Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 49
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 49

by Aeschylus


  τέτμω γάμου λυτῆρα;

  ἴυζε δ’ ὀμφάν, οὐράνια  [στρ. γ.

  μέλη λιτανὰ θεοῖσι καὶ

   810 τέλεα δέ μοί πως πελόμενα [μοι],

  λύσιμα †μάχιμα δ’· ἔπιδε, πάτερ,

  βίαια μὴ φίλοις ὁρῶν

  ὄμμασιν ἐνδίκως.

   815 σεβίζου δ’ ἱκέτας σέθεν,

  γαιάοχε παγκρατὲς Ζεῦ.

  †γένος γὰρ Αἰγύπτιον ὕβριν   [ἀντ. γ.

  δύσφορον ἀρσενογενὲς †

  μετά με δρόμοισι διόμενοι

   820 φυγάδα μάταισι πολυθρόοις

  βίαια δίζηνται λαβεῖν.

  σὸν δ’ ἐπίπαν ζυγὸν

  ταλάντου. τί δ’ ἄνευ σέθεν

  θνατοῖσι τέλειόν ἐστιν;

   825 ‹ΧΟΡΟΙ ΔΑΝΑΙΔΩΝ καὶ ΑΙΓΥΠΤΙΩΝ›

  Δαδ. ό ό ό, ά ά ά·

  ὅδε μάρπτις νάιος γάιος·

  τῶν πρό, μάρπτι, κάμνοις·

  †ἰόφ.. ὀμ.. αὖθι κάββας νυ..

  δυΐαν βοὰν ἀμφαίνω. †

   830 ὁρῶ τάδε φροίμια †πράξαν πόνων

  βιαίων ἐμῶν. ἠὲ ἠέ.

  βαῖνε φυγᾷ πρὸς ἀλκάν·

  †βλοσυρόφρονα χλιδᾷ ...

  δύσφορα ναῒ κἀν γᾷ ...

   835 γάι’ ἄναξ προτάσσου. †

  ‹Αιγ.› σοῦσθε σοῦσθ’ ἐπὶ βᾶ-

  ριν ὅπως ποδῶν ...

  οὐκοῦν; οὐκοῦν;

  τιλμοὶ τιλμοὶ καὶ στιγμοί,

   840 πολυαίμων φόνιος

  ἀποκοπὰ κρατός.

  σοῦσθε σοῦσθ’ †ὀλύμεναι ὀλόμεν’ ἐπ’ ἀμάδα.

  ‹Δαδ.› εἴθ’ ἀνὰ πολύρυτον  [στρ. α.

  ἁλμήεντα πόρον

   845 δεσποσίῳ ξὺν ὕβρει

  γομφοδέτῳ τε δόρει διώλου.

  ‹Αιγ.› †αἵμον’ ἕσω σ’ ἐπ’ ἀμάδα·

  ἦ σὺ δουπια τάπιτα; †

  κελεύω βίᾳ μεθέσθαι

   850 †ἴχαρ φρενί τ’ ἄταν.

  ἰὼ ἰόν .

  λεῖφ’ ἕδρανα, κί’ ἐς δόρυ,

  ἀτίετον ἄπολιν οὐ σέβω.

  ‹Δαδ.› μήποτε πάλιν ἴδοις   [ἀντ. α.

   855 ἀλφεσίβοιον ὕδωρ,

  ἔνθεν ἀεξόμενον

  ζώφυτον αἷμα βροτοῖσι θάλλει.

  ‹Αιγ.› †ἄγειος ἐγὼ βαθυχαῖος

   860 βαθρείας βαθρείας γέρον. †

  σὺ δ’ ἐν ναῒ ναῒ βάσῃ

  τάχα θέλεος ἀθέλεος,

  βίᾳ βίᾳ τε πολλᾷ φροῦδα.

  †βάτεαι βαθυμιτροκακὰ παθῶν †

   865 [ὀλόμεναι παλάμαις].

  ‹Δαδ.› αἰαῖ αἰαῖ.  [στρ. β.

  αἲ γὰρ δυσπαλάμως ὄλοιο

  δι’ ἁλίρρυτον ἄλσος,

  κατὰ Σαρπηδόνιον

   870 χῶμα πολύψαμμον ἀλαθεὶς

  Εὐρεΐαισιν αὔραις.

  ΚΗΡΥΞ

  ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.

  Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ.

  [ἴυζε καὶ]

   875 †βόα, πικρότερ’ ἀχέων οἰζύος ὄνομ’ ἔχων. †

  ‹Δαδ.› οἰοῖ οἰοῖ  [ἀντ. β.

  λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων

  †περιχαμπτὰ βρυάζεις·

  ὃς ἐπωπᾷ δ’, ὁ μέγας

   880 Νεῖλος, ὑβρίζοντά σ’ ἀποτρέ-

  ψειεν ἄιστον ὕβριν.

  Κη. βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον

  ὅσον τάχιστα· μηδέ τις σχολαζέτω.

  ὁλκὴ γὰρ αὕτη πλόκαμον οὐδάμ’ ἅζεται.

   885 Δαδ. οἰοῖ, πάτερ, βρέτεος ἄρος   [στρ. γ.

  ἀτᾷ μ’· ἅλαδ’ ἄγει,

  ἄραχνος ὥς, βάδην.

  ὄναρ ὄναρ μέλαν,

  ὀτοτοτοτοῖ,

   890 μᾶ Γᾶ μᾶ Γᾶ, βοὰν

  φοβερὸν ἀπότρεπε·

  ὦ βᾶ Γᾶς παῖ Ζεῦ.

  Κη. οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε·

  οὐ γάρ μ’ ἔθρεψαν, οὐδ’ ἐγήρασαν τροφῇ.

   895 Δαδ. μαιμᾷ πέλας δίπους ὄφις·   [ἀντ. γ.

  ἔχιδνα δ’ ὥς με ‹φόνιος ἢ›

  τί ποτέ ν‹ιν καλῶ›

  δάκος; ἀχ...

  ὀτοτοτοτοῖ,

   900 μᾶ Γᾶ μᾶ Γᾶ βοὰν

  φοβερὸν ἀπότρεπε,

  ὦ βᾶ Γᾶς παῖ Ζεῦ.

  Κη. εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,

  λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.

   905 Χο. ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.

  ‹Κη.› πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου, τάχα

  ὄψεσθε· θαρσεῖτ’, οὐκ ἐρεῖτ’ ἀναρχίαν.

  ‹Χο.› διωλόμεσθ’· ἄεπτ’, ἄναξ, πάσχομεν.

  Κη. ἕλξειν ἔοιχ’ ὑμᾶς ἐπισπάσας κόμης,

   910 ἐπεὶ οὐκ ἀκούετ’ ὀξὺ τῶν ἐμῶν λόγων.

  Βα. οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος

  ἀνδρῶν Πελασγῶν τήνδ’ ἀτιμάζεις χθόνα;

  ἀλλ’ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;

  κάρβανος ὢν Ἕλλησιν ἐγχλίεις ἄγαν·

   915 καὶ πόλλ’ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.

  Κη. τί δ’ ἠμπλάκηται τῶνδ’ ἐμοὶ δίκης ἄτερ;

  Βα. ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.

  Κη. πῶς δ’ οὐχί; τἄμ’ ὀλωλόθ’ εὑρίσκων ἄγω.

  Βα. ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;

   920 Κη. Ἑρμῇ, μεγίστῳ προξένων, μαστηρίῳ.

  Βα. θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.

  Κη. τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.

  Βα. οἱ δ’ ἐνθάδ’ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;

  Κη. ἄγοιμ’ ἄν, εἴ τις τάσδε μὴ ‘ξαιρήσεται.

   925 Βα. κλαίοις ἄν, εἰ ψαύσειας, οὐ μάλ’ ἐς μακράν.

  Κη. ἤκ�
�υσα, τοὖπος ‹δ’› οὐδαμῶς φιλόξενον.

  Βα. οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.

  Κη. λέγοιμ’ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.

  Βα. ἀβουκόλητον τοῦτ’ ἐμῷ φρονήματι.

   930 Κη. ἀλλ’ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον -

  καὶ γὰρ πρέπει κήρυκ’ ἀπαγγέλλειν τορῶς

  ἕκαστα - πῶς φῶ, πρὸς τίνος τ’ ἀφαιρεθεὶς

  ἥκειν γυναικῶν αὐτανέψιον στόλον;

  οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο

   935 Ἄρης, τὸ νεῖκος δ’ οὐκ ἐν ἀργύρου λαβῇ

  ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος

  πεσήματ’ ἀνδρῶν κἀπολακτισμοὶ βίου.

  ‹Βα.› τί σοι λέγειν χρὴ τοὔνομ’; ἐν χρόνῳ μαθὼν

  εἴσῃ σύ τ’ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.

   940 ταύτας δ’ ἑκούσας μὲν κατ’ εὔνοιαν φρενῶν

  ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.

  τοιάδε δημόπρακτος ἐκ πόλεως μία

  ψῆφος κέκρανται, μήποτ’ ἐκδοῦναι βίᾳ

  στόλον γυναικῶν· τῶνδ’ ἐφήλωται τορῶς

   945 γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.

  ταῦτ’ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα

  οὐδ’ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,

  σαφῆ δ’ ἀκούεις ἐξ ἐλευθεροστόμου

  γλώσσης. κομίζου δ’ ὡς τάχιστ’ ἐξ ὀμμάτων.

   950 ‹Κη.› ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον·

  εἴη δὲ νίκη καὶ κράτος τοῖς ἄρσεσιν.

  ‹Βα.› ἀλλ’ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας

  εὑρήσετ’, οὐ πίνοντας ἐκ κριθῶν μέθυ.

  ὑμεῖς δὲ πᾶσαι ξὺν φίλαις ὀπάοσιν

   955 θράσος λαβοῦσαι στείχετ’ εὐερκῆ πόλιν,

  πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.

  καὶ δώματ’ ἐστὶ πολλὰ μὲν τὰ δήμια,

  δεδωμάτωμαι δ’ οὐδ’ ἐγὼ σμικρᾷ χερί.

  ἔνθ’ ἔστιν ὑμῖν εὐτύκους ναίειν δόμους

   960 πολλῶν μετ’ ἄλλων· εἰ δέ τις μείζων χάρις,

  πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.

  τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα -

  πάρεστι - λωτίσασθε. προστάτης δ’ ἐγὼ

  ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται

   965 ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;

  Χο. ἀλλ’ ἀντ’ ἀγαθῶν ἀγαθοῖσι βρύοις,

  δῖε Πελασγῶν.

  πέμψον δὲ πρόφρων δεῦρ’ ἡμέτερον

  πατέρ’ εὐθαρσῆ Δαναόν, πρόνοον

   970 καὶ βούλαρχον. τοῦ γὰρ προτέρα

  μῆτις, ὅπου χρὴ δώματα ναίειν

  καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν

  ψόγον ἀλλοθρόοις

  εὔτυκος· εἴη δὲ τὰ λῷστα.

   975 ξύν τ’ εὐκλείᾳ καὶ ἀμηνίτῳ

  βάξει λαῶν ἐγχώρων

  τάσσεσθε, φίλαι δμωίδες, οὕτως

  ὡς ἐφ’ ἑκάστῃ διεκλήρωσεν

  Δαναὸς θεραποντίδα φερνήν.

   980 Δα. ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,

  θύειν τε λείβειν θ’, ὡς θεοῖς Ὀλυμπίοις,

  σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.

  καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς

  φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις·

   985 ἐμοὶ δ’ ὀπαδοὺς τούσδε καὶ δορυσσόους

  ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,

  καὶ μήτ’ ἀέλπτως, δορικανεῖ μόρῳ θανὼν

  λάθοιμι, χώρᾳ δ’ ἄχθος ἀείζων πέλοι,

  .   .   .   .   .   .   .

  τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς

   990 χάριν σέβεσθαι τιμιωτέραν †ἐμοῦ.

  καὶ ταῦθ’ ἅμ’ ἐγγράψασθε πρὸς γεγραμμένοις

  πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,

  ἀγνῶθ’ ὅμιλον, ὡς ἐλέγχεται χρόνῳ,

  πᾶς δ’ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει

   995 κακήν, τό τ’ εἰπεῖν εὐπετὲς μύσαγμά πως.

  ὑμᾶς δ’ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,

  ὥραν ἐχούσας τήνδ’ ἐπίστρεπτον βροτοῖς.

  τέρειν’ ὀπώρα δ’ εὐφύλακτος οὐδαμῶς·

  θῆρες δὲ κηραίνουσι καὶ βροτοί - τί μήν; -

  1000 καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.

  †καρπώματα στάζοντα κηρύσσει Κύπρις

  κάλωρα κωλύουσαν θωσμένειν ἔρῳ, †

  καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι

  πᾶς τις παρελθὼν ὄμματος θελκτήριον

  1005 τόξευμ’ ἔπεμψεν, ἱμέρου νικώμενος.

  πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος

  πολὺς δὲ πόντος οὕνεκ’ ἠρόθη δορί,

  μηδ’ αἶσχος ἡμῖν, ἡδονὴν δ’ ἐχθροῖς ἐμοῖς

  πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα·

  1010 τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,

  οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε.

  μόνον φύλαξαι τάσδ’ ἐπιστολὰς πατρός,

  τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.

  Χο. τἄλλ’ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων·

  1015 ἐμῆς δ’ ὀπώρας οὕνεκ’ εὖ θάρσει, πάτερ.

  θεοῖς γὰρ εἴ τι μὴ βεβούλευται νέον,

  ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.

  ΧΟΡΟΙ ΔΑΝΑΙΔΩΝ καὶ ΘΕΡΑΠΑΙΝΩΝ

  Δαδ. ἴτε μὰν ἀστυάνακτας  [στρ. α.

  μάκαρας θεοὺς γανάοντες

  1020 πολιούχους τε καὶ οἳ χεῦμ’ Ἐρασίνου

  π
εριναίουσιν παλαιόν.

  ὑποδέξασθε ‹δ’› ὀπαδοὶ

  μέλος· αἶνος δὲ πόλιν τάνδε Πελασγῶν

  ἐχέτω, μηδ’ ἔτι Νείλου

  1025 προχοὰς σέβωμεν ὕμνοις,

  ποταμοὺς δ’ οἳ διὰ χώρας  [ἀντ. α.

  θελεμὸν πῶμα χέουσιν

  πολύτεκνοι, λιπαροῖς χεύμασι γαίας

  τόδε μειλίσσοντες οὖδας.

  1030 ἐπίδοι δ’ Ἄρτεμις ἁγνὰ

  στόλον οἰκτιζομένα, μηδ’ ὑπ’ ἀνάγκας

  γάμος ἔλθοι Κυθερείας·

  Στύγιον πέλοι τόδ’ ἆθλον.

  ΘΕΡΑΠΑΙΝΑΙ

  - Κύπριδος ‹δ’› οὐκ ἀμελεῖ θεσμὸς ὅδ’ εὔφρων.   [στρ. β.

  1035 δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ·

  τίεται δ’ αἰολόμητις

  θεὸς ἔργοις ἐπὶ σεμνοῖς.

  - μετάκοινοι δὲ φίλᾳ ματρὶ πάρεισιν

  Πόθος ‹ᾇ› τ’ οὐδὲν ἄπαρνον

  1040 τελέθει θέλκτορι Πειθοῖ.

  - δέδοται δ’ Ἁρμονίᾳ μοῖρ’ Ἀφροδίτας

  ψεδυρὰ τρίβοι τ’ ἐρώτων.

  - φυγάδεσσιν δ’ ἐπιπλοίας κακά τ’ ἄλγη   [ἀντ. β.

  πολέμους θ’ αἱματόεντας προφοβοῦμαι.

  1045 τί ποτ’ εὔπλοιαν ἔπραξαν

  ταχυπόμποισι διωγμοῖς;

  - ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ’ ἄν.

  Διὸς οὐ παρβατός ἐστιν

  μεγάλα φρὴν ἀπέρατος.

  1050 - μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ

  προτερᾶν πέλοι γυναικῶν.

  Δαδ. ὁ μέγας Ζεὺς ἀπαλέξαι  [στρ. γ.

  γάμον Αἰγυπτογενῆ μοι.

  Θε. τὸ μὲν ἂν βέλτατον εἴη·

  1055 σὺ δὲ θέλγοις ἂν ἄθελκτον;

  Δαδ. σὺ δέ γ’ οὐκ οἶσθα τὸ μέλλον.

  Θε. τί δὲ μέλλω φρένα Δίαν  [ἀντ. γ.

 

‹ Prev