Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 63
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 63

by Aeschylus

τοῖς ὁμαρτεῖν, ὄφρ’ ἂν

  γᾶν ὑπέλθῃ· θανὼν δ’

   340 οὐκ ἄγαν ἐλεύθερος.

  - ἐπὶ δὲ τῷ τεθυμένῳ  [ἐφυμν. α.

  τόδε μέλος, παρακοπά,

  παραφορὰ φρενοδαλής,

  ὕμνος ἐξ Ἐρινύων,

   345 δέσμιος φρενῶν, ἀφόρ-

  μικτος, αὑονὰ βροτοῖς.

  - γιγνομέναισι λάχη τάδε φαμὶ κεκράνθαι,  [στρ. β.

   350 ἀθανάτων δ’ ἀπέχειν χέρας, οὐδέ τις ἐστὶ

  συνδαίτωρ μετάκοινος,

  παλλεύκων δὲ πέπλων †ἄμοιρος ἄκληρος ἐτύχθην.

  .   .  .  .  .  .

  - δωμάτων γὰρ εἱλόμαν

   355 ἀνατροπάς, ὅταν Ἄρης

  τιθασὸς ὢν φίλον ἕλῃ,

  ἐπὶ τόν, ὤ, διόμεναι

  κρατερὸν ὄνθ’ ὁμοΐως

  μαυροῦμεν ὑφ’ αἵματος νέου.

   360 - †σπεύδομεν αἵδ’ ἀφελεῖν τινὰ τᾶσδε μερί-  [ἀντ. β.

  μνας

  †θεῶν δ’ ἀτέλειαν ἐμαῖσι λιταῖς ἐπικραίνειν,

  μηδ’ εἰς ἄγκρισιν ἐλθεῖν.

   365 Ζεὺς δ’ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας

  ἇς ἀπηξιώσατο.

  - ‹δωμάτων γὰρ εἱλόμαν

  ἀνατροπάς· ὅταν Ἄρης

  τιθασὸς ὢν φίλον ἕλῃ,

  ἐπὶ τόν, ὤ, διόμεναι

  κρατερὸν ὄνθ’ ὁμοΐως

  μαυροῦμεν ὑφ’ αἵματος νέου.›

  - δόξαι δ’ ἀνδρῶν καὶ μάλ’ ὑπ’ αἰθέρι σεμναὶ  [στρ. γ.

  τακόμεναι κατὰ γᾶς μινύθουσιν ἄτιμοι

   370 ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη-

  σμοῖς τ’ ἐπιφθόνοις ποδός.

  - μάλα γὰρ οὖν ἁλομένα

  ἀνέκαθεν βαρυπετῆ

  καταφέρω ποδὸς ἀκμάν,

   375 σφαλερὰ ‹καὶ› τανυδρόμοις

  κῶλα, δύσφορον ἄταν.

  - πίπτων δ’ οὐκ οἶδεν τόδ’ ὑπ’ ἄφρονι λύμᾳ·  [ἀντ. γ.

  τοῖον ἐπὶ κνέφας ἀνδρὶ μύσους πεπόταται,

  καὶ δνοφεράν τιν’ ἀχλὺν κατὰ δώματος αὐδᾶ-

   380 ται πολύστονος φάτις.

  - ‹μάλα γὰρ οὖν ἁλομένα

  ἀνέκαθεν βαρυπετῆ

  καταφέρω ποδὸς ἀκμάν,

  σφαλερὰ καὶ τανυδρόμοις

  κῶλα, δύσφορον ἄταν.›

  - μένει γάρ· εὐμήχανοι  [στρ. δ.

  δὲ καὶ τέλειοι κακῶν

  τε μνήμονες, σεμναὶ

  καὶ δυσπαρήγοροι βροτοῖς,

   385 ἄτιμ’ ἀτίετα διόμεναι

  λάχη θεῶν διχοστατοῦντ’

  ἀνηλίῳ λάμπᾳ,

  δυσοδοπαίπαλα δερκομένοισι

  καὶ δυσομμάτοις ὁμῶς.

  τίς οὖν τάδ’ οὐχ ἅζεταί  [ἀντ. δ.

   390 τε καὶ δέδοικεν βροτῶν,

  ἐμοῦ κλύων θεσμὸν

  τὸν μοιρόκραντον ἐκ θεῶν

  δοθέντα τέλεον; ἔτι δέ μοι

  ‹μένει› γέρας παλαιόν, οὐδ’

  ἀτιμίας κύρω,

   395 καίπερ ὑπὸ χθόνα τάξιν ἔχουσα

  καὶ δυσήλιον κνέφας.

  ΑΘΗΝΑ

  πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν

  ἀπὸ Σκαμάνδρου, γῆν καταφθατουμένη,

  ἣν δῆτ’ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,

   400 τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,

  ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοί,

  ἐξαίρετον δώρημα Θησέως τόκοις·

  ἔνθεν διώκουσ’ ἦλθον ἄτρυτον πόδα,

  πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.

   405 [πώλοις ἀκμαίοις τόνδ’ ἐπιζεύξασ’ ὄχον.]

  καινὴν δ’ ὁρῶσα τήνδ’ ὁμιλίαν χθονὸς

  ταρβῶ μὲν οὐδέν, θαῦμα δ’ ὄμμασιν πάρα.

  τίνες ποτ’ ἐστέ; πᾶσι δ’ ἐς κοινὸν λέγω,

  βρέτας τε τοὐμὸν τῷδ’ ἐφημένῳ ξένῳ·

   410 ὑμᾶς δ’ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,

  οὔτ’ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας

  οὔτ’ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι -

  λέγειν δ’ ἄμομφον ὄντα τοὺς πέλας κακῶς

  πρόσω δικαίων ἠδ’ ἀποστατεῖ θέμις.

   415 Χο. πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.

  ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα,

  Ἀραὶ δ’ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.

  Αθ. γένος μὲν οἶδα κληδόνας τ’ ἐπωνύμους.

  Χο. τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.

   420 Αθ. μάθοιμ’ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.

  Χο. βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.

  Αθ. καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;

  Χο. ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.

  Αθ. ἦ καὶ τοιαύτας τῷδ’ ἐπιρροιζεῖς φυγάς;

   425 Χο. φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.

  Αθ. ἄλλης ἀνάγκης οὔτινος τρέων κότον;

  Χο. ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;

  Αθ. δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.

  Χο. ἀλλ’ ὅρκον οὐ δέξαιτ’ ἄν, οὐ δοῦναι θέλει.

   430 Αθ. κλύειν δικαίως μᾶλλον ἢ πρᾶξαι θέλεις.

  Χο. πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.

  Αθ. ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.

  Χο. ἀλλ’ ἐξέλεγχε, κρῖνε δ’ εὐθεῖαν δίκην.

  Αθ. ἦ κἀπ’ ἐμοὶ τρέποιτ’ ἂν αἰτίας τέλος;

   435 Χο. πῶς δ’ οὔ; σέβουσαί γ’ ἀξίαν κἀπ’ ἀξίων.

  Αθ. τί πρὸς τάδ’ εἰπεῖν, ὦ ξέν’, ἐν μέρει θέλεις;

  λέξας δὲ
χώραν καὶ γένος καὶ ξυμφορὰς

  τὰς σάς, ἔπειτα τόνδ’ ἀμυναθοῦ ψόγον,

  εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε

   440 ἧσαι φυλάσσων ἑστίας ἐμῆς πέλας,

  σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.

  τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.

  Ορ. ἄνασσ’ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων

  τῶν σῶν ἐπῶν μέλημ’ ἀφαιρήσω μέγα.

   445 οὐκ εἰμὶ προστρόπαιος, οὐδ’ ἔχων μύσος

  πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.

  τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα·

  ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,

  ἔστ’ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου

   450 σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.

  πάλαι πρὸς ἄλλοις ταῦτ’ ἀφιερώμεθα

  οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.

  ταύτην μὲν οὕτω φροντίδ’ ἐκποδὼν λέγω.

  γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.

   455 Ἀργεῖός εἰμι, πατέρα δ’ ἱστορεῖς καλῶς,

  Ἀγαμέμνον’, ἀνδρῶν ναυβατῶν ἁρμόστορα·

  ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν

  ἔθηκας. ἔφθιθ’ οὗτος οὐ καλῶς, μολὼν

  εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ

   460 μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασι

  κρύψασ’, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.

  κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,

  ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,

  ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.

   465 καὶ τῶνδε κοινῇ Λοξίας μεταίτιος,

  ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,

  εἰ μή τι τῶνδ’ ἔρξοιμι τοὺς ἐπαιτίους.

  σὺ δ’ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·

  πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ’ αἰνέσω.

   470 Αθ. τὸ πρᾶγμα μεῖζον ἤ τις οἴεται τόδε

  βροτοῖς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις

  φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·

  ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς νόμῳ

  ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις.

   475 ὅμως δ’ ἄμομφον ὄντα σ’ αἱροῦμαι πόλει.

  αὗται δ’ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,

  καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου -

  χωρεῖ μεταῦθις ἰὸς ἐκ φρονημάτων,

  πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.

   480 τοιαῦτα μὲν τάδ’ ἐστίν· ἀμφότερα, μένειν

  πέμπειν τε, †δυσπήματ’ ἀμηχάνως ἐμοί. †

  ἐπεὶ δὲ πρᾶγμα δεῦρ’ ἐπέσκηψεν τόδε,

  .  .  .  .  .  .

  φόνων δικαστὰς ὁρκίων αἰδουμένους

  θεσμόν, τὸν εἰς ἅπαντ’ ἐγὼ θήσω χρόνον.

   485 ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια

  καλεῖσθ’, ἀρωγὰ τῆς δίκης ὀρθώματα.

  κρίνασα δ’ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα

  ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ’ ἐτητύμως.

  ὅρκων περῶντας μηδὲν ἔκδικον φρεσίν.

   490 Χο. νῦν καταστροφαὶ νέων  [στρ. α.

  θεσμίων, εἰ κρατή-

  σει δίκα ‹τε› καὶ βλάβα

  τοῦδε μητροκτόνου.

  πάντας ἤδη τόδ’ ἔργον εὐχερεί-

   495 ᾳ συναρμόσει βροτούς.

  πολλὰ δ’ ἔτυμα παιδότρωτα

  πάθεα προσμένει τοκεῦ-

  σιν μεταῦθις ἐν χρόνῳ.

  οὐδὲ γὰρ βροτοσκόπων  [ἀντ. α.

   500 μαινάδων τῶνδ’ ἐφέρ-

  ψει κότος τις ἐργμάτων·

  πάντ’ ἐφήσω μόρον.

  πεύσεται δ’ ἄλλος ἄλλοθεν, προφω-

  νῶν τὰ τῶν πέλας κακά,

   505 λῆξιν ὑπόδοσίν τε μόχθων,

  ἄκεά τ’ οὐ βέβαια τλά-

  μων [δέ τις] μάταν παρηγορεῖ.

  μηδέ τις κικλῃσκέτω  [στρ. β.

  ξυμφορᾷ τετυμμένος,

   510 τοῦτ’ ἔπος θροούμενος,

  Ὦ Δίκα,

  ὦ θρόνοι τ’ Ἐρινύων.

  ταῦτά τις τάχ’ ἂν πατὴρ

  ἢ τεκοῦσα νεοπαθὴς

   515 οἶκτον οἰκτίσαιτ’, ἐπει-

  δὴ πίτνει δόμος δίκας.

  ἔσθ’ ὅπου τὸ δεινὸν εὖ  [ἀντ. β.

  καὶ φρενῶν ἐπίσκοπον

  δεῖ μένειν καθήμενον·

   520 ξυμφέρει

  σωφρονεῖν ὑπὸ στένει.

  τίς δὲ μηδὲν ἐν φάει

  καρδίας ἀνὴρ τρέμων

  ἢ πόλις βροτῶν ὁμοί-

   525 ως ἔτ’ ἂν σέβοι δίκαν;

  μήτ’ ἄναρκτον βίον  [στρ. γ.

  μήτε δεσποτούμενον

  αἰνέσῃς.

   530 παντὶ μέσῳ τὸ κράτος θεὸς ὤπασεν, ἄλλ’

   ἄλλᾳ δ’ ἐφορεύει.

  ξύμμετρον δ’ ἔπος λέγω,

  δυσσεβίας μὲν ὕβρις τέκος ὡς ἐτύμως·

   535 ἐκ δ’ ὑγιείας

  φρενῶν ὁ πᾶσιν φίλος

  καὶ πολύευκτος ὄλβος.

  ἐς τὸ πᾶν [δέ] σοι λέγω,  [ἀντ. γ.

  βωμὸν αἴδεσαι δίκας·

   540 μηδέ νιν

  κέρδος ἰδὼν ἀθέῳ ποδὶ λὰξ ἀτίσῃς,

  ποινὰ γὰρ ἐπέσται.

  κύριον μένει τέλος.

   545 πρὸς τάδε τις τοκέων σέβας εὖ προτίων

  καὶ ξενοτίμους

  ἐπιστροφὰς δωμάτων

  αἰδόμενός τις ἔστω.

   550 ἐκ τῶνδ’ ἀνάγκας ἄτερ δίκαιος ὢν  [στρ. δ.

  οὐκ ἄνολβος ἔσται·

  πανώλεθρος ‹δ’
› οὔποτ’ ἂν γένοιτο.

  τὸν ἀντίτολμον δέ φαμι παρβάδαν

  ‹ἄγον›τα πολλὰ παντόφυρτ’ ἄνευ δίκας

   555 βιαίως ξὺν χρόνῳ καθήσειν

  λαῖφος, ὅταν λάβῃ πόνος

  θραυομένας κεραίας.

  καλεῖ δ’ ἀκούοντας οὐδὲν ‹ἐν› μέσᾳ  [ἀντ. δ.

  δυσπαλεῖ τε δίνᾳ·

   560 γελᾷ δὲ δαίμων ἐπ’ ἀνδρὶ θερμῷ,

  τὸν οὔποτ’ αὐχοῦντ’ ἰδὼν ἀμηχάνοις

  δύαις λαπαδνὸν οὐδ’ ὑπερθέοντ’ ἄκραν·

  δι’ αἰῶνος δὲ τὸν πρὶν ὄλβον

  ἕρματι προσβαλὼν δίκας

   565 ὤλετ’ ἄκλαυστος, ᾆστος.

  Αθ. κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,

  †ἥ τ’ οὖν διάτορος †Τυρσηνικὴ

  σάλπιγξ βροτείου πνεύματος πληρουμένη

  ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.

   570 πληρουμένου γὰρ τοῦδε βουλευτηρίου

  σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς

  πόλιν τε πᾶσαν ἐς τὸν αἰανῆ χρόνον

  καὶ τώδ’ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη.

  Χο. ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.

   575 τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.

  Απ. καὶ μαρτυρήσων ἦλθον - ἔστι γὰρ νόμῳ

  ἱκέτης ὅδ’ ἁνὴρ καὶ δόμων ἐφέστιος

  ἐμῶν, φόνου δὲ τῷδ’ ἐγὼ καθάρσιος -

  καὶ ξυνδικήσων αὐτός· αἰτίαν δ’ ἔχω

   580 τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ’ εἴσαγε

  ὅπως ‹τ’› ἐπίστᾳ τήνδε κύρωσον δίκην.

  Αθ. ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην.

  ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων

  γένοιτ’ ἂν ὀρθῶς πράγματος διδάσκαλος.

   585 Χο. πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.

 

‹ Prev