by Aeschylus
Βα. τίν’ οὖν ἔτ’ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
Χο. Βῆλον δίπαιδα, πατέρα τοῦδ’ ἐμοῦ πατρός.
320 Βα. τὸ πάνσοφον νῦν ὄνομα τούτου μοι φράσον.
Χο. Δαναός, ἀδελφὸς δ’ ἐστὶ πεντηκοντάπαις.
Βα. καὶ τοῦδ’ ἄνοιγε τοὔνομ’ ἀφθόνῳ λόγῳ.
Χο. Αἴγυπτος. εἰδὼς δ’ ἁμὸν ἀρχαῖον γένος
πράσσοις ἄν, ὡς Ἀργεῖον ἀντήσας στόλον.
325 Βα. δοκεῖτε ‹δή› μοι τῆσδε κοινωνεῖν χθονὸς
τἀρχαῖον· ἀλλὰ πῶς πατρῷα δώματα
λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;
Χο. ἄναξ Πελασγῶν, αἰόλ’ ἀνθρώπων κακά,
πόνου δ’ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν·
330 ἐπεὶ τίς ηὔχει τήνδ’ ἀνέλπιστον φυγὴν
κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,
ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;
Βα. τί φῂς ἱκνεῖσθαι τῶνδ’ ἀγωνίων θεῶν,
λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
335 Χο. ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.
Βα. πότερα κατ’ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
Χο. τίς δ’ ἂν φιλοῦσ’ ὄνοιτο τοὺς κεκτημένους;
Βα. σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.
Χο. καὶ δυστυχούντων γ’ εὐμαρὴς ἀπαλλαγή.
340 Βα. πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
Χο. αἰτοῦσι μὴ ‘κδοὺς παισὶν Αἰγύπτου πάλιν.
Βα. βαρέα σύ γ’ εἶπας, πόλεμον ἄρασθαι νέον.
Χο. ἀλλ’ ἡ Δίκη γε ξυμμάχων ὑπερστατεῖ.
Βα. εἴπερ γ’ ἀπ’ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.
345 Χο. αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ’ ἐστεμμένην.
Βα. πέφρικα λεύσσων τάσδ’ ἕδρας κατασκίους.
Χο. βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.
Χο. Παλαίχθονος τέκος, κλῦθί μου [στρ. α.
πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.
350 ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον,
λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις
ἠλιβάτοις, ἵν’ ἀλκᾷ πίσυνος μέμυ-
κε φράζουσα βοτῆρι μόχθους.
Βα. ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον
355 νεύονθ’ ὅμιλον τόνδ’ ἀγωνίων θεῶν.
εἴη δ’ ἄνατον πρᾶγμα τοῦτ’ ἀστοξένων.
μηδ’ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει
νεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις.
Χο. ἴδοιτο δῆτ’ ἄνατον φυγὰν [ἀντ. α.
360 ἱκεσία Θέμις Διὸς κλαρίου.
σὺ δὲ παρ’ ὀψιγόνου μάθε γεραιόφρων·
ποτιτρόπαιον αἰδόμενος †οὖνπερ
ἱεροδόκα †...
θεῶν λήματ’ ἀπ’ ἀνδρὸς ἁγνοῦ.
365 Βα. οὔτοι κάθησθε δωμάτων ἐφέστιοι
ἐμῶν. τὸ κοινὸν δ’ εἰ μιαίνεται πόλις,
ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.
ἐγὼ δ’ ἂν οὐ κραίνοιμ’ ὑπόσχεσιν πάρος,
ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.
370 Χο. σύ τοι πόλις, σὺ δὲ τὸ δήμιον· [στρ. β.
πρύτανις ἄκριτος ὤν,
κρατύνεις βωμόν, ἑστίαν χθονός,
μονοψήφοισι νεύμασιν σέθεν,
μονοσκήπτροισι δ’ ἐν θρόνοις χρέος
375 πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου.
Βα. ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,
ὑμῖν δ’ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ·
οὐδ’ αὖ τόδ’ εὖφρον, τάσδ’ ἀτιμάσαι λιτάς.
ἀμηχανῶ δὲ καὶ φόβος μ’ ἔχει φρένας
380 δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν.
Χο. τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει, [ἀντ. β.
φύλακα πολυπόνων
βροτῶν, οἳ τοῖς πέλας προσήμενοι
δίκας οὐ τυγχάνουσιν ἐννόμου.
385 μένει τοι Ζηνὸς ἱκταίου κότος
δυσπαραθέλκτους παθόντος οἴκτοις.
Βα. εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν
νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους
εἶναι, τίς ἂν τοῖσδ’ ἀντιωθῆναι θέλοι;
390 δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,
ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ.
Χο. μή τί ποτ’ οὖν γενοίμαν ὑποχείριος [στρ. γ.
κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι
μῆχαρ ὁρίζομαι γάμου δύσφρονος
395 φυγᾷ· ξύμμαχον δ’ ἑλόμενος Δίκαν
κρῖνε σέβας τὸ πρὸς θεῶν.
Βα. οὐκ εὔκριτον τὸ κρῖμα· μή μ’ αἱροῦ κριτήν.
εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε
πράξαιμ’ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε
400 εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι,
‘ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν’.
Χο. ἀμφοτέροις ὁμαίμων τάδ’ ἐπισκοπεῖ [ἀντ. γ.
Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως
ἄδικα μὲν κακοῖς, ὅσια δ’ ἐννόμοις.
405 τί τῶνδ’ ἐξ ἴσου ῥεπομένων μεταλ-
γὲς τὸ δίκαιον ἔρξαι;
Βα. δεῖ τοι βαθείας φροντίδος σωτηρίου,
δίκην κολυμβητῆρος ἐς βυθὸν μολεῖν
δεδορκὸς ὄμμα, μηδ’ ἄγαν ᾠνωμένον,
410 ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,
αὐτοῖσί θ’ ἡμῖν ἐκτελευτήσει καλῶς,
καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται,
μήτ’ ἐν θεῶν ἕδραισιν ὧδ’ ἱδρυμένας
ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν
415 βαρὺν ξύνοικον θησόμεσθ’ ἀλάστορα,
ὃς οὐδ’ ἐν Ἅιδου τὸν ἀλιτόντ’ ἐλευθεροῖ.
μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;
Χο. φρόντισον καὶ γενοῦ [στρ. δ.
πανδίκως εὐσεβὴς πρόξενος·
420 τὰν φυγάδα μὴ προδῷς,
τὰν ἕκαθεν ἐκβολαῖς
δυσθέοις ὀρμέναν·
μηδ’ ἴδῃς μ’ ἐξ ἑδρᾶν [ἀντ. δ.
πολυθέων ῥυσιασθεῖσαν, ὦ
425 πᾶν κράτος ἔχων χθονός.
γνῶθι δ’ ὕβριν ἀνέρων
καὶ φύλαξαι κότον.
μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν [στρ. ε.
ἀπὸ βρετέων βίᾳ
430 δίκας ἀγομέναν
ἱππαδὸν ἀμπύκων,
πολυμίτων πέπλων τ’ ἐπιλαβὰς ἐμῶν.
ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις, [ἀντ. ε.
ὁπότερ’ ἂν κτίσῃς,
435 μένει δορὶ τίνειν
ὁμοΐαν θέμιν.
τάδε φράσαι· δίκαια Διόθεν κράτη.
Βα. καὶ δὴ πέφρασμαι· δεῦρο δ’ ἐξοκέλλεται·
ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν
440 πᾶσ’ ἔστ’ ἀνάγκη, καὶ γεγόμφωται σκάφος
στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
καὶ χρήμασιν μὲν ἐκ δόμων πορθουμένοις
445 γένοιτ’ ἂν ἄλλα κτησίου Διὸς χάριν
ἄτης γε μείζω, καὶ μετεμπλήσαι γόμον.
καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
[ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια,]
γένοιτο μύθου μῦθος ἂν θελκτήριος·
ὅπως δ’ ὅμαιμον αἷμα μὴ γενήσεται,
450 δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
ἦ κάρτα νείκους τοῦδ’ ἐγὼ παροίχομαι·
θέλω δ’ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν
εἶναι· γένοιτο δ’ εὖ, παρὰ γνώμην ἐμήν.
455 ‹Χο.› πολλῶν ἄκουσον τέρματ’ αἰδοίων λόγων.
Βα. ἤκουσα, καὶ λέγοις ἄν· οὔ με φεύξεται.
Χο. ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων.
‹Βα.› τάχ’ ἂν γυναικῶν ταῦτα συμπρεπῆ πέλοι.
‹Χο.› ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή -
460 Βα. λέξον τίν’ αὐδὴν τήνδε γηρυθεῖσ’ ἔσῃ.
Χο. εἰ μή τι πιστὸν τῷδ’ ὑποστήσεις στόλῳ -
‹Βα.› τί σοι περαίνει μηχανὴ συζωμάτων;
Χο. νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
Βα. αἰνιγματῶδες τοὔπος· ἀλλ’ ἁπλῶς φράσον.
465 Χο. ἐκ τῶνδ’ ὅπως τάχιστ’ ἀπάγξασθαι θεῶν.
Βα. ἤκουσα μαστικτῆρα καρδίας λόγον.
Χο. ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.
‹Βα.› ναί·
ἦ πολλαχῇ γε δυσπάλαιστα πράγματα,
κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται·
470 ἄτης δ’ ἄβυσσον πέλαγος οὐ μάλ’ εὔπορον
τόδ’ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.
εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ’ ἐκπράξω χρέος,
μίασμ’ ἔλεξας οὐχ ὑπερτοξεύσιμον·
εἰ δ’ αὖθ’ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν
475 σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
ἄνδρας γυναικῶν οὕνεχ’ αἱμάξαι πέδον;
ὅμως δ’ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
480 σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
. . . . . . .
κλάδους τε τούτους αἶψ’ ἐν ἀγκάλαις λαβὼν
βωμοὺς ἐπ’ ἄλλους δαιμόνων ἐγχωρίων
θές, ὡς ἴδωσι τῆσδ’ ἀφίξεως τέκμαρ
πάντες πολῖται, μηδ’ ἀπορριφθῇ ψόγος
485 ἐμοῦ· κατ’ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
καὶ γὰρ τάχ’ ἄν τις οἰκτίσας ἰδὼν τάδε
ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
ὑμῖν δ’ ἂν εἴη δῆμος εὐμενέστερος·
τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
490 ‹Δα.› πολλῶν τάδ’ ἡμῖν ἐστιν ἠξιωμένα,
αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
ὀπάονας δὲ φράστοράς τ’ ἐγχωρίων
ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν
βωμοὺς προνάους καὶ †πολισσούχων ἕδρας
495 εὕρωμεν, ἀσφάλεια δ’ ᾖ δι’ ἄστεως
στείχουσι· μορφῆς δ’ οὐχ ὁμόστολος φύσις.
Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος
τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον·
καὶ δὴ φίλον τις ἔκταν’ ἀγνοίας ὕπο.
500 Βα. στείχοιτ’ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει.
ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·
καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν
ναύτην ἄγοντας τόνδ’ ἐφέστιον θεῶν.
Χο. τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·
505 ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί;
Βα. κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
Χο. καὶ δή σφε λείπω χειρία λόγοις σέθεν.
Βα. λευρὸν κατ’ ἄλσος νῦν ἐπιστρέφου τόδε.
Χο. καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;
r /> 510 Βα. οὔτοι πτερωτῶν ἁρπαγαῖς ‹σ’› ἐκδώσομεν.
Χο. ἀλλ’ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;
Βα. εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.
Χο. οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρένα.
Βα. ἀεὶ δ’ †ἀνάκτων ἐστι δεῖμ’ ἐξαίσιον.
515 Χο. σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.
Βα. ἀλλ’ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.
ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους
στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ·
καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.
520 πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους
λιταῖς παραιτοῦ τῶν σ’ ἔρως ἔχει τυχεῖν.
ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι·
πειθὼ δ’ ἕποιτο καὶ τύχη πρακτήριος.
Χο. ἄναξ ἀνάκτων, μακάρων [στρ. α.
525 μακάρτατε καὶ τελέων
τελειότατον κράτος, ὄλβιε Ζεῦ,
πιθοῦ τε καὶ γενέσθω.
ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας·
λίμνᾳ δ’ ἔμβαλε πορφυροειδεῖ
530 τὰν μελανόζυγ’ ἄταν.
τὸ πρὸς γυναικῶν ‹δ’› ἐπιδὼν [ἀντ. α.
παλαίφατον ἁμέτερον
γένος φιλίας προγόνου γυναικὸς
νέωσον εὔφρον’ αἶνον·
535 γενοῦ πολυμνήστωρ, ἔφαπτορ Ἰοῦς.
Δῖαί τοι γένος εὐχόμεθ’ εἶναι
γᾶς ἀπὸ τᾶσδ’ ἔνοικοι.
παλαιὸν δ’ εἰς ἴχνος μετέσταν, [στρ. β.
ματέρος ἀνθονόμους ἐπωπάς,
540 λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ
οἴστρῳ ἐρεσσομένα
φεύγει ἁμαρτίνοος,
πολλὰ βροτῶν διαμειβομένα