Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 64
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 64

by Aeschylus

ἔπος δ’ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς.

  τὴν μητέρ’ εἰπὲ πρῶτον εἰ κατέκτονας.

  Ορ. ἔκτεινα· τούτου δ’ οὔτις ἄρνησις πέλει.

  Χο. ἓν μὲν τόδ’ ἤδη τῶν τριῶν παλαισμάτων.

   590 Ορ. οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.

  Χο. εἰπεῖν γε μέντοι δεῖ σ’ ὅπως κατέκτανες.

  Ορ. λέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.

  Χο. πρὸς τοῦ δ’ ἐπείσθης καὶ τίνος βουλεύμασιν;

  Ορ. τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι.

   595 Χο. ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;

  Ορ. καὶ δεῦρό γ’ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.

  Χο. ἀλλ’ εἴ σε μάρψει ψῆφος, ἄλλ’ ἐρεῖς τάχα.

  Ορ. πέποιθ’· ἀρωγὰς [δ’] ἐκ τάφου πέμπει πατήρ.

  Χο. νεκροῖσί νυν πέπισθι μητέρα κτανών.

   600 Ορ. δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτων.

  Χο. πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.

  Ορ. ἀνδροκτονοῦσα πατέρ’ ἐμὸν κατέκτανε.

  Χο. †τοιγὰρ σὺ μὲν ζῇς, ἡ δ’ ἐλευθέρα φόνου.

  Ορ. τί δ’ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;

   605 Χο. οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.

  Ορ. ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;

  Χο. πῶς γάρ σ’ ἔθρεψεν ἐντός, ὦ μιαιφόνε,

  ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον;

  Ορ. ἤδη σὺ μαρτύρησον, ἐξηγοῦ δέ μοι,

   610 Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.

  δρᾶσαι γάρ, ὥσπερ ἔστιν, οὐκ ἀρνούμεθα·

  ἀλλ’ εἰ δικαίως εἴτε μὴ τῇ σῇ φρενὶ

  δοκεῖ, τόδ’ αἷμα κρῖνον, ὡς τούτοις φράσω.

  Απ. λέξω πρὸς ὑμᾶς, τόνδ’ Ἀθηναίας μέγαν

   615 θεσμόν, δικαίως, μάντις ὢν δ’ οὐ ψεύσομαι.

  οὐπώποτ’ εἶπον μαντικοῖσιν ἐν θρόνοις,

  οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,

  ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.

  τὸ μὲν δίκαιον τοῦθ’ ὅσον σθένει μαθεῖν,

   620 βουλῇ πιφαύσκω δ’ ὔμμ’ ἐπισπέσθαι πατρός.

  ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.

  Χο. Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,

  φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον

  πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;

   625 Απ. οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν

  διοσδότοις σκήπτροισι τιμαλφούμενον,

  καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις

  τόξοις ἑκηβόλοισιν, ὥστ’ Ἀμαζόνος,

  ἀλλ’ ὡς ἀκούσῃ, Παλλάς, οἵ τ’ ἐφήμενοι

   630 ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.

  ἀπὸ στρατείας γάρ νιν, ἠμποληκότα

  τὰ πλεῖστ’ ἄμεινον, εὔφροσιν δεδεγμένη

  .  .  .  .  .  .  .  .

  δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι

  φᾶρος περεσκήνωσεν, ἐν δ’ ἀτέρμονι

   635 κόπτει πεδήσασ’ ἄνδρα δαιδάλῳ πέπλῳ.

  ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος

  τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.

  †ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,

  ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.

   640 Χο. πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ·

  αὐτὸς δ’ ἔδησε πατέρα πρεσβύτην Κρόνον.

  πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;

  ὑμᾶς δ’ ἀκούειν ταῦτ’ ἐγὼ μαρτύρομαι.

  Απ. ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,

   645 πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδ’ ἄκος,

  καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος·

  ἀνδρὸς δ’ ἐπειδὰν αἷμ’ ἀνασπάσῃ κόνις

  ἅπαξ θανόντος, οὔτις ἔστ’ ἀνάστασις.

  τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ

   650 οὑμός, τὰ δ’ ἄλλα πάντ’ ἄνω τε καὶ κάτω

  στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.

  Χο. πῶς γὰρ τὸ φεύγειν τοῦδ’ ὑπερδικεῖς ὅρα·

  τὸ μητρὸς αἷμ’ ὅμαιμον ἐκχέας πέδοι

  ἔπειτ’ ἐν Ἄργει δώματ’ οἰκήσει πατρός;

   655 ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;

  ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;

  Απ. καὶ τοῦτο λέξω, καὶ μάθ’ ὡς ὀρθῶς ἐρῶ.

  οὐκ ἔστι μήτηρ ἡ κεκλημένη τέκνου

  τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου·

   660 τίκτει δ’ ὁ θρῴσκων, ἡ δ’ ἅπερ ξένῳ ξένη

  ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.

  τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου·

  πατὴρ μὲν ἂν γείναιτ’ ἄνευ μητρός· πέλας

  μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,

  .  .  .  .  .  .  .  .

   665 οὐδ’ ἐν σκότοισι νηδύος τεθραμμένη,

  ἀλλ’ οἷον ἔρνος οὔτις ἂν τέκοι θεά.

  ἐγὼ δέ, Παλλάς, τἄλλα θ’ ὡς ἐπίσταμαι,

  τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,

  καὶ τόνδ’ ἔπεμψα σῶν δόμων ἐφέστιον,

   670 ὅπως γένοιτο πίστις ἐς τὸ πᾶν χρόνου

  καὶ τόνδ’ ἐπικτήσαιο σύμμαχον, θεά,

  καὶ τοὺς ἔπειτα, καὶ τάδ’ αἰανῶς μένοι

  στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.

  Αθ. ἤδη κελεύω τούσδ’ ἀπὸ γνώμης φέρειν

   675 ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;

  Χο. �
��μῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.

  μένω δ’ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.

  Αθ. τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ’ ἄμομφος ὦ;

  Απ. ἠκούσαθ’ ὧν ἠκούσατ’, ἐν δὲ καρδίᾳ

   680 ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.

  Αθ. κλύοιτ’ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,

  πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.

  ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ

  αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.

   685 πάγον δ’ †Ἄρειον τόνδ’, Ἀμαζόνων ἕδραν

  σκηνάς θ’, ὅτ’ ἦλθον Θησέως κατὰ φθόνον

  στρατηλατοῦσαι, καὶ πόλει νεόπτολιν

  τήνδ’ ὑψίπυργον ἀντεπύργωσαν τότε,

  Ἄρει δ’ ἔθυον, ἔνθεν ἔστ’ ἐπώνυμος

   690 πέτρα πάγος τ’ Ἄρειος· ἐν δὲ τῷ σέβας

  ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν

  σχήσει τό τ’ ἦμαρ καὶ κατ’ εὐφρόνην ὁμῶς,

  αὐτῶν πολιτῶν μὴ ‘πικαινούντων νόμους

  κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δ’ ὕδωρ

   695 λαμπρὸν μιαίνων οὔποθ’ εὑρήσεις ποτόν.

  τὸ μήτ’ ἄναρχον μήτε δεσποτούμενον

  ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,

  καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.

  τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;

   700 τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας

  ἔρυμα [τε] χώρας καὶ πόλεως σωτήριον

  ἔχοιτ’ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,

  οὔτ’ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.

  κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,

   705 αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ

  ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.

  ταύτην μὲν ἐξέτειν’ ἐμοῖς παραίνεσιν

  ἀστοῖσιν ἐς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ

  καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην

   710 αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.

  Χο. καὶ μὴν βαρεῖαν τήνδ’ ὁμιλίαν χθονὸς

  ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.

  Απ. κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς

  ταρβεῖν κελεύω μηδ’ ἀκαρπώτους κτίσαι.

   715 Χο. ἀλλ’ αἱματηρὰ πράγματ’ οὐ λαχὼν σέβεις,

  μαντεῖα δ’ οὐκέθ’ ἁγνὰ μαντεύσῃ νέμων.

  Απ. ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων

  πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;

  Χο. λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης

   720 βαρεῖα χώρᾳ τῇδ’ ὁμιλήσω πάλιν.

  Απ. ἀλλ’ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις

  θεοῖς ἄτιμος εἶ σύ· νικήσω δ’ ἐγώ.

  Χο. τοιαῦτ’ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·

  Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.

   725 Απ. οὔκουν δίκαιον τὸν σέβοντ’ εὐεργετεῖν,

  ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;

  Χο. σύ τοι παλαιὰς διανομὰς καταφθίσας

  οἴνῳ παρηπάφησας ἀρχαίας θεάς.

  Απ. σύ τοι τάχ’ οὐκ ἔχουσα τῆς δίκης τέλος

   730 ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.

  Χο. ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,

  δίκης γενέσθαι τῆσδ’ ἐπήκοος μένω,

  ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.

  Αθ. ἐμὸν τόδ’ ἔργον, λοισθίαν κρῖναι δίκην·

   735 ψῆφον δ’ Ὀρέστῃ τήνδ’ ἐγὼ προσθήσομαι.

  μήτηρ γὰρ οὔτις ἔστιν ἥ μ’ ἐγείνατο,

  τὸ δ’ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,

  ἅπαντι θυμῷ, κάρτα δ’ εἰμὶ τοῦ πατρός.

  οὕτω γυναικὸς οὐ προτιμήσω μόρον

   740 ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.

  νικᾷ δ’ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.

  ἐκβάλλεθ’ ὡς τάχιστα τευχέων πάλους,

  ὅσοις δικαστῶν τοῦτ’ ἐπέσταλται τέλος.

  Ορ. ὦ Φοῖβ’ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;

   745 Χο. ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ’ ὁρᾷς τάδε;

  Ορ. νῦν ἀγχόνης μοι τέρματ’, ἢ φάος βλέπειν.

  Χο. ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.

  Απ. πεμπάζετ’ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,

  τὸ μὴ ἀδικεῖν σέβοντες ἐν διαιρέσει.

   750 γνώμης δ’ ἀπούσης πῆμα γίγνεται μέγα,

  βαλοῦσά τ’ οἶκον ψῆφος ὤρθωσεν μία.

  Αθ. ἀνὴρ ὅδ’ ἐκπέφευγεν αἵματος δίκην·

  ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.

  Ορ. ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους,

   755 γαίας πατρῴας ἐστερημένον σύ τοι

  κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ,

  ‘Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν

  οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου

  ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου

   760 Σωτῆρος’ - ὃς πατρῷον αἰδεσθεὶς μόρον

  σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.

  ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ

  τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον

  ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,

   765 μήτοι τιν’ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς

  ἐλθόντ’ ἐποίσειν εὖ κεκασμένον δόρυ.

  αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε

  τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα

  ἀμηχάνοισι †π�
�άξομεν δυσπραξίαις,

   770 ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους

  τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος·

  ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος

  τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,

  αὐτοί σφιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.

   775 καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς·

  πάλαισμ’ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,

  σωτήριόν τε καὶ δορὸς νικηφόρον.

  Χο. ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους  [στρ. α.

  καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.

   780 ἐγὼ δ’ ἄτιμος ἁ τάλαινα βαρύκοτος

  ἐν γᾷ τᾷδε, φεῦ,

  ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας

  σταλαγμὸν χθονὶ

  ἄφορον· ἐκ δὲ τοῦ

   785 λιχὴν ἄφυλλος ἄτεκνος, ἰὼ δίκα,

  πέδον ἐπισύμενος

  βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.

  στενάζω; τί ῥέξω;

  γελῶμαι· δύσοιστ’ ἐν

   790 πολίταις ἔπαθον·

  ἰὼ μεγάλατοι κόραι δυστυχεῖς

  Νυκτὸς ἀτιμοπενθεῖς.

  Αθ. ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.

   795 οὐ γὰρ νενίκησθ’, ἀλλ’ ἰσόψηφος δίκη

  ἐξῆλθ’ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν·

  ἀλλ’ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,

  αὐτός θ’ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,

  ὡς ταῦτ’ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.

   800 ὑμεῖς δ’ ἐμεῖτε τῇδε γῇ βαρὺν κότον;

  σκέψασθε, μὴ θυμοῦσθε, μηδ’ ἀκαρπίαν

  τεύξητ’, ἀφεῖσαι δαιμόνων σταλάγματα,

  βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.

 

‹ Prev