by Aeschylus
οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
ὅρα δὲ πληγὰς τάσδε καρδίᾳ σέθεν·
εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
105 [ἐν ἡμέρᾳ δὲ μοῖρ’ ἀπρόσκοπος βροτῶν.]
ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε·
χοάς τ’ ἀοίνους, νηφάλια μειλίγματα,
καὶ νυκτίσεμνα δεῖπν’ ἐπ’ ἐσχάρᾳ πυρὸς
ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
110 καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
ὁ δ’ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων.
ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
ἀκούσαθ’, ὡς ἔλεξα τῆς ἐμῆς πέρι
115 ψυχῆς· φρονήσατ’, ὦ κατὰ χθονὸς θεαί.
ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.
ΧΟΡΟΣ
(μυγμός.)
Κλ. μύζοιτ’ ἄν, ἁνὴρ δ’ οἴχεται φεύγων πρόσω·
†φίλοις γάρ εἰσιν οὐκ ἐμοῖς προσίκτορες.
120 Χο. (μυγμός.)
Κλ. ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·
φονεὺς δ’ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.
Χο. (ὠγμός.)
Κλ. ὤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;
125 τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;
Χο. (ὠγμός.)
Κλ. ὕπνος πόνος τε κύριοι συνωμόται
δεινῆς δρακαίνης ἐξεκήραναν μένος.
Χο. (μυγμὸς διπλοῦς ὀξύς.)
130 λαβὲ λαβὲ λαβὲ λαβὲ, φράζου.
Κλ. ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ’ ἅπερ
κύων μέριμναν οὔποτ’ ἐκλείπων πόνου.
τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,
μηδ’ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ’ ὕπνῳ.
135 ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν·
τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
σὺ δ’ αἱματηρὸν πνεῦμ’ ἐπουρίσασα τῷ,
ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,
ἕπου, μάραινε δευτέροις διώγμασιν.
140 Χο. - ἔγειρ’, ἔγειρε καὶ σὺ τήνδ’, ἐγὼ δὲ σέ.
εὕδεις; ἀνίστω, κἀπολακτίσασ’ ὕπνον,
ἰδώμεθ’ εἴ τι τοῦδε φροιμίου ματᾷ.
- ἰοὺ ἰοὺ πόπαξ. ἐπάθομεν, φίλαι, [στρ. α.
( - ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ.)
145 ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,
ἄφερτον κακόν.
- ἐξ ἀρκύων πέπτωκεν, οἴχεται δ’ ὁ θήρ.
- ὕπνῳ κρατηθεῖσ’ ἄγραν ὤλεσα.
- ἰὼ παῖ Διός· ἐπίκλοπος πέλῃ, [ἀντ. α.
150 ( - νέος δὲ γραίας δαίμονας καθιππάσω.)
τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ
τοκεῦσιν πικρόν.
- τὸν μητραλοίαν δ’ ἐξέκλεψας ὢν θεός.
- τί τῶνδ’ ἐρεῖ τις δικαίως ἔχειν;
155 - ἐμοὶ δ’ ὄνειδος ἐξ ὀνειράτων μολὸν [στρ. β.
ἔτυψεν δίκαν διφρηλάτου
μεσολαβεῖ κέντρῳ,
ὑπὸ φρένας, ὑπὸ λοβόν.
160 πάρεστι μαστίκτορος δαΐου δαμίου
βαρὺ περίβαρυ τὸ κρύος ἔχειν.
- τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί, [ἀντ. β.
κρατοῦντες τὸ πᾶν δίκας πλέον.
φονολιβῆ θρόνον,
165 περὶ πόδα, περὶ κάρα -
πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων
βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.
- ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι [στρ. γ.
170 μυχὸν ἐχράνατ’ αὐτόσσυτος, αὐτόκλητος,
παρὰ νόμον θεῶν βρότεα μὲν τίων,
παλαιγενεῖς δὲ μοίρας φθίσας.
- κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται, [ἀντ. γ.
175 ὑπὸ δὲ γᾶν φυγὼν οὔ ποτ’ ἐλευθεροῦται.
ποτιτρόπαιος ὢν δ’ ἕτερον ἐν κάρᾳ
μιάστορ’ εἶσιν οὗ πάσεται.
Απ. ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος·
180 χωρεῖτ’, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,
μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,
χρυσηλάτου θώμιγγος ἐξορμώμενον,
ἀνῇς ὑπ’ ἄλγους μέλανα πλευμόνων ἀφρόν,
ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
185 οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει·
ἀλλ’ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι
δίκαι σφαγαί τε, σπέρματός τ’ ἀποφθορᾷ
παίδων κακοῦται χλοῦνις, ἠδ’ ἀκρωνίαι
λευσμοί τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
190 ὑπὸ ῥάχιν παγέντες. ἆρ’ ἀκούετε
οἵας ἑορτῆς ἔστ’ ἀπόπτυστοι θεοῖς
στέργηθρ’ ἔχουσαι; πᾶς δ’ ὑφηγεῖται τρόπος
μορφῆς. λέοντος ἄντρον αἱματορρόφου
οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
195 ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.
χωρεῖτ’ ἄνευ βοτῆρος αἰπολούμεναι.
ποίμνης τοιαύτης δ’ οὔτις εὐφιλὴς θεῶν.
Χο. ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.
αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ,
200 ἀλλ’ εἷς τὸ πᾶν ἔπραξας ὡς παναίτιος.
Απ. πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.
Χο. ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.
Απ. ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν;
Χο. κἄπειθ’ ὑπέστης αἵματος
δέκτωρ νέου.
205 Απ. καὶ προστραπέσθαι τούσδ’ ἐπέστελλον δόμους.
Χο. καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;
Απ. οὐ γὰρ δόμοισι τοῖσδε πρόσφοροι μολεῖν.
Χο. ἀλλ’ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον -
Απ. τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.
210 Χο. τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.
Απ. τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;
Χο. οὐκ ἂν γένοιθ’ ὅμαιμος αὐθέντης φόνος.
Απ. ἦ κάρτ’ ἄτιμα καὶ παρ’ οὐδὲν ἠργάσω
Ἥρας τελείας καὶ Διὸς πιστώματα.
215 Κύπρις δ’ ἄτιμος τῷδ’ ἀπέρριπται λόγῳ,
ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.
εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος
ὅρκου ‘στὶ μείζων τῇ δίκῃ φρουρουμένη.
εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
220 τὸ μὴ τίνεσθαι μηδ’ ἐποπτεύειν κότῳ,
οὔ φημ’ Ὀρέστην σ’ ἐνδίκως ἀνδρηλατεῖν.
τὰ μὲν γὰρ οἶδα κάρτα σ’ ἐνθυμουμένην,
τὰ δ’ ἐμφανῶς πράσσουσιν ἡσυχαιτέραν.
δίκας δὲ Παλλὰς τῶνδ’ ἐποπτεύσει θεά.
225 Χο. τὸν ἄνδρ’ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.
Απ. σὺ δ’ οὖν δίωκε καὶ πόνον πλείω τίθου.
Χο. τιμὰς σὺ μὴ ξύντεμνε τὰς ἐμὰς λόγῳ.
Απ. οὐδ’ ἂν δεχοίμην ὥστ’ ἔχειν τιμὰς σέθεν.
Χο. μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ·
230 ἐγὼ δ’, ἄγει γὰρ αἷμα μητρῷον, δίκας
μέτειμι τόνδε φῶτα κἀκκυνηγέσω.
Απ. ἐγὼ δ’ ἀρήξω τὸν ἱκέτην τ’ ἐρύσομαι·
δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει
τοῦ προστροπαίου μῆνις, εἰ προδῷ σφ’ ἑκών.
235 Ορ. ἄνασσ’ Ἀθάνα, Λοξίου κελεύμασιν
ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
οὐ προστρόπαιον οὐδ’ ἀφοίβαντον χέρα,
ἀλλ’ ἀμβλὺν ἤδη προστετριμμένον τε πρὸς
ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
240 ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,
σῴζων δ’ ἐφετμὰς Λοξίου χρηστηρίους,
πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.
Χο. εἶἑν· τόδ’ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ,
245 ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.
τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν
πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ
σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
250 ὑπέρ τε πόντον ἀπτέροις πωτήμασιν
ἦλθον διώκουσ’, οὐδὲν ὑστέρα νεώς.
καὶ νῦν ὅδ’ ἐνθάδ’ ἐστί που καταπτακών.
ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.
- ὅρα ὅρα μάλ’ αὖ·
255 λεύσσετε πάντα, μὴ
λάθῃ φύγδα βὰς [ὁ] ματροφόνος ἀτίτας.
- ὅδ’ αὐτός· [οὖν] ἀλκὰν ἔχων
περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
260 ὑπόδικος θέλει γενέσθαι χρεῶν.
- τὸ δ’ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ
δυσαγκόμιστον, παπαῖ·
τὸ διερὸν πέδοι χύμενον οἴχεται.
- ἀλλ’ ἀντιδοῦναι δεῖ σ’ ἀπὸ ζῶντος ῥοφεῖν
265 ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ
βοσκὰν φεροίμαν πώματος δυσπότου.
- καὶ ζῶντά σ’ ἰσχνάνασ’ ἀπάξομαι κάτω,
‹ἵν’› ἀντιποίνους τίνῃς ματροφόντας δύας.
- ὄψῃ δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν
270 ἢ θεὸν ἢ ξένον
τιν’ ἀσεβῶν ἢ τοκέας φίλους,
ἔχονθ’ ἕκαστον τῆς δίκης ἐπάξια.
- μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν
ἔνερθε χθονός,
275 δελτογράφῳ δὲ πάντ’ ἐπωπᾷ φρενί.
Ορ. ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
σιγᾶν θ’ ὁμοίως· ἐν δὲ τῷδε πράγματι
φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου·
280 βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,
μητροκτόνον μίασμα δ’ ἔκπλυτον πέλει.
ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
πολὺς δέ μοι γένοιτ’ ἂν ἐξ ἀρχῆς λόγος,
285 ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.
[χρόνος καθαίρει πάντα γηράσκων ὁμοῦ.]
καὶ νῦν ἀφ’ ἁγνοῦ στόματος εὐφήμως καλῶ
χώρας ἄνασσαν τῆσδ’ Ἀθηναίαν ἐμοὶ
μολεῖν ἀρωγόν· κτήσεται δ’ ἄνευ δορὸς
290 αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν
πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
ἀλλ’ εἴτε χώρας ἐν τόποις Λιβυστικῆς,
Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,
τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,
295 φίλοις ἀρήγουσ’, εἴτε Φλεγραίαν πλάκα
θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,
ἔλθοι - κλύει δὲ καὶ πρόσωθεν ὢν θεός -
ὅπως γένοιτο τῶνδ’ ἐμοὶ λυτήριος.
Χο. οὔτοι σ’ Ἀπόλλων οὐδ’ Ἀθηναίας σθένος
300 ῥύσαιτ’ ἂν ὥστε μὴ οὐ παρημελημένον
&
nbsp; ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ’ ὅπου φρενῶν,
ἀναίματον, βόσκημα δαιμόνων, σκιάν.
οὐδ’ ἀντιφωνεῖς, ἀλλ’ ἀποπτύεις λόγους
ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;
305 καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς·
ὕμνον δ’ ἀκούσῃ τόνδε δέσμιον σέθεν.
- ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
μοῦσαν στυγερὰν
ἀποφαίνεσθαι δεδόκηκεν,
310 λέξαι τε λάχη τὰ κατ’ ἀνθρώπους
ὡς ἐπινωμᾷ στάσις ἁμά.
εὐθυδίκαιοι δ’ οἰόμεθ’ εἶναι·
τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ’
οὔτις ἐφέρπει μῆνις ἀφ’ ἡμῶν,
315 ἀσινὴς δ’ αἰῶνα διοιχνεῖ·
ὅστις δ’ ἀλιτὼν ὥσπερ ὅδ’ ἁνὴρ
χεῖρας φονίας ἐπικρύπτει,
μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
παραγιγνόμεναι πράκτορες αἵματος
320 αὐτῷ τελέως ἐφάνημεν.
- μᾶτερ ἅ μ’ ἔτικτες, ὦ [στρ. α.
μᾶτερ Νύξ, ἀλα-
οῖσι καὶ δεδορκόσιν
ποινάν, κλῦθ’. ὁ Λατοῦς γὰρ ἶ-
νίς μ’ ἄτιμον τίθησιν
325 τόνδ’ ἀφαιρούμενος
πτῶκα, ματρῷον ἅγ-
νισμα κύριον φόνου.
- ἐπὶ δὲ τῷ τεθυμένῳ [ἐφυμν. α.
τόδε μέλος, παρακοπά,
330 παραφορὰ φρενοδαλής,
ὕμνος ἐξ Ἐρινύων,
δέσμιος φρενῶν, ἀφόρ-
μικτος, αὑονὰ βροτοῖς.
- τοῦτο γὰρ λάχος διαν- [ἀντ. α.
ταία Μοῖρ’ ἐπέ-
335 κλωσεν ἐμπέδως ἔχειν,
θνατῶν τοῖσιν αὐτουργίαι
ξυμπέσωσιν μάταιοι,