Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 48
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 48

by Aeschylus


  φῦλα, διχῇ δ’ ἀντίπορον

   545 γαῖαν ἐν αἴσᾳ διατέμνοντα πόρον

  κυματίαν ὁρίζει·

  ἰάπτει δ’ Ἀσίδος δι’ αἴας  [ἀντ. β.

  μηλοβότου Φρυγίας διαμπάξ·

  περᾷ δὲ Τεύθραντος ἄστυ Μυσὸν

   550 Λύδιά τ’ ἂγ γύαλα,

  καὶ δι’ ὀρῶν Κιλίκων

  Παμφύλων τε διορνυμένα

  †τὰν ποταμοὺς [δ’] ἀενάους

  καὶ βαθύπλουτον χθόνα καὶ τὰν Ἀφροδί-

   555 τας πολύπυρον αἶαν·

  †ἱκνεῖται δ’ εἰσικνουμένου βέλει   [στρ. γ.

  βουκόλου πτερόεντος

  Δῖον πάμβοτον ἄλσος,

  λειμῶνα χιονόβοσκον ὅντ’ ἐπέρχεται

   560 Τυφῶ μένος

  ὕδωρ τε Νείλου νόσοις ἄθικτον,

  μαινομένα πόνοις ἀτί-

  μοις ὀδύναις τε κεντροδα-

  λήτισι θυιὰς Ἥρας.

   565 βροτοὶ δ’, οἳ γᾶς τότ’ ἦσαν ἔννομοι,   [ἀντ. γ.

  χλωρῷ δείματι θυμὸν

  πάλλοντ’ ὄψιν ἀήθη,

  βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,

  τὰν μὲν βοός,

   570 τὰν δ’ αὖ γυναικός· τέρας δ’ ἐθάμβουν.

  καὶ τότε δὴ τίς ἦν ὁ θέλ-

  ξας πολύπλαγκτον ἀθλίαν

  οἰστροδόνητον Ἰώ;

  δι’ αἰῶνος κρέων ἀπαύστου  [στρ. δ.

   575 Ζεὺς ...

  βία δ’ ἀπημάντῳ σθένει

  καὶ θείαις ἐπιπνοίαις

  παύεται, δακρύων δ’ ἀπο-

  στάζει πένθιμον αἰδῶ.

   580 λαβοῦσα δ’ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ

  γείνατο παῖδ’ ἀμεμφῆ,

  δι’ αἰῶνος μακροῦ πάνολβον·   [ἀντ. δ.

  ἔνθεν πᾶσα βοᾷ χθών,

  ‘φυσιζόου γένος τόδε

   585 Ζηνός ἐστιν ἀληθῶς·

  τίς γὰρ ἂν κατέπαυσεν Ἥ-

  ρας νόσους ἐπιβούλους;’

  Διὸς τόδ’ ἔργον· καὶ τόδ’ ἂν γένος λέγων

  ἐξ Ἐπάφου κυρήσαις.

   590 τίν’ ἂν θεῶν ἐνδικωτέροισιν  [στρ. ε.

  κεκλοίμαν εὐλόγως ἐπ’ ἔργοις;

  ‹αὐτὸς ὁ› πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ,

  γένους παλαιόφρων μέγας

  τέκτων, τὸ πᾶν

  μῆχαρ οὔριος Ζεύς.

   595 ὑπ’ ἀρχᾶς δ’ οὔτινος θοάζων   [ἀντ. ε.

  †τὸ μεῖον κρεῖσσον ὢν κρατύνει,

  οὔτινος ἄνωθεν ἡμένου σέβων κράτος.

  πάρεστι δ’ ἔργον ὡς ἔπος

  σπεῦσαί τι τῶν

  βούλιος φέρει φρήν.

   600 Δα. θαρσεῖτε παῖδες· εὖ τὰ τῶν ἐγχωρίων·

  δήμου δέδοκται παντελῆ ψηφίσματα.

  Χο. ὦ χαῖρε πρέσβυ, φίλτατ’ ἀγγέλλων ἐμοί·

  ἔνισπε δ’ ἡμῖν, ποῖ κεκύρωται τέλος,

  δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται;

   605 Δα. ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,

  ἀλλ’ ὥστ’ ἀνηβῆσαί με γηραιᾷ φρενί·

  πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις

  ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·

  ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους

   610 κἀρρυσιάστους ξύν τ’ ἀσυλίᾳ βροτῶν·

  καὶ μήτ’ ἐνοίκων μήτ’ ἐπηλύδων τινὰ

  ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,

  τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων

  ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.

   615 τοιάνδ’ ἔπειθε ῥῆσιν ἀμφ’ ἡμῶν λέγων

  ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον

  μέγαν προφωνῶν μή ποτ’ εἰσόπιν χρόνου

  πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ’ ἅμα

  λέγων διπλοῦν μίασμα πρὸς πόλεως φανὲν

   620 ἀμήχανον βόσκημα πημονῆς πέλειν.

  τοιαῦτ’ ἀκούων χερσὶν Ἀργεῖος λεὼς

  ἔκραν’ ἄνευ κλητῆρος ὣς εἶναι τάδε.

  δημηγόρους δ’ ἤκουσεν εὐπιθεῖς στροφὰς

  δῆμος Πελασγῶν· Ζεὺς δ’ ἐπέκρανεν τέλος.

   625 Χο. ἄγε δή, λέξωμεν ἐπ’ Ἀργείοις

  εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.

  Ζεὺς δ’ ἐφορεύοι ξένιος ξενίου

  στόματος τιμὰς ἐπ’ ἀληθείᾳ,

  τέρμον’ ἀμέμπτως πρὸς ἅπαντα·

   630 νῦν ὅτε καὶ θεοὶ  [στρ. α.

  Διογενεῖς κλύοιτ’ εὐ-

  κταῖα γένει χεούσας·

  μήποτε πυρίφατον

  τάνδε Πελασγίαν [πόλιν]

   635 τὸν ἄχορον βοᾶν

  κτίσαι μάχλον Ἄρη,

  τὸν ἀρότοις θερί-

  ζοντα βροτοὺς ἐνάλλοις·

  οὕνεκ’ ᾤκτισαν ἡμᾶς,

   640 ψῆφον δ’ εὔφρον’ ἔθεντο,

  αἰδοῦνται δ’ ἱκέτας Διός,

  ποίμναν τάνδ’ ἀμέγαρτον·

  οὐδὲ μετ’ ἀρσένων  [ἀντ. α.

  ψῆφον ἔθεντ’ ἀτιμώ-

   645 σαντες ἔριν γυναικῶν,

  Δῖον ἐπιδόμενοι

  πράκτορ’, ἅτε σκοπόν,

  δυσπολέμητον, ὃν

  τίς ἂν δόμος ἔχοι

   650 ἐπ’ ὀρόφων ἰαί-

  νοντα; βαρὺς δ’ ἐφίζει.

  ἅζονται γὰρ ὁμαίμους

  Ζηνὸς ἵκτορας ἁγνοῦ.

  τοιγάρτοι καθαροῖσι βω-

   655 μοῖς θεοὺς ἀρέσονται.

  τοιγὰρ ὑποσκίων  [στρ. β.

  ἐκ στομάτων ποτά-

  σθω φιλότιμος εὐχά,

  μήποτε λοιμὸς ἀνδρῶν

   660 τάνδε πόλιν κενώσαι·

  μηδ’ ἐπιχωρίοις ‹
στάσις›

  πτώμασιν αἱματίσαι πέδον γᾶς.

  ἥβας δ’ ἄνθος ἄδρεπτον

  ἔστω, μηδ’ Ἀφροδίτας

   665 εὐνάτωρ βροτολοιγὸς Ἄ-

  ρης κέρσειεν ἄωτον.

  καὶ γεραροῖσι πρε-  [ἀντ. β.

  σβυτοδόκοι γέμου-

  σαι θυμέλαι φλεγόντων.

   670 τὼς πόλις εὖ νέμοιτο

  Ζῆνα μέγαν σεβόντων,

  τὸν ξένιον δ’ ὑπερτάτως,

  ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.

  τίκτεσθαι δ’ ἐφόρους γᾶς

   675 ἄλλους εὐχόμεθ’ αἰεί,

  Ἄρτεμιν δ’ ἑκάταν γυναι-

  κῶν λόχους ἐφορεύειν.

  μηδέ τις ἀνδροκμὴς  [στρ. γ.

  λοιγὸς ἐπελθέτω

   680 τάνδε πόλιν δαΐζων,

  ἄχορον ἀκίθαριν

  δακρυογόνον Ἄρη

  βοάν τ’ ἔνδημον ἐξοπλίζων.

  νούσων δ’ ἑσμὸς ἀπ’ ἀστῶν

   685 ἵζοι κρατὸς ἀτερπής·

  εὐμενὴς δ’ ὁ Λύκειος ἔ-

  στω πάσᾳ νεολαίᾳ.

  καρποτελῆ δέ τοι  [ἀντ. γ.

  Ζεὺς ἐπικραινέτω

   690 φέρματι γᾶν πανώρῳ·

  πρόνομα δὲ βότ’ ἀγροῖς

  πολύγονα τελέθοι·

  τὸ πᾶν τ’ ἐκ δαιμόνων λάχοιεν.

  εὔφημον δ’ ἐπὶ βωμοῖς

   695 μοῦσαν θείατ’ ἀοιδοί·

  ἁγνῶν τ’ ἐκ στομάτων φερέ-

  σθω φήμα φιλοφόρμιγξ.

  φυλάσσοι τ’ ἀτρεμαῖα τιμὰς  [στρ. δ.

  τὸ δάμιον, τὸ πτόλιν κρατύνει,

   700 προμαθὶς εὐκοινόμητις ἀρχά·

  ξένοισί τ’ εὐξυμβόλους,

  πρὶν ἐξοπλίζειν Ἄρη,

  δίκας ἄτερ πημάτων διδοῖεν.

  θεοὺς δ’, οἳ γᾶν ἔχουσιν, αἰεὶ   [ἀντ. δ.

   705 τίοιεν ἐγχωρίοις πατρῴαις

  δαφνηφόροις βουθύτοισι τιμαῖς.

  τὸ γὰρ τεκόντων σέβας

  τρίτον τόδ’ ἐν θεσμίοις

  Δίκας γέγραπται μεγιστοτίμου.

   710 Δα. εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι·

  ὑμεῖς δὲ μὴ τρέσητ’ ἀκούσασαι πατρὸς

  ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.

  ἱκεταδόκου γὰρ τῆσδ’ ἀπὸ σκοπῆς ὁρῶ

  τὸ πλοῖον. εὔσημον γάρ· οὔ με λανθάνει

   715 στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,

  καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ’ ὁδόν,

  οἴακος εὐθυντῆρος ὑστάτου νεὼς

  ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη.

  πρέπουσι δ’ ἄνδρες νήιοι μελαγχίμοις

   720 γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,

  καὶ τἄλλα πλοῖα πᾶσά θ’ ἡ ‘πικουρία

  εὔπρεπτος· αὐτὴ δ’ ἡγεμὼν ὑπὸ χθόνα

  στείλασα λαῖφος παγκρότως ἐρέσσεται.

  ἀλλ’ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως

   725 πρὸς πρᾶγμ’ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.

  ἐγὼ δ’ ἀρωγοὺς ξυνδίκους θ’ ἥξω λαβών.

  ἴσως γὰρ ἂν κῆρύξ τις ἢ πρέσβη μόλοι,

  ἄγειν θέλοντες, ῥυσίων ἐφάπτορες.

  ἀλλ’ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν.

   730 ὅμως ‹δ’› ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,

  ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.

  θάρσει· χρόνῳ τοι κυρίῳ τ’ ἐν ἡμέρᾳ

  θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.

  Χο. πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι

   735 ἥκουσι· μῆκος δ’ οὐδὲν ἐν μέσῳ χρόνου.

  - περίφοβόν μ’ ἔχει τάρβος ἐτητύμως  [στρ. α.

  πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.

  παροίχομαι, πάτερ, δείματι.

  Δα. ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,

   740 θάρσει· μαχοῦνται περὶ σέθεν, σάφ’ οἶδ’ ἐγώ.

  ‹Χο.› ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος

  μάχης τ’ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα.

  - δοριπαγεῖς δ’ ἔχοντες κυανώπιδας   [ἀντ. α.

  νῆας ἔπλευσαν ὧδ’ ἐπιτυχεῖ κότῳ

   745 πολεῖ μελαγχίμῳ σὺν στρατῷ.

  Δα. πολλοὺς δέ γ’ εὑρήσουσιν ἐν μεσημβρίας

  θάλπει βραχίον’ εὖ κατερρινημένους.

  ‹Χο.› μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ.

  γυνὴ μονωθεῖσ’ οὐδέν· οὐκ ἔνεστ’ Ἄρης.

   750 - οὐλόφρονες δ’ ἐκεῖνοι, δολομήτιδες  [στρ. β.

  δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω-

  μῶν ἀλέγοντες οὐδέν.

  Δα. καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ’, ὦ τέκνα,

  εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.

   755 ‹Χο.› οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη

  δείσαντες ἡμῶν χεῖρ’ ἀπόσχωνται, πάτερ.

  - περίφρονες δ’ ἄγαν ἀνιέρῳ μένει  [ἀντ. β.

  μεμαργωμένοι κυνοθρασεῖς, θεῶν

  οὐδὲν ἐπαΐοντες.

   760 Δα. ἀλλ’ ἔστι φήμη κρείσσονας λύκους κυνῶν

  εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.

  ‹Χο.› †ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων

  ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι κράτος.

  Δα. οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,

   765 οὐδ’ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια

  ἐς γῆν ἐνεγκεῖν, οὐδ’ ἐν ἀγκυρουχίαις

  θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,

  ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα

  ἐς νύκτ’ ἀποστε�
��χοντος ἡλίου. φιλεῖ

   770 ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.

  οὕτω γένοιτ’ ἂν οὐδ’ ἂν ἔκβασις στρατοῦ

  καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ

  φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν·

  .   .   .   .   .   .   .

  πράξας ἀρωγήν· ἄγγελον δ’ οὐ μέμψεται

   775 πόλις γέρονθ’, ἡβῶντα δ’ εὐγλώσσῳ φρενί.

  Χο. ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,   [στρ. α.

  τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας

  χθονὸς κελαινὸν εἴ τι κεῦθός ἐστί που;

  μέλας γενοίμαν καπνὸς

   780 νέφεσσι γειτονῶν Διός,

  τὸ πᾶν δ’ ἄφαντος ἀμπετὴς ἀιδνὸς ὡς

  κόνις ἄτερθε πτερύγων ὀλοίμαν.

  ἄφρικτον δ’ οὐκέτ’ ἂν πέλοι κέαρ·   [ἀντ. α.

   785 κελαινόχρως δὲ πάλλεταί μου καρδία.

  πατρὸς σκοπαὶ δέ μ’ εἷλον· οἴχομαι φόβῳ.

  θέλοιμι δ’ ἂν μορσίμου

  βρόχου τυχεῖν †ἐν σαργάναις ,

   790 πρὶν ἄνδρ’ ἀπευκτὸν τῷδε χριμφθῆναι χροΐ·

  πρόπαρ θανούσας [δ’] Ἀίδας ἀνάσσοι.

  πόθεν δέ μοι γένοιτ’ ἂν αἰθέρος θρόνος,    [στρ. β.

  πρὸς ὃν κύφελλ’ ὑδρηλὰ γίγνεται χιών,

  ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-

   795 δεικτος οἰόφρων κρεμὰς

  γυπιὰς πέτρα, βαθὺ

  πτῶμα μαρτυροῦσά μοι,

  πρὶν δαΐκτορος βίᾳ

  καρδίας γάμου κυρῆσαι;

   800 κυσὶν δ’ ἔπειθ’ ἕλωρα κἀπιχωρίοις   [ἀντ. β.

  ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν·

  τὸ γὰρ θανεῖν ἐλευθεροῦ-

  ται φιλαιάκτων κακῶν.

  ἐλθέτω μόρος, πρὸ κοί-

   805 τας γαμηλίου τυχών.

  ἀμφυγᾶς τίν’ ἔτι πόρον

 

‹ Prev