by Aeschylus
ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι
805 ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς
λιπαροθρόνοισιν ἡμένας ἐπ’ ἐσχάραις
ἕξειν, ὑπ’ ἀστῶν τῶνδε τιμαλφουμένας.
Χο. ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους [ἀντ. α.
καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
810 ἐγὼ δ’ ἄτιμος ἁ τάλαινα βαρύκοτος
ἐν γᾷ τᾷδε, φεῦ,
ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας
σταλαγμὸν χθονὶ
ἄφορον· ἐκ δὲ τοῦ
815 λιχὴν ἄφυλλος ἄτεκνος, ἰὼ δίκα,
πέδον ἐπισύμενος
βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
στενάζω; τί ῥέξω;
γελῶμαι· δύσοιστ’ ἐν
820 πολίταις ἔπαθον·
ἰὼ μεγάλατοι κόραι δυστυχεῖς
Νυκτὸς ἀτιμοπενθεῖς.
Αθ. οὐκ ἔστ’ ἄτιμοι, μηδ’ ὑπερθύμως ἄγαν
825 θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα.
κἀγὼ πέποιθα Ζηνὶ καί - τί δεῖ λέγειν; -
καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν
ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος·
ἀλλ’ οὐδὲν αὐτοῦ δεῖ· σὺ δ’ εὐπιθὴς ἐμοὶ
830 γλώσσης ματαίας μὴ ‘κβάλῃς ἔπη χθονί
καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς.
κοίμα κελαινοῦ κύματος πικρὸν μένος
ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί·
πολλῆς δὲ χώρας τῆσδε τἀκροθίνια
835 θύη πρὸ παίδων καὶ γαμηλίου τέλους
ἔχουσ’ ἐς αἰεὶ τόνδ’ ἐπαινέσεις λόγον.
Χο. ἐμὲ παθεῖν τάδε, φεῦ, [στρ. β.
ἐμὲ παλαιόφρονα, κατά τε γᾶν οἰκεῖν,
ἀτίετον, φεῦ, μύσος.
840 πνέω τοι μένος ἅπαντά τε κότον.
οἰοῖ δᾶ, φεῦ.
τίς μ’ ὑποδύεται πλευράς, ‹τίς› ὀδύνα
θυμόν; ἄιε, μᾶτερ
845 Νύξ· ἀπὸ γὰρ τιμᾶν δαναιᾶν με θεῶν
δυσπάλαμοι παρ’ οὐδὲν ἦραν δόλοι.
Αθ. ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ.
καὶ τῷ μὲν ‹εἶ› σὺ κάρτ’ ἐμοῦ σοφωτέρα,
850 φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.
ὑμεῖς δ’ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
γῆς τῆσδ’ ἐρασθήσεσθε· προυννέπω τάδε.
οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
855 ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως
τεύξῃ παρ’ ἀνδρῶν καὶ γυναικείων στόλων
ὅσ’ ἂν παρ’ ἄλλων οὔποτ’ ἂν σχέθοις βροτῶν.
σὺ δ’ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
μήθ’ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας
860 νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,
μήτ’, ἐξελοῦσ’ ὡς καρδίαν ἀλεκτόρων,
ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
865 ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως·
ἐνοικίου δ’ ὄρνιθος οὐ λέγω μάχην.
τοιαῦθ’ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην
χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.
870 Χο. ἐμὲ παθεῖν τάδε, φεῦ, [ἀντ. β.
ἐμὲ παλαιόφρονα, κατά τε γᾶν οἰκεῖν,
ἀτίετον, φεῦ, μύσος.
πνέω τοι μένος ἅπαντά τε κότον.
οἰοῖ δᾶ, φεῦ.
875 τίς μ’ ὑποδύεται πλευράς, ‹τίς› ὀδύνα
θυμόν; ἄιε, μᾶτερ
Νύξ· ἀπὸ γὰρ τιμᾶν δαναιᾶν με θεῶν
880 δυσπάλαμοι παρ’ οὐδὲν ἦραν δόλοι.
Αθ. οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,
ὡς μήποτ’ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ
θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν
ἄτιμος ἔρρειν τοῦδ’ ἀπόξενος πέδου.
885 ἀλλ’ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας,
γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον -
σὺ δ’ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν,
οὔ τἂν δικαίως τῇδ’ ἐπιρρέποις πόλει
μῆνίν τιν’ ἢ κότον τιν’ ἢ βλάβην στρατῷ.
890 ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς
εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.
Χο. ἄνασσ’ Ἀθάνα, τίνα με φῂς ἔχειν ἕδραν;
Αθ. πάσης ἀπήμον’ οἰζύος· δέχου δὲ σύ.
Χο. καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει;
895 Αθ. ὡς μή τιν’ οἶκον εὐθενεῖν ἄνευ σέθεν.
Χο. σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;
Αθ. τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.
Χο. καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;
Αθ. ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.
900 Χο. θέλξειν μ’ ἔοικας καὶ μεθίσταμαι κότου.
Αθ. τοιγὰρ κατὰ χθόν’ οὖσ’ ἐπικτήσῃ φίλους.
Χο. τί οὖν μ’ ἄνωγας τῇδ’ ἐφυμνῆσαι χθονί;
Αθ. ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,
καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου,
905 ἐξ οὐρανοῦ τε, κἀνέμων ἀήματα
εὐηλίως πνέοντ’ ἐπιστείχειν χθόνα·
καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον
ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,
καὶ τ�
�ν βροτείων σπερμάτων σωτηρίαν.
910 τῶν δ’ εὐσεβούντων ἐκφορωτέρα πέλοις.
στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,
τὸ τῶν δικαίων τῶνδ’ ἀπένθητον γένος.
τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δ’ ἐγὼ
πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ
915 τήνδ’ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.
Χο. δέξομαι Παλλάδος ξυνοικίαν, [στρ. α.
οὐδ’ ἀτιμάσω πόλιν,
τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε
φρούριον θεῶν νέμει,
ῥυσίβωμον Ἑλλά-
920 νων ἄγαλμα δαιμόνων·
ᾇτ’ ἐγὼ κατεύχομαι
θεσπίσασα πρευμενῶς
ἐπισσύτους βίου τύχας
ὀνησίμους
925 γαίας †ἐξαμβρόσαι
φαιδρὸν ἁλίου σέλας.
Αθ. τάδ’ ἐγὼ προφρόνως τοῖσδε πολίταις
πράσσω, μεγάλας καὶ δυσαρέστους
δαίμονας αὐτοῦ κατανασσαμένη.
930 πάντα γὰρ αὗται τὰ κατ’ ἀνθρώπους
ἔλαχον διέπειν.
ὅ γε μὴν κύρσας βαρεῶν τούτων,
οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου·
τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν
935 πρὸς τάσδ’ ἀπάγει, σιγῶν ‹δ’› ὄλεθρος
καὶ μέγα φωνοῦντ’
ἐχθραῖς ὀργαῖς ἀμαθύνει.
Χο. δενδροπήμων δὲ μὴ πνέοι βλάβα - [ἀντ. α.
τὰν ἐμὰν χάριν λέγω -
φλογμοὺς ὀμματοστερεῖς φυτῶν, τὸ
940 μὴ περᾶν ὅρον τόπων,
μηδ’ ἄκαρπος αἰα-
νὴς ἐφερπέτω νόσος,
μῆλά τ’ εὐθενοῦντα Πὰν
ξὺν διπλοῖσιν ἐμβρύοις
945 τρέφοι χρόνῳ τεταγμένῳ·
γόνος ‹δὲ γᾶς›
πλουτόχθων ἑρμαίαν
δαιμόνων δόσιν τίοι.
Αθ. ἦ τάδ’ ἀκούετε, πόλεως φρούριον,
οἷ’ ἐπικρανεῖ;
950 μέγα γὰρ δύναται πότνι’ Ἐρινὺς
παρά τ’ ἀθανάτοις τοῖς θ’ ὑπὸ γαῖαν,
περί τ’ ἀνθρώπων φανέρ’ ὡς τελέως
διαπράσσουσιν, τοῖς μὲν ἀοιδάς,
τοῖς δ’ αὖ δακρύων
955 βίον ἀμβλωπὸν παρέχουσαι.
Χο. ἀνδροκμῆτας δ’ ἀώ- [στρ. β.
ρους ἀπεννέπω τύχας,
νεανίδων τ’ ἐπηράτων
960 ἀνδροτυχεῖς βιότους δότε, κύρι’ ἔχοντες,
θεαί τ’ ὦ Μοῖραι
ματροκασιγνῆται,
δαίμονες ὀρθονόμοι,
παντὶ δόμῳ μετάκοινοι,
965 παντὶ χρόνῳ δ’ ἐπιβριθεῖς,
ἐνδίκοις ὁμιλίαις
πάντᾳ τιμιώταται θεῶν.
Αθ. τάδε τοι χώρᾳ τἠμῇ προφρόνως
ἐπικραινομένων
970 γάνυμαι· στέργω δ’ ὄμματα Πειθοῦς,
ὅτι μοι γλῶσσαν καὶ στόμ’ ἐπώπα
πρὸς τάσδ’ ἀγρίως ἀπανηναμένας·
ἀλλ’ ἐκράτησε Ζεὺς ἀγοραῖος·
νικᾷ δ’ ἀγαθῶν
975 ἔρις ἡμετέρα διὰ παντός.
Χο. τὰν δ’ ἄπληστον κακῶν [ἀντ. β.
μήποτ’ ἐν πόλει στάσιν
τᾷδ’ ἐπεύχομαι βρέμειν.
980 μηδὲ πιοῦσα κόνις μέλαν αἷμα πολιτᾶν
δι’ ὀργὰν ποινᾶς
ἀντιφόνους ἄτας
ἁρπαλίσαι πόλεως.
χάρματα δ’ ἀντιδιδοῖεν
985 κοινοφιλεῖ διανοίᾳ,
καὶ στυγεῖν μιᾷ φρενί.
πολλῶν γὰρ τόδ’ ἐν βροτοῖς ἄκος.
Αθ. ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς
ὁδὸν εὑρίσκειν;
990 ἐκ τῶν φοβερῶν τῶνδε προσώπων
μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις·
τάσδε γὰρ εὔφρονας εὔφρονες ἀεὶ
μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν
ὀρθοδίκαιον
995 πρέψετε πάντως διάγοντες.
Χο. ‹χαίρετε,› χαίρετ’ ἐν αἰσιμίαισι πλούτου. [στρ. γ.
χαίρετ’ ἀστικὸς λεώς,
ἴκταρ ἥμενοι Διός,
παρθένου φίλας φίλοι
1000 σωφρονοῦντες ἐν χρόνῳ.
Παλλάδος δ’ ὑπὸ πτεροῖς
ὄντας ἅζεται πατήρ.
Αθ. χαίρετε χὐμεῖς· προτέραν δ’ ἐμὲ χρὴ
στείχειν θαλάμους
1005 ἀποδείξουσαν πρὸς φῶς ἱερὸν
τῶνδε προπομπῶν. ἴτε καὶ σφαγίων
τῶνδ’ ὑπὸ σεμνῶν κατὰ γῆς σύμεναι
τὸ μὲν ἀτηρὸν χωρὶς κατέχειν,
τὸ δὲ κερδαλέον
πέμπειν πόλεως ἐπὶ νίκῃ.
1010 ὑμεῖς δ’ ἡγεῖσθε, πολισσοῦχοι
παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.
εἴη δ’ ἀγαθῶν
ἀγαθὴ διάνοια πολίταις.
Χο. χαίρετε, χαίρετε δ’ αὖθις, ἐπεὶ διπλοίζω, [ἀντ. γ.
1015 πάντες οἱ κατὰ πτόλιν,
δαίμονές τε καὶ βροτοί·
Παλλάδος πόλιν νέμον-
τες μετοικίαν τ’ ἐμὴν
εὐσεβοῦντες οὔτι μέμ-
1020 ψεσθε συμφορὰς βίου.
Αθ. αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων
πέμψω τε φέγγει λαμπάδων σελασφόρων
ἐς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπους
ξὺν προσπόλοισιν αἵτε φρουροῦσιν βρέτας
1025 τοὐμόν, δικαίως. ὄμμα γὰρ πάσης χθονὸς
Θησῇδος ἐξίκοιτ’ ἄν, εὐκλεὴς λόχος
παίδων, γυ�
�αικῶν, καὶ στόλος πρεσβυτίδων,
. . . . . . . .
. . . . . . . .
φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι
τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός,
1030 ὅπως ἂν εὔφρων ἥδ’ ὁμιλία χθονὸς
τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ.
ΠΡΟΠΟΜΠΟΙ
βᾶτε νόμῳ, μεγάλαι φιλότιμοι [στρ. α.
Νυκτὸς παῖδες ἄπαιδες, ὑπ’ εὐθύφρονι πομπᾷ,
1035 (εὐφαμεῖτε δέ, χωρῖται.)
γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν, [ἀντ. α.
[καὶ] τιμαῖς καὶ θυσίαις περίσεπται τύχᾳ τε.
(εὐφαμεῖτε δὲ πανδαμεί.)
1040 ἵλαοι δὲ καὶ εὐθύφρονες γᾷ [στρ. β.
δεῦρ’ ἴτε, Σεμναὶ ‹θεαί›, πυριδάπτῳ
λαμπάδι τερπόμεναι καθ’ ὁδόν.
(ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.)
†σπονδαὶ δ’ ἐς τὸ πᾶν ἔνδαιδες οἴκων † [ἀντ. β.
1045 Παλλάδος ἀστοῖς· Ζεὺς ‹ὁ› πανόπτας
οὕτω Μοῖρά τε συγκατέβα.
(ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.)
Προμηθεὺς Δεσμώτης - PROMETHEUS BOUND
ΚΡΑΤΟΣ
Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
Σκύθην ἐς οἷμον, ἄβροτον εἰς ἐρημίαν.
Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
5 ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
θνητοῖσι κλέψας ὤπασεν· τοιᾶσδέ τοι
ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
10 ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.