Book Read Free

Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Page 61

by Aeschylus

†βλαπτομέναν ἐγχρονισθεῖσαν ἐποίχεται,

  κρατεῖ τ’ αἰεί πως τὸ θεῖον [παρὰ] τὸ μὴ

  ὑπουργεῖν κακοῖς,

   960 ἄξια δ’ οὐρανοῦχον ἀρχὰν σέβειν.

  ‹πάρα τὸ φῶς ἰδεῖν.›

  πάρα τε φῶς ἰδεῖν, μέγα τ’ ἀφῃρέθη  [μεσῳδ.

  ψάλιον οἴκων.

  ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον

  χαμαιπετεῖς ἔκεισθε.

   965 τάχα δὲ παντελὴς χρόνος ἀμείψεται  [ἀντ. β.

  πρόθυρα δωμάτων, ὅταν ἀφ’ ἑστίας

  μύσος ἅπαν ἐλάσῃ

  καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.

  τύχᾳ δ’ εὐπροσώπῳ κεῖται τὸ πᾶν

   970 ἰδεῖν, θρεομένοις

  “Μέτοικοι δόμων πεσοῦνται πάλιν.”

  πάρα τὸ φῶς ἰδεῖν.

  Ορ. ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα

  πατροκτόνους τε δωμάτων πορθήτορας.

   975 σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ’ ἥμενοι,

  φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη

  πάρεστιν, ὅρκος τ’ ἐμμένει πιστώμασιν.

  ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ

  καὶ ξυνθανεῖσθαι· καὶ τάδ’ εὐόρκως ἔχει.

   980 ἴδεσθε δ’ αὖτε, τῶνδ’ ἐπήκοοι κακῶν,

  τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,

  πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.

  ἐκτείνατ’ αὐτὸ καὶ κύκλῳ παρασταδὸν

  στέγαστρον ἀνδρὸς δείξαθ’, ὡς ἴδῃ πατήρ -

   985 οὐχ οὑμός, ἀλλ’ ὁ πάντ’ ἐποπτεύων τάδε

  Ἥλιος - ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,

  ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,

  ὡς τόνδ’ ἐγὼ μετῆλθον ἐνδίκως φόνον

  τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·

   990 ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην.

  ἥτις δ’ ἐπ’ ἀνδρὶ τοῦτ’ ἐμήσατο στύγος,

  ἐξ οὗ τέκνων ἤνεγχ’ ὑπὸ ζώνην βάρος,

  φίλον τέως, νῦν δ’ ἐχθρόν, ὡς φαίνει, κακόν -

  τί σοι δοκεῖ; μύραινά γ’ εἴτ’ ἔχιδν’ ἔφυ

   995 σήπειν θιγοῦσ’ ἂν μᾶλλον οὐ δεδηγμένον

  τόλμης ἕκατι κἀκδίκου φρονήματος;

  τί νιν προσείπω, κἂν τύχω μάλ’ εὐστομῶν;

  ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον

  δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,

  1000 ἄρκυν τ’ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.

  τοιοῦτον ἂν κτήσαιτο φιλήτης ἀνήρ,

  ξένων ἀπαιόλημα κἀργυροστερῆ

  βίον νομίζων, τῷδέ τ’ ἂν δολώματι

  πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.

  1005 τοιάδ’ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ

  γένοιτ’· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.

  Χο. αἰαῖ αἰαῖ μελέων ἔργων·

  στυγερῷ θανάτῳ διεπράχθης.

  αἰαῖ, αἰαῖ,

  μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.

  1010 Ορ. ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι

  φᾶρος τόδ’, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.

  φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,

  πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.

  νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,

  1015 πατροκτόνον θ’ ὕφασμα προσφωνῶν τόδε

  ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,

  ἄζηλα νίκης τῆσδ’ ἔχων μιάσματα.

  Χο. οὔτις μερόπων ἀσινῆ βίοτον

  διὰ πάντ’ ἔντιμος ἀμείψει.

  αἰαῖ, αἰαῖ,

  1020 μόχθος δ’ ὁ μὲν αὐτίχ’, ὁ δ’ ἥξει.

  Ορ. ἀλλ’ ὡς ἂν εἰδῆτ’, οὐ γὰρ οἶδ’ ὅπη τελεῖ,

  ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου

  ἐξωτέρω· φέρουσι γὰρ νικώμενον

  φρένες δύσαρκτοι, πρὸς δὲ καρδίᾳ φόβος

  1025 ᾄδειν ἑτοῖμος ἠδ’ ὑπορχεῖσθαι κότῳ.

  ἕως δ’ ἔτ’ ἔμφρων εἰμί, κηρύσσω φίλοις,

  κτανεῖν τέ φημι μητέρ’ οὐκ ἄνευ δίκης,

  πατροκτόνον μίασμα καὶ θεῶν στύγος.

  καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι

  1030 τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ’ ἐμοὶ

  πράξαντα μὲν ταῦτ’ ἐκτὸς αἰτίας κακῆς

  εἶναι, παρέντα δ’ - οὐκ ἐρῶ τὴν ζημίαν·

  τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.

  καὶ νῦν ὁρᾶτέ μ’, ὡς παρεσκευασμένος

  1035 ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι

  μεσόμφαλόν θ’ ἵδρυμα, Λοξίου πέδον,

  πυρός τε φέγγος ἄφθιτον κεκλημένον,

  φεύγων τόδ’ αἷμα κοινόν· οὐδ’ ἐφ’ ἑστίαν

  ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.

  1040 τάδ’ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω

  ‹μνήμῃ φυλάσσειν ὡς› ἐπορσύνθη κακά,

  καὶ μαρτυρεῖν μοι, Μενέλεως ‹ὅταν μόλῃ.›

  ἐγὼ δ’ ἀλήτης τῆσδε γῆς ἀπόξενος,

  ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών -

  Χο. ἀλλ’ εὖ γ’ ἔπραξας, μηδ’ ἐπιζευχθῇς στόμα

  1045 φήμῃ πονηρᾷ μηδ’ ἐπιγλωσσῶ κακά.

  ἠλευθέρωσας πᾶσαν Ἀργείων πόλιν,

  δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.

  Ορ. ἆ, ἆ,

  δμωαὶ γυναῖκες· αἵδε, Γοργόνων δίκην,

  φαιοχίτωνες καὶ πεπλεκτανημέναι

  1050 πυκνοῖς δράκουσιν· οὐκέτ’ ἂν μείναιμ’ ἐγώ.

  Χο. τίνες σε δόξαι, φίλτατ’ ἀνθρώπων πατρί,


  στροβοῦσιν; ἴσχε, μὴ φοβοῦ, νικῶν πολύ.

  Ορ. οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·

  σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.

  1055 Χο. ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·

  ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.

  Ορ. ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,

  κἀξ ὀμμάτων στάζουσι νᾶμα δυσφιλές.

  Χο. εἷς σοι καθαρμός· Λοξίας δὲ προσθιγὼν

  1060 ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.

  Ορ. ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ’, ἐγὼ δ’ ὁρῶ·

  ἐλαύνομαι δὲ κοὐκέτ’ ἂν μείναιμ’ ἐγώ.

  Χο. ἀλλ’ εὐτυχοίης, καί σ’ ἐποπτεύων πρόφρων

  θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.

  1065 - ὅδε τοι μελάθροις τοῖς βασιλείοις

  τρίτος αὖ χειμὼν

  πνεύσας γονίας ἐτελέσθη.

  παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν

  μόχθοι τάλανες [τε Θυέστου]·

  1070 δεύτερον ἀνδρὸς βασίλεια πάθη,

  λουτροδάικτος δ’ ὤλετ’ Ἀχαιῶν

  πολέμαρχος ἀνήρ·

  νῦν δ’ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ -

  ἢ μόρον εἴπω;

  1075 ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει

  μετακοιμισθὲν μένος ἄτης;

  Εὐμενίδες - THE EUMENIDES

  ΠΡΟΦΗΤΙΣ

  Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν

  τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,

  ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ’ ἕζετο

  μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ

    5 λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,

  Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,

  Φοίβη· δίδωσι δ’ ἣ γενέθλιον δόσιν

  Φοίβῳ· τὸ Φοίβης δ’ ὄνομ’ ἔχει παρώνυμον.

  λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,

    10 κέλσας ἐπ’ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,

  ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ’ ἕδρας.

  πέμπουσι δ’ αὐτὸν καὶ σεβίζουσιν μέγα

  κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα

  ἀνήμερον τιθέντες ἡμερωμένην.

    15 μολόντα δ’ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,

  Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.

  τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα

  ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·

  Διὸς προφήτης δ’ ἐστὶ Λοξίας πατρός.

    20 τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.

  Παλλὰς Προναία δ’ ἐν λόγοις πρεσβεύεται.

  σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα

  κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·

  Βρόμιος δ’ ἔχει τὸν χῶρον, οὐδ’ ἀμνημονῶ,

    25 ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,

  λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·

  Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος

  καλοῦσα καὶ τέλειον ὕψιστον Δία,

  ἔπειτα μάντις εἰς θρόνους καθιζάνω.

    30 καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ

  ἄριστα δοῖεν· κεἰ πάρ’ Ἑλλήνων τινές,

  ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.

  μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.

  ἦ δεινὰ λέξαι, δεινὰ δ’ ὀφθαλμοῖς δρακεῖν,

    35 πάλιν μ’ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,

  ὡς μήτε σωκεῖν μήτε μ’ ἀκταίνειν στάσιν·

  τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν.

  δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.

  ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·

    40 ὁρῶ δ’ ἐπ’ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ

  ἕδραν ἔχοντα προστρόπαιον, αἵματι

  στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος

  ἔχοντ’ ἐλαίας θ’ ὑψιγέννητον κλάδον,

  λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,

    45 ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.

  πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος

  εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.

  οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,

  οὐδ’ αὖτε Γοργείοισιν εἰκάσω τύποις.

    50 εἶδόν ποτ’ ἤδη Φινέως γεγραμμένας

  δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν

  αὗται, μέλαιναι δ’, ἐς τὸ πᾶν βδελύκτροποι·

  ῥέγκουσι δ’ οὐ πλατοῖσι φυσιάμασιν·

  ἐκ δ’ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·

    55 καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα

  φέρειν δίκαιος οὔτ’ ἐς ἀνθρώπων στέγας.

  τὸ φῦλον οὐκ ὄπωπα τῆσδ’ ὁμιλίας

  οὐδ’ ἥτις αἶα τοῦτ’ ἐπεύχεται γένος

  τρέφουσ’ ἀνατεὶ μὴ μεταστένειν πόνον.

    60 τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων

  αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.

  ἰατρόμαντις δ’ ἐστὶ καὶ τερασκόπος

  καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.

    85 ΟΡΕΣΤΗΣ

  ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ἀδικεῖν·

  ἐπεὶ δ’ ἐπίστᾳ, καὶ τὸ μὴ ἀμελεῖν μάθε.

  σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.

  ΑΠΟΛΛΩΝ

  οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ,

    65 ἐγγὺς παρεστὼς καὶ πρόσωθ’ ἀποστατῶν,

  ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.

  καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·


  ὕπνῳ πεσοῦσαι δ’ αἱ κατάπτυστοι κόραι,

  γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται

    70 θεῶν τις οὐδ’ ἄνθρωπος οὐδὲ θήρ ποτε -

  κακῶν δ’ ἕκατι κἀγένοντ’, ἐπεὶ κακὸν

  σκότον νέμονται Τάρταρόν θ’ ὑπὸ χθονός,

  μισήματ’ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.

  ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.

    75 ἐλῶσι γάρ σε καὶ δι’ ἠπείρου μακρᾶς

  βιβῶντ’ ἀν’ ἀεὶ τὴν πλανοστιβῆ χθόνα

  ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.

  καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος

  πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν

    80 ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.

  κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους

  μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,

  ὥστ’ ἐς τὸ πᾶν σε τῶνδ’ ἀπαλλάξαι πόνων.

  καὶ γὰρ κτανεῖν σ’ ἔπεισα μητρῷον δέμας.

  μέμνησο, μὴ φόβος σε νικάτω φρένας.

  σὺ δ’, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,

    90 Ἑρμῆ, φύλασσε, κάρτα δ’ ὢν ἐπώνυμος

  πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν

  ἱκέτην· σέβει τοι Ζεὺς τόδ’ ἐκνόμων σέβας

  ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.

  ΚΛΥΤΑΙΜΗΣΤΡΑΣ ΕΙΔΩΛΟΝ

  εὕδοιτ’ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;

    95 ἐγὼ δ’ ὑφ’ ὑμῶν ὧδ’ ἀπητιμασμένη

  ἄλλοισιν ἐν νεκροῖσιν - ὧν μὲν ἔκτανον

  ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,

  αἰσχρῶς δ’ ἀλῶμαι· προυννέπω δ’ ὑμῖν ὅτι

  ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·

   100 παθοῦσα δ’ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων -

 

‹ Prev