Book Read Free

Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Page 50

by Aeschylus


  καθορᾶν, ὄψιν ἄβυσσον;

  Δαδ. μέτριον νῦν ἔπος εὔχου·

  1060 τίνα καιρόν με διδάσκεις;

  Θε. τὰ θεῶν μηδὲν ἀγάζειν.

  ΧΟΡΟΣ

  Ζεὺς ἄναξ ἀποστεροί-  [στρ. δ.

  η γάμον δυσάνορα

  δάιον, ὅσπερ Ἰὼ

  1065 πημονᾶς ἐλύσατ’ εὖ

  χειρὶ παιωνίᾳ κατασχεθών,

  εὐμενῆ βίαν κτίσας,

  καὶ κράτος νέμοι γυναι-  [ἀντ. δ.

  ξίν· τὸ βέλτερον κακοῦ

  1070 καὶ τὸ δίμοιρον αἰνῶ,

  καὶ δίκᾳ δίκας ἕπε-

  σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις

  μηχαναῖς θεοῦ πάρα.

  Ἀγαμέμνων - AGAMEMNON

  ΦΥΛΑΞ

  Θεοὺς μὲν αἰτῶ τῶνδ’ ἀπαλλαγὴν πόνων,

  φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος

  στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,

  ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,

    5 καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς

  λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι

  [ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν].

  καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον,

  αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν

    10 ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ

  γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.

  εὖτ’ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ’ ἔχων

  εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην

  ἐμήν - φόβος γὰρ ἀνθ’ ὕπνου παραστατεῖ,

    15 τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ -

  ὅταν δ’ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,

  ὕπνου τόδ’ ἀντίμολπον ἐντέμνων ἄκος,

  κλαίω τότ’ οἴκου τοῦδε συμφορὰν στένων

  οὐχ ὡς τὰ πρόσθ’ ἄριστα διαπονουμένου.

    20 νῦν δ’ εὐτυχὴς γένοιτ’ ἀπαλλαγὴ πόνων

  εὐαγγέλου φανέντος ὀρφναίου πυρός.

  ὦ χαῖρε λαμπτήρ, νυκτὸς ἡμερήσιον

  φάος πιφαύσκων καὶ χορῶν κατάστασιν

  πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.

    25 ἰοὺ ἰού.

  Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς

  εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις

  ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι

  ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις

    30 ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει·

  αὐτός τ’ ἔγωγε φροίμιον χορεύσομαι.

  τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι

  τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.

  γένοιτο δ’ οὖν μολόντος εὐφιλῆ χέρα

    35 ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.

  τὰ δ’ ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσῃ μέγας

  βέβηκεν· οἶκος δ’ αὐτός, εἰ φθογγὴν λάβοι,

  σαφέστατ’ ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼ

  μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.

    40 ΧΟΡΟΣ

  δέκατον μὲν ἔτος τόδ’ ἐπεὶ Πριάμῳ

  μέγας ἀντίδικος,

  Μενέλαος ἄναξ ἠδ’ Ἀγαμέμνων,

  διθρόνου Διόθεν καὶ δισκήπτρου

  τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν,

    45 στόλον Ἀργείων χιλιοναύταν

  τῆσδ’ ἀπὸ χώρας

  ἦραν, στρατιῶτιν ἀρωγάν,

  μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη

  τρόπον αἰγυπιῶν,

    50 οἵτ’ ἐκπατίοις ἄλγεσι παίδων

  ὕπατοι λεχέων στροφοδινοῦνται

  πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,

  δεμνιοτήρη

  πόνον ὀρταλίχων ὀλέσαντες·

    55 ὕπατος δ’ ἀίων ἤ τις Ἀπόλλων

  ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον

  γόον ὀξυβόαν τῶνδε μετοίκων

  ὑστερόποινον

  πέμπει παραβᾶσιν Ἐρινύν.

    60 οὕτω δ’ Ἀτρέως παῖδας ὁ κρείσσων

  ἐπ’ Ἀλεξάνδρῳ πέμπει ξένιος

  Ζεὺς πολυάνορος ἀμφὶ γυναικός,

  πολλὰ παλαίσματα καὶ γυιοβαρῆ,

  γόνατος κονίαισιν ἐρειδομένου

    65 διακναιομένης τ’ ἐν προτελείοις

  κάμακος, θήσων Δαναοῖσιν

  Τρωσί θ’ ὁμοίως. ἔστι δ’ ὅπη νῦν

  ἔστι· τελεῖται δ’ ἐς τὸ πεπρωμένον·

  οὔθ’ ὑποκαίων οὔτ’ ἐπιλείβων

    70 οὔτε δακρύων ἀπύρων ἱερῶν

  ὀργὰς ἀτενεῖς παραθέλξει.

  ἡμεῖς δ’ ἀτίται σαρκὶ παλαιᾷ

  τῆς τότ’ ἀρωγῆς ὑπολειφθέντες

  μίμνομεν ἰσχὺν

    75 ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.

  ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων

  ἐντὸς ἀνᾴσσων

  ἰσόπρεσβυς Ἄρης δ’ οὐκ ἔνι χώρᾳ,

  τό θ’ ὑπέργηρων φυλλάδος ἤδη

    80 κατακαρφομένης τρίποδας μὲν ὁδοὺς

  στείχει, παιδὸς δ’ οὐδὲν ἀρείων

  ὄναρ ἡμερόφαντον ἀλαίνει.

  σὺ δέ, Τυνδάρεω

  θύγατερ, βασίλεια Κλυταιμήστρα,

    85 τί χρέος; τί νέον; τί δ’ ἐπαισθομένη

  τίνος ἀγγελίας

  πειθοῖ περίπεμπτα θυοσκεῖς;

  πάντων δὲ θεῶν τῶν ἀστυνόμων,

  ὑπάτων, χθονίων,

    90 τῶν τε θυραίων τῶν τ’ ἀγοραίων,

  βωμοὶ δώροισι φλέγονται·

  ἄλλη δ’ ἄλλοθεν οὐρανομήκης

  λαμπὰς ἀνίσχει,

  φαρμασσομένη χρίματος ἁγνοῦ
/>
    95 μαλακαῖς ἀδόλοισι παρηγορίαις,

  πελάνῳ μυχόθεν βασιλείῳ.

  τούτων λέξασ’ ὅ τι καὶ δυνατὸν

  καὶ θέμις αἴνει

  παιών τε γενοῦ τῆσδε μερίμνης,

   100 ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,

  τοτὲ δ’ ἐκ θυσιῶν ἀγάν’ ἀμφαίνουσ’

  ἐλπὶς ἀμύνει φροντίδ’ ἄπληστον

  †τὴν θυμοφθόρον λύπης φρένα. †

  κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν   [στρ. α.

   105 ἐντελέων· ἔτι γὰρ θεόθεν καταπνεύει

  πειθώ, μολπᾶν ἀλκάν, σύμφυτος αἰών·

  ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας

   110 ξύμφρονα ταγάν,

  πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι

  θούριος ὄρνις Τευκρίδ’ ἐπ’ αἶαν,

  οἰωνῶν βασιλεὺς βασιλεῦσι νεῶν ὁ κελαινός, ὅ τ’ ἐξόπιν

   115 ἀργᾶς,

  φανέντες ἴκταρ μελάθρων χερὸς ἐκ δοριπάλτου

  παμπρέπτοις ἐν ἕδραισι,

  βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματα, γένναν,

   120 βλαβέντα λοισθίων δρόμων.

  αἵλινον αἵλινον εἰπέ, τὸ δ’ εὖ νικάτω.

  κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς   [ἀντ. α.

  Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας

   125 πομπούς τ’ ἀρχάς· οὕτω δ’ εἶπε τερᾴζων·

  ‘χρόνῳ μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος,

  πάντα δὲ πύργων

  κτήνη πρόσθε τὰ δημιοπληθέα

   130 Μοῖρα λαπάξει πρὸς τὸ βίαιον·

   130 οἶον μή τις ἄγα θεόθεν κνεφάσῃ προτυπὲν στόμιον μέγα Τροίας

   135 στρατωθέν. οἴκτῳ γὰρ ἐπίφθονος Ἄρτεμις ἀγνὰ

  πτανοῖσιν κυσὶ πατρὸς

  αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισι·

  στυγεῖ δὲ δεῖπνον αἰετῶν.’

  αἵλινον αἵλινον εἰπέ, τὸ δ’ εὖ νικάτω.

   140 ‘τόσον περ εὔφρων ἁ καλά,   [μεσῳδ.

  δρόσοις ἀέπτοις μαλερῶν λεόντων

  πάντων τ’ ἀγρονόμων φιλομάστοις

  θηρῶν ὀβρικάλοισι τερπνά,

  τούτων αἰτεῖ ξύμβολα κρᾶναι,

   145 δεξιὰ μὲν κατάμομφα δὲ φάσματα †στρουθῶν.

  ἰήιον δὲ καλέω Παιᾶνα,

  μή τινας ἀντιπνόους Δαναοῖς χρονίας ἐχενῇδας ἀπλοίας

  τεύξῃ, σπευδομένα θυσίαν ἑτέραν, ἄνομόν τιν’, ἄδαιτον,

  νεικέων τέκτονα σύμφυτον,

  οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος

   155 οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.’

  τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν

  μόρσιμ’ ἀπ’ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις·

  τοῖς δ’ ὁμόφωνον

  αἵλινον αἵλινον εἰπέ, τὸ δ’ εὖ νικάτω.

   160 Ζεύς, ὅστις ποτ’ ἐστίν, εἰ τόδ’ αὐ-   [στρ. β.

  τῷ φίλον κεκλημένῳ,

  τοῦτό νιν προσεννέπω.

  οὐκ ἔχω προσεικάσαι

  πάντ’ ἐπισταθμώμενος

   165 πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος

  χρὴ βαλεῖν ἐτητύμως.

  οὐδ’ ὅστις πάροιθεν ἦν μέγας,   [ἀντ. β.

  παμμάχῳ θράσει βρύων,

   170 οὐδὲ λέξεται πρὶν ὤν·

  ὃς δ’ ἔπειτ’ ἔφυ, τρια-

  κτῆρος οἴχεται τυχών.

  Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων

   175 τεύξεται φρενῶν τὸ πᾶν,

  τὸν φρονεῖν βροτοὺς ὁδώ-   [στρ. γ.

  σαντα, τὸν πάθει μάθος

  θέντα κυρίως ἔχειν.

  στάζει δ’ ἀνθ’ ὕπνου πρὸ καρδίας

   180 μνησιπήμων πόνος· καὶ παρ’ ἄ-

  κοντας ἦλθε σωφρονεῖν.

  δαιμόνων δέ που χάρις βίαιος

  σέλμα σεμνὸν ἡμένων.

  καὶ τόθ’ ἡγεμὼν ὁ πρέ-   [ἀντ. γ.

   185 σβυς νεῶν Ἀχαιικῶν,

  μάντιν οὔτινα ψέγων,

  ἐμπαίοις τύχαισι συμπνέων,

  εὖτ’ ἀπλοίᾳ κεναγγεῖ βαρύ-

  νοντ’ Ἀχαιικὸς λεώς,

   190 Χαλκίδος πέραν ἔχων παλιρρό-

  χθοις ἐν Αὐλίδος τόποις·

  πνοαὶ δ’ ἀπὸ Στρυμόνος μολοῦσαι   [στρ. δ.

  κακόσχολοι, νήστιδες, δύσορμοι,

   βροτῶν ἄλαι,

   195 ναῶν ‹τε› καὶ πεισμάτων ἀφειδεῖς,

  παλιμμήκη χρόνον τιθεῖσαι

  τρίβῳ κατέξαινον ἄνθος Ἀργεί-

  ων· ἐπεὶ δὲ καὶ πικροῦ

  χείματος ἄλλο μῆχαρ

   200 βριθύτερον πρόμοισιν

  μάντις ἔκλαγξεν

  προφέρων Ἄρτεμιν, ὥστε χθόνα βάκτροις

  ἐπικρούσαντας Ἀτρείδας

  δάκρυ μὴ κατασχεῖν·

   205 ἄναξ δ’ ὁ πρέσβυς τόδ’ εἶπε φωνῶν·   [ἀντ. δ.

  ‘βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,

  βαρεῖα δ’, εἰ

  τέκνον δαΐξω, δόμων ἄγαλμα,

  μιαίνων παρθενοσφάγοισιν

   210 ῥείθροις πατρῴους χέρας πέλας βω-

  μοῦ. τί τῶνδ’ ἄνευ κακῶν;

  πῶς λιπόναυς γένωμαι

  ξυμμαχίας ἁμαρτών;

  παυσανέμου γὰρ

   215 θυσίας παρθενίου θ’ αἵματος ὀργᾷ

  περιόργως ἐπιθυμεῖν

  θέμις. εὖ γὰρ εἴη.’

  ἐπεὶ δ’ ἀνάγκας ἔδυ λέπαδνον   [στρ. ε.

  φρενὸς πνέων δυσσ�
�βῆ τροπαίαν

   220 ἄναγνον, ἀνίερον, τόθεν

  τὸ παντότολμον φρονεῖν μετέγνω.

  βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις

  τάλαινα παρακοπὰ πρωτοπήμων.

  ἔτλα δ’ οὖν θυτὴρ γενέσθαι

   225 θυγατρός, γυναικοποίνων

  πολέμων ἀρωγὰν

  καὶ προτέλεια ναῶν.

  λιτὰς δὲ καὶ κληδόνας πατρῴους   [ἀντ. ε.

  παρ’ οὐδὲν αἰῶ τε παρθένειον

   230 ἔθεντο φιλόμαχοι βραβῆς.

  φράσεν δ’ ἀόζοις πατὴρ μετ’ εὐχὰν

  δίκαν χιμαίρας ὕπερθε βωμοῦ

  πέπλοισι περιπετῆ παντὶ θυμῷ

  προνωπῆ λαβεῖν ἀέρδην,

   235 στόματός τε καλλιπρῴρου

  φυλακᾷ κατασχεῖν

  φθόγγον ἀραῖον οἴκοις.

  βίᾳ χαλινῶν δ’, ἀναύδῳ μένει,   [στρ. ζ.

  κρόκου βαφὰς [δ’] ἐς πέδον χέουσα,

   240 ἔβαλλ’ ἕκαστον θυτή-

  ρων ἀπ’ ὄμματος βέλει  φιλοίκτῳ,

  πρέπουσα τὼς ἐν γραφαῖς, προσεννέπειν

  θέλουσ’, ἐπεὶ πολλάκις

  πατρὸς κατ’ ἀνδρῶνας εὐτραπέζους

   245 ἔμελψεν, ἁγνᾷ δ’ ἀταύρωτος αὐδᾷ πατρὸς

  φίλου τριτόσπονδον εὔποτμον

  παιῶνα φίλως ἐτίμα.

  τὰ δ’ ἔνθεν οὔτ’ εἶδον οὔτ’ ἐννέπω·   [ἀντ. ζ.

  τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.

   250 Δίκα δὲ τοῖς μὲν παθοῦ-

  σιν μαθεῖν ἐπιρρέπει·  τὸ μέλλον

  ἐπεὶ γένοιτ’ ἂν κλύοις· πρὸ χαιρέτω·

  ἴσον δὲ τῷ προστένειν.

  τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.

   255 πέλοιτο δ’ οὖν ἁ ‘πὶ τούτοισιν εὖ πρᾶξις, ὡς

  θέλει τόδ’ ἄγχιστον Ἀπίας

  γαίας μονόφρουρον ἕρκος.

 

‹ Prev