Book Read Free

Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Page 66

by Aeschylus


  ΗΦΑΙΣΤΟΣ

  Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς

  ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·

  ἐγὼ δ’ ἄτολμός εἰμι συγγενῆ θεὸν

    15 δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.

  πάντως δ’ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·

  εὐωριάζειν γὰρ πατρὸς λόγους βαρύ.

  τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,

  ἄκοντά σ’ ἄκων δυσλύτοις χαλκεύμασι

    20 προσπασσαλεύσω τῷδ’ ἀπανθρώπῳ πάγῳ,

  ἵν’ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν

  ὄψῃ, σταθευτὸς δ’ ἡλίου φοίβῃ φλογὶ

  χροιᾶς ἀμείψεις ἄνθος· ἀσμένῳ δέ σοι

  ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,

    25 πάχνην θ’ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·

  αἰεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ

  τρύσει σ’· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.

  τοιαῦτ’ ἐπηύρου τοῦ φιλανθρώπου τρόπου.

  θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον

    30 βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης·

  ἀνθ’ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν

  ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·

  πολλοὺς δ’ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς

  φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες·

    35 ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.

  Κρ. εἶἑν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;

  τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,

  ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;

  Ηφ. τὸ συγγενές τοι δεινὸν ἥ θ’ ὁμιλία.

    40 Κρ. σύμφημ’· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων

  οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;

  Ηφ. αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.

  Κρ. ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι· σὺ δὲ

  τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.

    45 Ηφ. ὦ πολλὰ μισηθεῖσα χειρωναξία.

  Κρ. τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ

  τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.

  Ηφ. ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.

  Κρ. ἅπαντ’ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν.

    50 ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.

  Ηφ. ἔγνωκα τοῖσδε, κοὐδὲν ἀντειπεῖν ἔχω.

  Κρ. οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,

  ὡς μή σ’ ἐλινύοντα προσδερχθῇ πατήρ;

  Ηφ. καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.

    55 Κρ. βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει

  ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.

  Ηφ. περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.

  Κρ. ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα·

  δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.

    60 Ηφ. ἄραρεν ἥδε γ’ ὠλένη δυσεκλύτως.

  Κρ. καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα

  μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.

  Ηφ. πλὴν τοῦδ’ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.

  Κρ. ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον

    65 στέρνων διαμπὰξ πασσάλευ’ ἐρρωμένως.

  Ηφ. αἰαῖ, Προμηθεῦ, σῶν ὕπερ στένω πόνων.

  Κρ. σὺ δ’ αὖ κατοκνεῖς τῶν Διός τ’ ἐχθρῶν ὕπερ

  στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.

  Ηφ. ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.

    70 Κρ. ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.

  ἀλλ’ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.

  Ηφ. δρᾶν ταῦτ’ ἀνάγκη, μηδὲν ἐγκέλευ’ ἄγαν.

  Κρ. ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.

  χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.

    75 Ηφ. καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.

  Κρ. ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας·

  ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.

  Ηφ. ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.

  Κρ. σὺ μαλθακίζου, τὴν δ’ ἐμὴν αὐθαδίαν

    80 ὀργῆς τε τραχυτῆτα μὴ ‘πίπλησσέ μοι.

  Ηφ. στείχωμεν· ὡς κώλοισιν ἀμφίβληστρ’ ἔχει.

  Κρ. ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα

  συλῶν ἐφημέροισι προστίθει. τί σοι

  οἷοί τε θνητοὶ τῶνδ’ ἀπαντλῆσαι πόνων;

    85 ψευδωνύμως σε δαίμονες Προμηθέα

  καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως,

  ὅτῳ τρόπῳ τῆσδ’ ἐκκυλισθήσῃ τέχνης.

  ΠΡΟΜΗΘΕΥΣ

  ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,

  ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων

    90 ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,

  καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ·

  ἴδεσθέ μ’ οἷα πρὸς θεῶν πάσχω θεός.

  δέρχθηθ’ οἵαις αἰκείαισιν

  διακναιόμενος τὸν μυριετῆ

    95 χρόνον ἀθλεύσω.

  τοιόνδ’ ὁ νέος ταγὸς μακάρων

  ἐξηῦρ’ ἐπ’ ἐμοὶ δεσμὸν ἀεικῆ.

  φεῦ φεῦ, τὸ παρὸν τό τ’ ἐπερχόμενον

  πῆμα στενάχω· πῇ ποτε μόχθων

   100 χρὴ τέρματα τῶνδ’ ἐπιτεῖλαι;

  καίτοι τί φημι; πάντα προυξεπίσταμαι

  σκεθρῶς τὰ μέλλοντ’, οὐδέ μοι ποταίνιον

  πῆμ’ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ

  αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ’ ὅτι

   105 τὸ τῆς ἀνάγκης ἔστ’
ἀδήριτον σθένος.

  ἀλλ’ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας

  οἷόν τέ μοι τάσδ’ ἐστί. θνητοῖς γὰρ γέρα

  πορὼν ἀνάγκαις ταῖσδ’ ἐνέζευγμαι τάλας·

  ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς

   110 πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης

  πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.

  τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω

  ὑπαίθριος δεσμοῖς πεπασσαλευμένος.

  ἆ ἆ.

  ἔα ἔα.

   115 τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ’ ἀφεγγής,

  θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;

  τερμόνιον ἵκετ’ ἐπὶ πάγον

  πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;

  ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν,

   120 τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς

  δι’ ἀπεχθείας ἐλθόνθ’ ὁπόσοι

  τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,

  διὰ τὴν λίαν φιλότητα βροτῶν.

  φεῦ φεῦ, τί ποτ’ αὖ κινάθισμα κλύω

   125 πέλας οἰωνῶν; αἰθὴρ δ’ ἐλαφραῖς

  πτερύγων ῥιπαῖς ὑποσυρίζει.

  πᾶν μοι φοβερὸν τὸ προσέρπον.

  ΧΟΡΟΣ

   μηδὲν φοβηθῇς·   [στρ. α.

  φιλία γὰρ ἥδε τάξις

  πτερύγων θοαῖς ἁμίλλαις

   130 προσέβα τόνδε πάγον, πα-

  τρῴας μόγις παρειποῦ-

  σα φρένας,

  κραιπνοφόροι δέ μ’ ἔπεμψαν αὖραι·

  κτύπου γὰρ ἀχὼ

  χάλυβος διῇξεν ἄντρων

  μυχόν, ἐκ δ’ ἔπληξέ μου τὰν

  θεμερῶπιν αἰδῶ·

   135 σύθην δ’ ἀπέδιλος ὄχῳ πτερωτῷ.

  Πρ. αἰαῖ αἰαῖ,

  τῆς πολυτέκνου Τηθύος ἔκγονα,

  τοῦ περὶ πᾶσάν θ’ εἱλισσομένου

  χθόν’ ἀκοιμήτῳ ῥεύματι παῖδες

   140 πατρὸς Ὠκεανοῦ,

  δέρχθητ’, ἐσίδεσθ’ οἵῳ δεσμῷ

  προσπορπατὸς τῆσδε φάραγγος

  σκοπέλοις ἐν ἄκροις

  φρουρὰν ἄζηλον ὀχήσω.

  Χο.   λεύσσω, Προμηθεῦ·   [ἀντ. α.

  φοβερὰ δ’ ἐμοῖσιν ὄσσοις

   145 ὁμίχλα προσῇξε πλήρης

  δακρύων σὸν δέμας εἰσι-

  δούσῃ πέτρᾳ προσαυαι-

  νόμενον

  ταῖσδ’ ἀδαμαντοδέτοισι λύμαις·

  νέοι γὰρ οἰα-

  κονόμοι κρατοῦσ’ Ὀλύμπου·

  νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς

   150   ἀθέτως κρατύνει,

  τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.

  Πρ. εἰ γάρ μ’ ὑπὸ γῆν νέρθεν θ’ Αἵδου

  τοῦ νεκροδέγμονος εἰς ἀπέραντον

  Τάρταρον ἧκεν,

   155 δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,

  ὡς μήτε θεὸς μήτε τις ἄλλος

  τοῖσδ’ ἐγεγήθει.

  νῦν δ’ αἰθέριον κίνυγμ’ ὁ τάλας

  ἐχθροῖς ἐπίχαρτα πέπονθα.

   160 Χο. τίς ὧδε τλησικάρδιος   [στρ. β.

  θεῶν, ὅτῳ τάδ’ ἐπιχαρῆ;

  τίς οὐ ξυνασχαλᾷ κακοῖς

  τεοῖσι, δίχα γε Διός; ὁ δ’ ἐπικότως ἀεὶ

  θέμενος ἄγναμπτον νόον

    δάμναται οὐρανίαν

   165   γένναν, οὐδὲ λήξει,

  πρὶν ἂν ἢ κορέσῃ κέαρ, ἢ παλάμᾳ τινὶ

  τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.

  Πρ. ἦ μὴν ἔτ’ ἐμοῦ, καίπερ κρατεραῖς

  ἐν γυιοπέδαις αἰκιζομένου,

  χρείαν ἕξει μακάρων πρύτανις,

   170 δεῖξαι τὸ νέον βούλευμ’, ὑφ’ ὅτου

  σκῆπτρον τιμάς τ’ ἀποσυλᾶται.

  καί μ’ οὔτι μελιγλώσσοις πειθοῦς

  ἐπαοιδαῖσιν θέλξει, στερεάς τ’

  οὔποτ’ ἀπειλὰς πτήξας τόδ’ ἐγὼ

   175 καταμηνύσω, πρὶν ἂν ἐξ ἀγρίων

  δεσμῶν χαλάσῃ ποινάς τε τίνειν

   τῆσδ’ αἰκείας ἐθελήσῃ.

  Χο. σὺ μὲν θρασύς τε καὶ πικραῖς   [ἀντ. β.

  δύαισιν οὐδὲν ἐπιχαλᾷς,

   180 ἄγαν δ’ ἐλευθεροστομεῖς.

  ἐμὰς δὲ φρένας ἠρέθισε διάτορος φόβος·

  δέδια δ’ ἀμφὶ σαῖς τύχαις,

    πᾷ ποτε τῶνδε πόνων

    χρή σε τέρμα κέλσαντ’

  ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ

   185 ἀπαράμυθον ἔχει Κρόνου παῖς.

  Πρ. οἶδ’ ὅτι τραχὺς καὶ παρ’ ἑαυτῷ

  τὸ δίκαιον ἔχων Ζεύς· ἀλλ’ ἔμπας [ὀίω],

  μαλακογνώμων

  ἔσται ποθ’, ὅταν ταύτῃ ῥαισθῇ·

   190 τὴν δ’ ἀτέραμνον στορέσας ὀργὴν

  εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα

  σπεύδων σπεύδοντί ποθ’ ἥξει.

  Χο. πάντ’ ἐκκάλυψον καὶ γέγων’ ἡμῖν λόγον,

  ποίῳ λαβών σε Ζεὺς ἐπ’ αἰτιάματι

   195 οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·

  δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτῃ λόγῳ.

  Πρ. ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,

  ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.

  ἐπεὶ τάχιστ’ ἤρξαντο δαίμονες χόλου

   200 στάσις τ’ ἐν ἀλλήλοισιν ὠροθύνετο,

  οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,

  ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν

  σπεύδοντες, ὡς Ζεὺς μήποτ’ ἄρξειεν θεῶν,

  ἐνταῦθ’ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν

   205 Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,

  οὐκ ἠδυνήθην· αἱ
μύλας δὲ μηχανὰς

  ἀτιμάσαντες καρτεροῖς φρονήμασιν

  ᾤοντ’ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν·

  ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις

   210 καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,

  τὸ μέλλον ᾗ κρανοῖτο προυτεθεσπίκει,

  ὡς οὐ κατ’ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν

  χρείη, δόλῳ δέ, τοὺς ὑπερσχόντας κρατεῖν.

  τοιαῦτ’ ἐμοῦ λόγοισιν ἐξηγουμένου

   215 οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.

  κράτιστα δή μοι τῶν παρεστώτων τότε

  ἐφαίνετ’ εἶναι προσλαβόντα μητέρα

  ἑκόνθ’ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.

  ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς

   220 κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον

  αὐτοῖσι συμμάχοισι. τοιάδ’ ἐξ ἐμοῦ

  ὁ τῶν θεῶν τύραννος ὠφελημένος

  κακαῖσι ποιναῖς ταῖσδέ μ’ ἐξημείψατο.

  ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι

   225 νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.

  ὃ δ’ οὖν ἐρωτᾶτ’, αἰτίαν καθ’ ἥντινα

  αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.

  ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον

  καθέζετ’, εὐθὺς δαίμοσιν νέμει γέρα

   230 ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο

  ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον

  οὐκ ἔσχεν οὐδέν’, ἀλλ’ ἀιστώσας γένος

  τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.

  καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.

   235 ἐγὼ δ’ ἐτόλμησ’· ἐξελυσάμην βροτοὺς

  τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.

  τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,

 

‹ Prev