Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 40
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 40

by Aeschylus


  ΔΑ. ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;

   730 ΒΑ. πρὸς τάδ’ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει -

  ΔΑ. ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.

  ΒΑ. Βακτρίων δ’ ἔρρει πανώλης δῆμος †οὐδέ τις γέρων.

  ΔΑ. ὦ μέλεος, οἵαν ἄρ’ ἥβην ξυμμάχων ἀπώλεσεν.

  ΒΑ. μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα -

   735 ΔΑ. πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;

  ΒΑ. ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.

  ΔΑ. καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ’ ἐτήτυμον;

  ΒΑ. ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γ’· οὐκ ἔνι στάσις.

  ΔΑ. φεῦ, ταχεῖά γ’ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ’ ἐμὸν

   740 Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που

  διὰ μακροῦ χρόνου τάδ’ ηὔχουν ἐκτελευτήσειν θεούς·

  ἀλλ’, ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.

  νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.

  παῖς δ’ ἐμὸς τάδ’ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·

   745 ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν

  ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ·

  καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις

  περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ.

  θνητὸς ὢν θεῶν τε πάντων ᾤετ’, οὐκ εὐβουλίᾳ,

   750 καὶ Ποσειδῶνος κρατήσειν· πῶς τάδ’ οὐ νόσος φρενῶν

  εἶχε παῖδ’ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος

  οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.

  ΒΑ. ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται

  θούριος Ξέρξης· λέγουσι δ’ ὡς σὺ μὲν μέγαν τέκνοις

   755 πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δ’ ἀνανδρίας ὕπο

  ἔνδον αἰχμάζειν, πατρῷον δ’ ὄλβον οὐδὲν αὐξάνειν.

  τοιάδ’ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν

  τήνδ’ ἐβούλευσεν κέλευθον καὶ στράτευμ’ ἐφ’ Ἑλλάδα.

  ΔΑ. τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον

   760 μέγιστον, αἰείμνηστον, οἷον οὐδέπω

  τόδ’ ἄστυ Σούσων ἐξεκείνωσ’ ἐμπεσόν,

  ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ’ ὤπασεν,

  ἕν’ ἄνδρα πάσης Ἀσίδος μηλοτρόφου

  ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.

   765 Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ·

  ἄλλος δ’ ἐκείνου παῖς τόδ’ ἔργον ἤνυσεν·

  φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.

  τρίτος δ’ ἀπ’ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,

  ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·

   770 Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,

  Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.

  θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.

  Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.

  πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ

   775 θρόνοισί τ’ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ

  Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,

  ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ’ ἦν χρέος.

  [ἕκτος δὲ Μάραφις, ἕβδομος δ’ Ἀρταφρένης.]

  κἀγὼ πάλου τ’ ἔκυρσα τοῦπερ ἤθελον,

   780 κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ·

  ἀλλ’ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.

  Ξέρξης δ’ ἐμὸς παῖς νέος ἐὼν νέα φρονεῖ,

  κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·

  εὖ γὰρ σαφῶς τόδ’ ἴστ’, ἐμοὶ ξυνήλικες,

   785 ἅπαντες ἡμεῖς, οἳ κράτη τάδ’ ἔσχομεν,

  οὐκ ἂν φανεῖμεν πήματ’ ἔρξαντες τόσα.

  ΧΟ. τί οὖν, ἄναξ Δαρεῖε; ποῖ καταστρέφεις

  λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι

  πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;

   790 ΔΑ. εἰ μὴ στρατεύοισθ’ ἐς τὸν Ἑλλήνων τόπον,

  μηδ’ εἰ στράτευμα πλεῖον ᾖ τὸ Μηδικόν.

  αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.

  ΧΟ. πῶς τοῦτ’ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;

  ΔΑ. κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.

   795 ΧΟ. ἀλλ’ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.

  ΔΑ. ἀλλ’ οὐδ’ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις

  στρατὸς κυρήσει νοστίμου σωτηρίας.

  ΧΟ. πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων

  περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;

   800 ΔΑ. παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν

  χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα

  βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ’ οὔ.

  κεἴπερ τάδ’ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ

  λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.

   805 μίμνουσι δ’ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς

  ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί·

  οὗ σφιν κακῶν ὕψιστ’ ἐπαμμένει παθεῖν,

  ὕβρεως ἄποινα κἀθέων φρονημάτων·

  οἳ γῆν μολόντες Ἑλλάδ’ οὐ θεῶν βρέτη

   810 ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς·

  βωμοὶ δ’ ἄιστοι, δαιμόνων θ’ ἱδρύματα

  πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.

  τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα

  πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐ
δέπω κακῶν

   815 κρηπὶς ὕπεστιν, ἀλλ’ ἔτ’ ἐκπιδύεται.

  τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς

  πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο·

  θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ

  ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν

   820 ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.

  ὕβρις γὰρ ἐξανθοῦσ’ ἐκάρπωσεν στάχυν

  ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.

  τοιαῦθ’ ὁρῶντες τῶνδε τἀπιτίμια

  μέμνησθ’ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις

   825 ὑπερφρονήσας τὸν παρόντα δαίμονα

  ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.

  Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν

  φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.

  πρὸς ταῦτ’ ἐκεῖνον, σωφρονεῖν κεχρημένοι,

   830 πινύσκετ’ εὐλόγοισι νουθετήμασιν,

  λῆξαι θεοβλαβοῦνθ’ ὑπερκόμπῳ θράσει.

  σὺ δ’, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,

  ἐλθοῦσ’ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς

  λαβοῦσ’ ὑπαντίαζε παιδί. †πάντα γὰρ

   835 κακῶν ὑπ’ ἄλγους λακίδες ἀμφὶ σώματι

  στημορραγοῦσι ποικίλων ἐσθημάτων.

  ἀλλ’ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·

  μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.

  ἐγὼ δ’ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.

   840 ὑμεῖς δέ, πρέσβεις, χαίρετ’, ἐν κακοῖς ὅμως

  ψυχῇ διδόντες ἡδονὴν καθ’ ἡμέραν,

  ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.

  ΧΟ. ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντ’ ἔτι

  ἤλγησ’ ἀκούσας βαρβάροισι πήματα.

   845 ΒΑ. ὦ δαῖμον, ὥς με πόλλ’ ἐσέρχεται κακῶν

  ἄλγη, μάλιστα δ’ ἥδε συμφορὰ δάκνει,

  ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι

  ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.

  ἀλλ’ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων

   850 ὑπαντιάζειν παιδί μου πειράσομαι.

  οὐ γὰρ τὰ φίλτατ’ ἐν κακοῖς προδώσομεν.

  ΧΟ. ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πολισσονόμου βιοτᾶς ἐπεκύρσαμεν, [στρ. α.

  εὖθ’ ὁ γηραιὸς

   855 πανταρκὴς ἀκάκας ἄμαχος βασιλεὺς ἰσόθεος Δαρεῖος ἆρχε χώρας.

  πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπεφαινόμεθ’, οἱ δὲ νομίσματα πύργινα  [ἀντ. α.

   860 πάντ’ ἐπηύθυνον.

  νόστοι δ’ ἐκ πολέμων ἀπόνους ἀπαθεῖς ‹πάλιν› εὖ πράσσοντας ἆγον [ἐς] οἴκους.

   864 ὅσσας δ’ εἷλε πόλεις πόρον οὐ διαβὰς Ἅλυος ποταμοῖο,  [στρ. β.

  οὐδ’ ἀφ’ ἑστίας συθείς,

  οἷαι Στρυμονίου πελάγους Ἀχελωΐδες εἰσὶ πάροικοι

   870 Θρῃκίων ἐπαύλων,

  λίμνας τ’ ἔκτοθεν αἳ κατὰ χέρσον ἐληλαμέναι πέρι πύργον  [ἀντ. β.

  τοῦδ’ ἄνακτος ἄιον,

   875 Ἕλλας τ’ ἀμφὶ πόρον πλατὺν εὐχόμεναι, μυχία τε Προποντίς,

  καὶ στόμωμα Πόντου·

   880 νᾶσοί θ’ αἳ κατὰ πρῶν’ ἅλιον περίκλυστοι   [στρ. γ.

  τᾷδε γᾷ προσήμεναι

  οἵα Λέσβος ἐλαιόφυτός τε Σάμος,

  Χίος, ἠδὲ Πάρος,

   885 Νάξος, Μύκονος, Τήνῳ τε συνάπτουσ’ Ἄνδρος ἀγχιγείτων.

  καὶ τὰς ἀγχιάλους ἐκράτυνε μεσάκτους,   [ἀντ. γ.

   890 Λῆμνον, Ἰκάρου θ’ ἕδος,

  καὶ Ῥόδον ἠδὲ Κνίδον Κυπρίας τε πόλεις,

  Πάφον ἠδὲ Σόλους,

   895 Σαλαμῖνά τε, τᾶς νῦν ματρόπολις τῶνδ’ αἰτία στεναγμῶν.

  καὶ τὰς εὐκτεάνους κατὰ κλῆρον Ἰαόνιον πολυάνδρους   [ἐπῳδός.

   900 Ἑλλάνων ἐκράτυνε †σφετέραις φρεσίν.

  ἀκάματον δὲ παρῆν σθένος ἀνδρῶν τευχηστήρων

  παμμείκτων τ’ ἐπικούρων.

  νῦν δ’ οὐκ ἀμφιλόγως θεότρεπτα τάδ’ αὖ φέρομεν,

   905 πολέμοιο δμαθέντες μεγάλως πλαγαῖσι ποντίαισιν.

  ΞΕΡΞΗΣ

  ἰὼ ἰὼ,

  δύστηνος ἐγὼ στυγερᾶς μοίρας

   910 τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,

  ὡς ὠμοφρόνως δαίμων ἐνέβη

  Περσῶν γενεᾷ· τί πάθω τλήμων;

  λέλυται γὰρ ἐμῶν γυίων ῥώμη.

  τήνδ’ ἡλικίαν ἐσιδόντ’ ἀστῶν,

   915 εἴθ’ ὄφελεν, Ζεῦ, κἀμὲ μετ’ ἀνδρῶν

  τῶν οἰχομένων

  θανάτου κατὰ μοῖρα καλύψαι.

  ΧΟ. ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς

  καὶ περσονόμου τιμῆς μεγάλης,

   920 κόσμου τ’ ἀνδρῶν,

  οὓς νῦν δαίμων ἐπέκειρεν.

  γᾶ δ’ αἰάζει τὰν ἐγγαίαν

  ἥβαν Ξέρξᾳ κταμέναν, Ἅιδου

  σάκτορι Περσᾶν· †ἀγδαβάται γὰρ

   925 πολλοὶ φῶτες, χώρας ἄνθος,

  τοξοδάμαντες, πάνυ ταρφύς τις

  μυριὰς ἀνδρῶν, ἐξέφθινται.

  αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς,

  Ἀσία δὲ χθών, βασιλεῦ γαίας,

   930 αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται.

  ΞΕ. ὅδ’ ἐγών, οἰοῖ, αἰακτός,   [στρ. α.

  μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ

  κακὸν ἄρ’ ἐγενόμαν.

   935 ΧΟ. νόστου σοι τὰν πρόσφθογγον

  κακοφάτιδα βοάν, κακομέλετον ἰὰν

  Μαριανδυνοῦ θρηνητῆρος

   940 πέμψω πέμψω, πολύδακρυν ἰαχάν.

  Ξ
Ε. ἵετ’ αἰανῆ [καὶ] πάνδυρτον   [ἀντ. α.

  δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ’ αὖ

  μετάτροπος ἐπ’ ἐμοί.

  ΧΟ. ἥσω τοι τὰν πάνδυρτον,

   945 ζαπαθέα τε σέβων ἁλίτυπά τε βάρη,

  πόλεως γέννας πενθητῆρος.

  ‹κλάγξω› κλάγξω δὲ γόον ἀρίδακρυν.

   950 ‹ΞΕ.› Ἰάων γὰρ ἀπηύρα,   [στρ. β.

  Ἰάων ναύφαρκτος

  Ἄρης ἑτεραλκὴς

  νυχίαν πλάκα κερσάμενος

  δυσδαίμονά τ’ ἀκτάν.

   955 ΧΟ. - οἰοιοῖ, βόα καὶ πάντ’ ἐκπεύθου.

  - ποῦ δὲ φίλων ἄλλος ὄχλος;

  - ποῦ δέ σοι παραστάται,

  οἷος ἦν Φαρανδάκης,

  Σούσας, Πελάγων, Δοτάμας, Ψάμμις,

   960 Σουσισκάνης τ’, ἠδ’ Ἀγαβάτας

  Ἀγαβάτανα λιπών;

  ΞΕ. ὀλοοὺς ἀπέλειπον   [ἀντ. β

  Τυρίας ἐκ ναὸς

  ἔρροντας ἐπ’ ἀκταῖς

   965 Σαλαμινιάσι, στυφελοῦ

  θείνοντας ἐπ’ ἀκτᾶς.

  ΧΟ. - οἰοιοῖ, ποῦ δή σοι Φαρνοῦχος;

  - κἀριόμαρδός γ’ ἀγαθός;

  - ποῦ δὲ Σευάλκης ἄναξ,

   970 ἢ Λίλαιος εὐπάτωρ,

  Μέμφις, Θάρυβις, καὶ Μασίστρας,

  Ἀρτεμβάρης τ’ ἠδ’ Ὑσταίχμας;

  τάδε σ’ ἐπανέρομαι.

  ΞΕ. ἰὼ ἰώ μοι,   [στρ. γ.

   975 τὰς ὠγυγίους κατιδόντες

  στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,

  ἐἕ, ἐἕ, τλάμονες ἀσπαίρουσι χέρσῳ.

  ΧΟ. ἦ καὶ τὸν Πέρσαν αὐτοῦ

  τὸν σὸν πιστὸν πάντ’ ὀφθαλμὸν

   980 μυρία μυρία πεμπαστὰν

  Βατανώχου παῖδ’ Ἄλπιστον

     .   .   .   .   .

 

‹ Prev