Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 43
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 43

by Aeschylus


  εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.

  Χο. τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν   [στρ. α.

  θεοὶ δοῖεν, ὡς δικαίως πόλεως

  πρόμαχος ὄρνυται· τρέμω δ’ αἱματη-

   420 φόρους μόρους ὑπὲρ φίλων

  ὀλομένων ἰδέσθαι.

  Αγ. τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·

  Καπανεὺς δ’ ἐπ’ Ἠλέκτραισιν εἴληχεν πύλαις,

  γίγας ὅδ’ ἄλλος, τοῦ πάρος λελεγμένου

   425 μείζων, ὁ κόμπος δ’ οὐ κατ’ ἄνθρωπον φρονεῖ,

  πύργοις δ’ ἀπειλεῖ δείν’, ἃ μὴ κραίνοι τύχη·

  θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν

  καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς

  †Ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν

   430 τὰς δ’ ἀστραπάς τε καὶ κεραυνίους βολὰς

  μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·

  ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,

  φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·

  χρυσοῖς δὲ φωνεῖ γράμμασιν ‘Πρήσω πόλιν.’

   435 τοιῷδε φωτὶ πέμπε - τίς ξυστήσεται,

  τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;

  Ετ. καὶ τῷδε κόμπῳ κέρδος ἄλλο τίκτεται.

  τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων

  ἡ γλῶσσ’ ἀληθὴς γίγνεται κατήγορος.

   440 Καπανεὺς δ’ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος,

  θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα

  χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν

  πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ’ ἔπη·

  πέποιθα δ’ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον

   445 ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον

  μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.

  ἀνὴρ δ’ ἐπ’ αὐτῷ, κεἰ στόμαργός ἐστ’ ἄγαν,

  αἴθων τέτακται λῆμα, Πολυφόντου βία,

  φερέγγυον φρούρημα, προστατηρίας

   450 Ἀρτέμιδος εὐνοίαισι σύν τ’ ἄλλοις θεοῖς.

  λέγ’ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.

  Χο. ὄλοιθ’ ὃς πόλει μεγάλ’ ἐπεύχεται,   [ἀντ. α.

  κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,

  πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ’

   455 ἑδωλίων ‹μ’› ὑπερκόπῳ

  δορί ποτ’ ἐκλαπάξαι.

  Αγ. [καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις]

  λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος

  ἐξ ὑπτίου ‘πήδησεν εὐχάλκου κράνους,

   460 πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον.

  ἵππους δ’ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας

  δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.

  φιμοὶ δὲ συρίζουσι βάρβαρον βρόμον,

  μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.

   465 ἐσχημάτισται δ’ ἀσπὶς οὐ σμικρὸν τρόπον·

  ἀνὴρ [δ’] ὁπλίτης κλίμακος προσαμβάσεις

  στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.

  βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,

  ὡς οὐδ’ ἂν Ἄρης σφ’ ἐκβάλοι πυργωμάτων.

   470 καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον

  πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.

  Ετ. πέμποιμ’ ἂν ἤδη τόνδε, σὺν τύχῃ δ’ ἴτω,

  [καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,]

  Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους,

   475 ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων

  βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,

  ἀλλ’ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,

  ἢ καὶ δύ’ ἄνδρε καὶ πόλισμ’ ἐπ’ ἀσπίδος

  ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.

   480 κόμπαζ’ ἐπ’ ἄλλῳ, μηδέ μοι φθόνει λόγων.

  Χο. ἐπεύχομαι δὴ τὰ μὲν εὖ τυχεῖν, ἰὼ   [στρ. β.

  πρόμαχ’ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.

  ὡς δ’ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει

  μαινομένᾳ φρενί, τώς νιν

   485 Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.

  Αγ. τέταρτος ἄλλος, γείτονας πύλας ἔχων

  Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,

  Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·

  ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,

   490 ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.

  ὁ σηματουργὸς δ’ οὔ τις εὐτελὴς ἄρ’ ἦν

  ὅστις τόδ’ ἔργον ὤπασεν πρὸς ἀσπίδι,

  Τυφῶν’ ἱέντα πύρπνοον διὰ στόμα

  λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·

   495 ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος

  προσηδάφισται κοιλογάστορος κύκλου.

  αὐτὸς δ’ ἐπηλάλαξεν, ἔνθεος δ’ Ἄρει

  βακχᾷ πρὸς ἀλκὴν θυιὰς ὥς, φόβον βλέπων.

  τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·

   500 Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.

  Ετ. πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ’ ἀγχίπτολις

  πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ’ ὕβριν,

  εἴρξει νεοσσῶν ὡς δράκοντα δύσχιμον·

  Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,

   505 ἀνὴρ κατ’ ἄνδρα τοῦτον ᾑρέθη, θέλων

  ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,

  οὔτ’ εἶδος οὔτε θυμὸν οὐδ’ ὅπλων σχέσιν

  μωμητός· Ἑρμῆς δ’ εὐλόγως ξυνήγαγεν.

  ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,

   510 ξυνοίσετον δὲ πολε�
�ίους ἐπ’ ἀσπίδων

  θεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶν’ ἔχει,

  Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ’ ἀσπίδος

  σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·

  κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.

   515 [τοιάδε μέντοι προσφίλεια δαιμόνων.

  πρὸς τῶν κρατούντων [δ’] ἐσμέν, οἱ δ’ ἡσσωμένων,

  εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ.

  εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ’ ἀντιστάτας·

  Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος

   520 σωτὴρ γένοιτ’ ἂν Ζεὺς ἐπ’ ἀσπίδος τυχών.]

  Χο. πέποιθα ‹δὴ› τὸν Διὸς ἀντίτυπον ἔχοντ’   [ἀντ. β.

  ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας

  δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ

  δαροβίοισι θεοῖσιν,

   525 πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.

  Αγ. οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,

  πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,

  τύμβον κατ’ αὐτὸν Διογενοῦς Ἀμφίονος·

  ὄμνυσι δ’ αἰχμὴν ἣν ἔχει, μᾶλλον θεοῦ

   530 σέβειν πεποιθὼς ὀμμάτων θ’ ὑπέρτερον,

  ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ

  Διός· τόδ’ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου

  βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ.

  στείχει δ’ ἴουλος ἄρτι διὰ παρηίδων,

   535 ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.

  ὁ δ’ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,

  φρόνημα, γοργὸν δ’ ὄμμ’ ἔχων, προσίσταται

  Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδ’ ἀνὴρ

  μέτοικος, Ἄργει δ’ ἐκτίνων καλὰς τροφάς.

  [πύργοις ἀπειλεῖ τοῖσδ’ ἃ μὴ κραίνοι θεός]

  οὐ μὴν ἀκόμπαστός γ’ ἐφίσταται πύλαις·

  τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ

   540 σάκει, κυκλωτῷ σώματος προβλήματι,

  Σφίγγ’ ὠμόσιτον προσμεμηχανημένην

  γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,

  φέρει δ’ ὑφ’ αὑτῇ φῶτα Καδμείων ἕνα,

  ὡς πλεῖστ’ ἐπ’ ἀνδρὶ τῷδ’ ἰάπτεσθαι βέλη.

   545 ἐλθὼν δ’ ἔοικεν οὐ καπηλεύσειν μάχην,

  μακρᾶς κελεύθου δ’ οὐ καταισχυνεῖν πόρον.

   550 Ετ. εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,

  αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·

  ἦ τἂν πανώλεις παγκάκως τ’ ὀλοίατο.

  ἔστιν δὲ καὶ τῷδ’, ὃν λέγεις τὸν Ἀρκάδα,

  ἀνὴρ ἄκομπος, χεὶρ δ’ ὁρᾷ τὸ δράσιμον,

   555 Ἄκτωρ, ἀδελφὸς τοῦ πάρος λελεγμένου·

  ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ

  εἴσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,

  οὐδ’ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκος

  [εἰκὼ φέροντα πολεμίας ἐπ’ ἀσπίδος]

   560 ἔξωθεν εἴσω. τῷ φέροντι μέμψεται,

  πυκνοῦ κροτησμοῦ τυγχάνουσ’ ὑπὸ πτόλιν.

  θεῶν θελόντων κἂν ἀληθεύσαιμ’ ἐγώ.

  Χο. ἱκνεῖται λόγος διὰ στηθέων,   [στρ. γ.

  τριχὸς δ’ ὀρθίας πλόκαμος ἵσταται·

   565 μεγάλα μεγαληγόρων κλύοντες

  ἀνοσίων ἀνδρῶν, εἰ θεοὶ θεοί,

  τούσδ’ ὀλέσειαν ἐν γᾷ.

  Αγ. ἕκτον λέγοιμ’ ἂν ἄνδρα σωφρονέστατον

  ἀλκήν τ’ ἄριστον, μάντιν, Ἀμφιάρεω βίαν·

   570 Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος

  κακοῖσι βάζει πολλὰ Τυδέως βίαν·

  τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,

  μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,

  Ἐρινύος κλητῆρα, πρόσπολον Φόνου,

   575 κακῶν δ’ Ἀδράστῳ τῶνδε βουλευτήριον.

  καὶ τὸν σὸν αὖθις †πρὸς μόραν ἀδελφεόν, †

  ἐξυπτιάζων ὄνομα, Πολυνείκους βίαν

  [δίς τ’ ἐν τελευτῇ τοὔνομ’ ἐνδατούμενος,]

  καλεῖ. λέγει δὲ τοῦτ’ ἔπος διὰ στόμα·

   580 “Ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,

  καλόν τ’ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,

  πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς

  πορθεῖν, στράτευμ’ ἐπακτὸν ἐμβεβληκότα;

  μητρός τε πηγὴν τίς κατασβέσει δίκη;

   585 πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ

  ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;

  ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,

  μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.

  μαχώμεθ’, οὐκ ἄτιμον ἐλπίζω μόρον.”

   590 τοιαῦθ’ ὁ μάντις ἀσπίδ’ εὐκήλως ἔχων

  πάγχαλκον ηὔδα· σῆμα δ’ οὐκ ἐπῆν κύκλῳ.

  οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ’ εἶναι θέλει,

  βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,

  ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.

   595 τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας

  πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.

  Ετ. φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς

  δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.

  ἐν παντὶ πράγει δ’ ἔσθ’ ὁμιλίας κακῆς

   600 κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος.

  [ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.]

  ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ

  ναύτῃσι θερμοῖς καὶ πανουργίᾳ τινὶ

  ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,


   605 ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν

  ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,

  ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,

  πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ‘δάμη.

  οὕτως δ’ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,

   610 σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,

  μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς

  θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,

  τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,

  Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.

   615 δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις,

  οὐχ ὡς ἄθυμον οὐδὲ λήματος κάκῃ,

  ἀλλ’ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,

  εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου·

  φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.

   620 ὅμως δ’ ἐπ’ αὐτῷ φῶτα, Λασθένους βίαν,

  ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν·

  γέροντα τὸν νοῦν, σάρκα δ’ ἡβῶσαν φύει,

  ποδῶκες ὄμμα, χειρὶ δ’ οὐ βραδύνεται

  παρ’ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.

   625 θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.

  Χο. κλύοντες θεοὶ δικαίας λιτὰς   [ἀντ. γ.

  ἡμετέρας τελεῖθ’, ὡς πόλις εὐτυχῇ,

  δορίπονα κάκ’ ἐκτρέποντες ‹ἐς› γᾶς

  ἐπιμόλους· πύργων δ’ ἔκτοθεν βαλὼν

   630 Ζεύς σφε κάνοι κεραυνῷ.

  Αγ. τὸν ἕβδομον δὴ τόνδ’ ἐφ’ ἑβδόμαις πύλαις

  λέξω, τὸν αὐτοῦ σου κασίγνητον, πόλει

  οἵας ἀρᾶται καὶ κατεύχεται τύχας·

  πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,

   635 ἁλώσιμον παιῶν’ ἐπεξιακχάσας,

 

‹ Prev