽, ἐπεὶ ὠμῶς ἄγαν δόξασα προστατεύειν ἡ πόλις ἐστερήθη τῆς ἀρχῆς, οὐ καὶ τότ᾽, ἐπεί τοῦ ἀδικεῖν ἀπεσχόμεθα, πάλιν ὑπὸ τῶν νησιωτῶν ἑκόντων προστάται τοῦ ναυτικοῦ ἐγενόμεθα; [7] οὔκουν καὶ Θηβαῖοι εὐεργετούμενοι ἡγεμονεύειν αὑτῶν ἔδωκαν Ἀθηναίοις; ἀλλὰ μὴν καὶ Λακεδαιμόνιοι οὐ βιασθέντες ὑφ᾽ ἡμῶν, ἀλλ᾽ εὖ πάσχοντες ἐπέτρεψαν Ἀθηναίοις περὶ τῆς ἡγεμονίας θέσθαι ὅπως βούλοιντο. [8] νῦν δέ γε διὰ τὴν ἐν τῆι Ἑλλάδι ταραχὴν παραπεπτωκέναι μοι δοκεῖ τῆι πόλει ὥστε καὶ ἄνευ πόνων καὶ ἄνευ κινδύνων καὶ ἄνευ δαπάνης ἀνακτᾶσθαι τοὺς Ἕλληνας. ἔστι μὲν γὰρ πειρᾶσθαι διαλλάττειν τὰς πολεμούσας πρὸς ἀλλήλας πόλεις, ἔστι δὲ συναλλάττειν, εἴ τινες ἐν αὑταῖς στασιάζουσιν. [9] εἰ ‹δὲ› καὶ ὅπως τὸ ἐν Δελφοῖς ἱερὸν αὐτόνομον ὥσπερ πρόσθεν γένοιτο φανεροὶ εἴητ᾽ ἐπιμελούμενοι, μὴ συμπολεμοῦντες, ἀλλὰ πρεσβεύοντες ἀνὰ τὴν Ἑλλάδα, ἐγὼ μὲν οὐδὲν ἂν οἶμαι θαυμαστὸν εἶναι, εἰ καὶ πάντας τοὺς Ἕλληνας ὁμογνώμονάς τε καὶ συνόρκους καὶ συμμάχους λάβοιτε ἐπ᾽ ἐκείνους, οἵτινες ἐκλιπόντων Φωκέων τὸ ἱερὸν καταλαμβάνειν πειρῶιντο. [10] εἰ δὲ καὶ ὅπως ἀνὰ πᾶσαν γῆν καὶ θάλατταν εἰρήνη ἔσται φανεροὶ εἴητε ἐπιμελόμενοι, ἐγὼ μὲν οἶμαι πάντας ἂν εὔχεσθαι μετὰ τὰς ἑαυτῶν πατρίδας Ἀθήνας μάλιστα σώιζεσθαι. [11] εἰ δέ τις αὖ εἰς χρήματα κερδαλεώτερον νομίζει εἶναι τῆι πόλει πόλεμον ἢ εἰρήνην, ἐγὼ μὲν οὐκ οἶδα πῶς ἂν ἄμεινον ταῦτα κριθείη ἢ εἴ τις τὰ προγεγενημένα ἐπανασκοποίη τῆι πόλει πῶς ἀποβέβηκεν. [12] εὑρήσει γὰρ τό τε παλαιὸν ἐν εἰρήνηι μὲν πάνυ πολλὰ χρήματα εἰς τὴν πόλιν ἀνενεχθέντα, ἐν πολέμωι δὲ ταῦτα πάντα καταδαπανηθέντα· γνώσεται δέ, ἢν σκοπῆι, καὶ ἐν τῶι νῦν χρόνωι διὰ μὲν τὸν πόλεμον καὶ τῶν προσόδων πολλὰς ἐκλιπούσας, καὶ τὰς εἰσελθούσας εἰς παντοδαπὰ πολλὰ καταδαπανηθείσας· ἐπεὶ δὲ εἰρήνη κατὰ θάλατταν γεγένηται, ηὐξημένας τε τὰς προσόδους, καὶ ταύταις ἐξὸν τοῖς πολίταις χρῆσθαι ὅ τι βούλοιντο. [13] εἰ δέ τίς με ἐπερωτώιη, εἰ καί, ἄν τις ἀδικῆι τὴν πόλιν, λέγεις, ὡς χρὴ καὶ πρὸς τοῦτον εἰρήνην ἄγειν; οὐκ ἂν φαίην· ἀλλὰ μᾶλλον λέγω, ὅτι πολὺ θᾶττον ἂν τιμωροίμεθα αὐτούς, εἰ μηδένα ὑπάρχοιμεν ἀδικοῦντες· οὐδένα γὰρ ἂν ἔχοιεν σύμμαχον.

 

‹ Prev