Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 39
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 39

by Aeschylus


  στρατὸς δ’ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ

  διώλλυθ’, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος

  δίψῃ πονοῦντες, οἱ δ’ ὑπ’ ἄσθματος κενοὶ

    .   .   .   .   .   .

   485 διεκπερῶμεν ἔς τε Φωκέων χθόνα

  καὶ Δωρίδ’ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ

  Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ·

  κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον

  καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους

   490 βορᾶς ἐδέξαντ’· ἔνθα δὴ πλεῖστοι θάνον

  δίψῃ τε λιμῷ τ’· ἀμφότερα γὰρ ἦν τάδε.

  Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων

  χώραν ἀφικόμεσθ’, ἐπ’ Ἀξιοῦ πόρον,

  Βόλβης θ’ ἕλειον δόνακα, Πάγγαιόν τ’ ὄρος,

   495 Ἠδωνίδ’ αἶαν· νυκτὶ δ’ ἐν ταύτῃ θεὸς

  χειμῶν’ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν

  ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις

  τὸ πρὶν νομίζων οὐδαμοῦ τότ’ ηὔχετο

  λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.

   500 ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο

  στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·

  χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ

  ἀκτῖνας ὡρμήθη, σεσωμένος κυρεῖ.

  φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος

   505 μέσον πόρον διῆκε, θερμαίνων φλογί·

  πῖπτον δ’ ἐπ’ ἀλλήλοισιν· εὐτυχὴς δέ τοι

  ὅστις τάχιστα πνεῦμ’ ἀπέρρηξεν βίου.

  ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,

  Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,

   510 ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,

  ἐφ’ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν

  Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.

  ταῦτ’ ἔστ’ ἀληθῆ· πολλὰ δ’ ἐκλείπω λέγων

  κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.

   515 ΧΟ. ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς

  ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.

  ΒΑ. οἲ ‘γὼ τάλαινα διαπεπραγμένου στρατοῦ·

  ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,

  ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.

   520 ὑμεῖς δὲ φαύλως αὔτ’ ἄγαν ἐκρίνατε.

  ὅμως δ’, ἐπειδὴ τῇδ’ ἐκύρωσεν φάτις

  ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·

  ἔπειτα, γῇ τε καὶ φθιτοῖς δωρήματα,

  ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν -

   525 ἐπίσταμαι μὲν ὡς ἐπ’ ἐξειργασμένοις,

  ἀλλ’ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.

  ὑμᾶς δὲ χρὴ ‘πὶ τοῖσδε τοῖς πεπραγμένοις

  πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·

  καὶ παῖδ’, ἐάν περ δεῦρ’ ἐμοῦ πρόσθεν μόλῃ

   530 παρηγορεῖτε, καὶ προπέμπετ’ ἐς δόμους,

  μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.

  ΧΟΡΟΣ

  ὦ Ζεῦ βασιλεῦ, νῦν ‹γὰρ› Περσῶν

  τῶν μεγαλαύχων καὶ πολυάνδρων

  στρατιὰν ὀλέσας

   535 ἄστυ τὸ Σούσων ἠδ’ Ἀγβατάνων

  πένθει δνοφερῷ κατέκρυψας·

  πολλαὶ δ’ ἁπαλαῖς χερσὶ καλύπτρας

  κατερεικόμεναι

  διαμυδαλέους δάκρυσι κόλπους

   540 τέγγουσ’, ἄλγους μετέχουσαι.

  αἱ δ’ ἁβρόγοοι Περσίδες ἀνδρῶν

  ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,

  λέκτρων [τ’] εὐνὰς ἁβροχίτωνας,

  χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,

   545 πενθοῦσι γόοις ἀκορεστοτάτοις.

  κἀγὼ δὲ μόρον τῶν οἰχομένων

  αἴρω δοκίμως πολυπενθῆ.

  νῦν γὰρ δὴ πρόπασα μὲν στένει   [στρ. α.

  γαῖ’ Ἀσὶς ἐκκενουμένα.

   550 Ξέρξης μὲν ἄγαγεν, ποποῖ,

  Ξέρξης δ’ ἀπώλεσεν, τοτοῖ,

  Ξέρξης δὲ πάντ’ ἐπέσπε δυσφρόνως

  βαρίδεσσι ποντίαις.

   554 τίπτε Δαρεῖος μὲν οὕτω τότ’ ἀβλαβὴς ἐπῆν,

  τόξαρχος πολιήταις,

  Σουσίδαις φίλος ἄκτωρ;

  πεζοὺς γάρ σφε καὶ θαλασσίους   [ἀντ α.

  ὁμόπτεροι κυανώπιδες

   560 νᾶες μὲν ἄγαγον, ποποῖ,

  νᾶες δ’ ἀπώλεσαν, τοτοῖ,

  νᾶες πανωλέθροισιν ἐμβολαῖς,

  διὰ δ’ Ἰαόνων χέρας.

   564 τυτθὰ δ’ ἐκφυγεῖν ἄνακτ’ αὐτὸν ὡς ἀκούομεν

  Θρῄκης ἂμ πεδιήρεις

  δυσχίμους τε κελεύθους.

  τοὶ δ’ ἄρα πρωτομόροιο, φεῦ,   [στρ. β.

  ληφθέντες πρὸς ἀνάγκας, ἠέ,

   570 ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ,

  ‹στέμβονται·› στένε καὶ δακνάζου, βαρὺ δ’ ἀμβόασον

  οὐράνι’ ἄχη, ὀᾶ·

  τεῖνε δὲ δυσβάυκτον

   575 βοᾶτιν τάλαιναν αὐδάν.

  γναπτόμενοι δ’ ἁλὶ δεινᾷ, φεῦ,   [ἀντ. β.

  σκύλλονται πρὸς ἀναύδων, ἠέ,

  παίδων τᾶς ἀμιάντου, ὀᾶ.

  πενθεῖ δ’ ἄνδρα δόμος στερηθείς, τοκέης δ’ ἄπαιδες

   581 δαιμόνι’ ἄχη, ὀᾶ,

  δυρόμενοι γέροντες

  τὸ πᾶν δὴ κλύουσιν ἄλγος.

  τοὶ δ’ ἀνὰ γᾶν Ἀσίαν δὴν   [στρ. γ.

   585 οὐκέτι περσονομοῦνται,

  οὐδ’ ἔτι δασμοφοροῦσιν

  δεσποσύνοισιν ἀνάγκαις,

  οὐδ’ ἐς γᾶν προπίτνοντες

  ἅζονται· βασιλεία γὰρ διόλ
ωλεν ἰσχύς.

   591 οὐδ’ ἔτι γλῶσσα βροτοῖσιν   [ἀντ. γ.

  ἐν φυλακαῖς· λέλυται γὰρ

  λαὸς ἐλεύθερα βάζειν,

  ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.

   595 αἱμαχθεῖσα δ’ ἄρουραν

  Αἴαντος περικλύστα νᾶσος ἔχει τὰ Περσῶν.

  ΒΑ. φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,

  ἐπίσταται βροτοῖσιν ὡς, ὅταν κλύδων

   600 κακῶν ἐπέλθῃ, πάντα δειμαίνειν φίλον,

  ὅταν δ’ ὁ δαίμων εὐροῇ, πεποιθέναι

  τὸν αὐτὸν αἰὲν ἄνεμον οὐριεῖν τύχας.

  ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα·

  ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,

   605 βοᾷ δ’ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος·

  τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.

  τοιγὰρ κέλευθον τήνδ’ ἄνευ τ’ ὀχημάτων

  χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν

  ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς

   610 φέρουσ’, ἅπερ νεκροῖσι μειλικτήρια,

  βοός τ’ ἀφ’ ἁγνῆς λευκὸν εὔποτον γάλα,

  τῆς τ’ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,

  λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,

  ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο

   615 ποτόν, παλαιᾶς ἀμπέλου γάνος τόδε·

  τῆς τ’ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον

  ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,

  ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα.

  ἀλλ’, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων

   620 ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα

  Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δ’ ἐγὼ

  τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.

  ΧΟ. βασίλεια γύναι, πρέσβος Πέρσαις,

  σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,

   625 ἡμεῖς θ’ ὕμνοις αἰτησόμεθα

  φθιμένων πομποὺς

  εὔφρονας εἶναι κατὰ γαίας.

  ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,

  Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τ’ ἐνέρων,

   630 πέμψατ’ ἔνερθεν ψυχὴν ἐς φῶς·

  εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,

  μόνος ἂν θνητῶν πέρας εἴποι.

  ἦ ῥ’ ἀίει μου μακαρίτας   [στρ. α.

  ἰσοδαίμων βασιλεὺς βάρβαρα σαφηνῆ

   636 ἱέντος τὰ παναίολ’ αἰανῆ δύσθροα βάγματα;

  παντάλαν’ ἄχη

  διαβοάσω;

  νέρθεν ἆρα κλύει μου;

   640 ἀλλὰ σύ μοι, Γᾶ τε καὶ ἄλλοι   [ἀντ. α.

  χθονίων ἁγεμόνες, δαίμονα μεγαυχῆ

  ἰόντ’ αἰνέσατ’ ἐκ δόμων, Περσᾶν Σουσιγενῆ θεόν·

  πέμπετε δ’ ἄνω

   645 οἷον οὔπω

  Περσὶς αἶ’ ἐκάλυψεν.

  ἦ φίλος ἀνήρ, φίλος ὄχθος·   [στρ. β.

  φίλα γὰρ κέκευθεν ἤθη.

  Ἀιδωνεὺς δ’ ἀναπομπὸς ἀνίει,

   650 Ἀιδωνεύς,

  οἶον ἀνάκτορα Δαριᾶνα. ἠέ.

  οὐδὲ γὰρ ἄνδρας ποτ’ ἀπώλλυ   [ἀντ. β.

  πολεμοφθόροισιν ἄταις,

  θεομήστωρ δ’ ἐκικλῄσκετο Πέρσαις,

   655 θεομήστωρ δ’

  ἔσκεν, ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.

  βαλλήν, ἀρχαῖος   [στρ. γ.

  βαλλήν, ἴθι, ἱκοῦ·

  ἔλθ’ ἐπ’ ἄκρον κόρυμβον ὄχθου,

   660 κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,

  βασιλείου τιήρας

  φάλαρον πιφαύσκων.

  βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.

  ὅπως αἰανῆ   [ἀντ. γ.

   665 κλύῃς νέα τ’ ἄχη,

  δέσποτα δεσποτᾶν φάνηθι.

  Στυγία γάρ τις ἐπ’ ἀχλὺς πεπόταται·

  νεολαία γὰρ ἤδη

   670 κατὰ πᾶσ’ ὄλωλεν.

  βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.

  αἰαῖ αἰαῖ·   [ἐπῳδός.

  ὦ πολύκλαυτε φίλοισι θανών,

   675 τί τάδε, δυνάστα, δυνάστα,

  περισσὰ δίδυμα δὶς γοέδν’ ἁμάρτια;

  πᾶσαι γᾷ τᾷδ’

  ἐξέφθινται τρίσκαλμοι

   680 νᾶες ἄναες ἄναες.

  ΕΙΔΩΛΟΝ ΔΑΡΕΙΟΥ

  ὦ πιστὰ πιστῶν ἥλικές θ’ ἥβης ἐμῆς

  Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;

  στένει, κέκοπται, καὶ χαράσσεται πέδον.

  λεύσσων δ’ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας

   685 ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.

  ὑμεῖς δὲ θρηνεῖτ’ ἐγγὺς ἑστῶτες τάφου

  καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις

  οἰκτρῶς καλεῖσθέ μ’· ἐστὶ δ’ οὐκ εὐέξοδον

  ἄλλως τε πάντως, χοἰ κατὰ χθονὸς θεοὶ

   690 λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.

  ὅμως δ’ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ

  ἥκω· τάχυνε δ’, ὡς ἄμεμπτος ὦ χρόνου.

  τί ἐστὶ Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν;

  ΧΟ. σέβομαι μὲν προσιδέσθαι,   [στρ.

   695 σέβομαι δ’ ἀντία λέξαι

  σέθεν ἀρχαίῳ περὶ τάρβει.

  ΔΑ. ἀλλ’ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,

  μή τι μακιστῆρα μῦθον ἀλλὰ σύντομον λέγων

  εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.

   700 ΧΟ.   δίομαι μὲν χαρίσασθαι,   [ἀντ.

    δίομαι δ’ ἀντία φάσθαι,

    λέξας δύσλεκτα φίλοισιν.

  ΔΑ. ἀλλ’ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,

  τῶν ἐμῶν λ
έκτρων γεραιὰ ξύννομ’, εὐγενὲς γύναι,

   705 κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι

  λέξον. ἀνθρώπεια δ’ ἄν τοι πήματ’ ἂν τύχοι βροτοῖς.

  πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ’ ἐκ χέρσου κακὰ

  γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ πρόσω.

  ΒΑ. ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ,

   710 ὡς ἕως τ’ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν

  βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,

  νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.

  πάντα γάρ, Δαρεῖ’, ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ·

  διαπεπόρθηται τὰ Περσῶν πράγμαθ’, ὡς εἰπεῖν ἔπος.

   715 ΔΑ. τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτός, ἢ στάσις πόλει;

  ΒΑ. οὐδαμῶς· ἀλλ’ ἀμφ’ Ἀθήνας πᾶς κατέφθαρται στρατός.

  ΔΑ. τίς δ’ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.

  ΒΑ. θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.

  ΔΑ. πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ’ ἐμώρανεν τάλας;

   720 ΒΑ. ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.

  ΔΑ. πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;

  ΒΑ. μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστ’ ἔχειν πόρον.

  ΔΑ. καὶ τόδ’ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν;

  ΒΑ. ὧδ’ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.

   725 ΔΑ. φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.

  ΒΑ. ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.

  ΔΑ. καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ’ ἐπιστενάζετε;

  ΒΑ. ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.

 

‹ Prev