by Aeschylus
πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ’ ἰδεῖν·
θνητοὺς δ’ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
240 οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς
ὧδ’ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
Χο. σιδηρόφρων τοι κἀκ πέτρας εἰργασμένος
ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
μόχθοις· ἐγὼ γὰρ οὔτ’ ἂν εἰσιδεῖν τάδε
245 ἔχρῃζον εἰσιδοῦσά τ’ ἠλγύνθην κέαρ.
Πρ. καὶ μὴν φίλοις ἐλεινὸς εἰσορᾶν ἐγώ.
Χο. μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
Πρ. θνητούς γ’ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
Χο. τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
250 Πρ. τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
Χο. μέγ’ ὠφέλημα τοῦτ’ ἐδωρήσω βροτοῖς.
Πρ. πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
Χο. καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ’ ἐφήμεροι;
Πρ. ἀφ’ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
255 Χο. τοιοῖσδε δή σε Ζεὺς ἐπ’ αἰτιάμασιν -
Πρ. αἰκίζεταί γε κοὐδαμῇ χαλᾷ κακῶν.
Χο. οὐδ’ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
Πρ. οὐκ ἄλλο γ’ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.
Χο. δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
260 ἥμαρτες; ὡς δ’ ἥμαρτες οὔτ’ ἐμοὶ λέγειν
καθ’ ἡδονὴν σοί τ’ ἄλγος. ἀλλὰ ταῦτα μὲν
μεθῶμεν, ἄθλου δ’ ἔκλυσιν ζήτει τινά.
Πρ. ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα
ἔχει παραινεῖν νουθετεῖν τε τοὺς κακῶς
265 πράσσοντας· εὖ δὲ ταῦτα πάντ’ ἠπιστάμην.
ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·
θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.
οὐ μήν τι ποιναῖς γ’ ᾠόμην τοίαισί με
κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
270 τυχόντ’ ἐρήμου τοῦδ’ ἀγείτονος πάγου.
καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ’ ἄχη,
πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
ἀκούσαθ’, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.
πίθεσθέ μοι, πίθεσθε, συμπονήσατε
275 τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη
πρὸς ἄλλοτ’ ἄλλον πημονὴ προσιζάνει.
Χο. οὐκ ἀκούσαις ἐπεθώυξας
τοῦτο, Προμηθεῦ. καὶ νῦν ἐλαφρῷ
ποδὶ κραιπνόσυτον θᾶκον προλιποῦσ’
280 αἰθέρα θ’ ἁγνὸν πόρον οἰωνῶν,
ὀκριοέσσῃ χθονὶ τῇδε πελῶ,
τοὺς σοὺς δὲ πόνους
χρῄζω διὰ παντὸς ἀκοῦσαι.
ΩΚΕΑΝΟΣ
ἥκω δολιχῆς τέρμα κελεύθου
285 διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
τὸν πτερυγωκῆ τόνδ’ οἰωνὸν
γνώμῃ στομίων ἄτερ εὐθύνων·
ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
τό τε γάρ με, δοκῶ, ξυγγενὲς οὕτως
290 ἐπαναγκάζει,
χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
μείζονα μοῖραν νείμαιμ’ ἢ σοί.
γνώσῃ δὲ τάδ’ ὡς ἔτυμ’, οὐδὲ μάτην
χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ
295 σήμαιν’ ὅ τι χρή σοι συμπράσσειν·
οὐ γάρ ποτ’ ἐρεῖς ὡς Ὠκεανοῦ
φίλος ἐστὶ βεβαιότερός σοι.
Πρ. ἔα· τί χρῆμα; καὶ σὺ δὴ πόνων ἐμῶν
ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
300 ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
αὐτόκτιτ’ ἄντρα, τὴν σιδηρομήτορα
ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας
ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;
δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
305 τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
οἵαις ὑπ’ αὐτοῦ πημοναῖσι κάμπτομαι.
Ωκ. ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι
θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.
γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
310 νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
εἰ δ’ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
ῥίψεις, τάχ’ ἄν σου καὶ μακρὰν ἀνωτέρω
θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον
παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
315 ἀλλ’, ὦ ταλαίπωρ’, ἃς ἔχεις ὀργὰς ἄφες,
ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
ἀρχαῖ’ ἴσως σοι φαίνομαι λέγειν τάδε.
τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
320 σὺ δ’ οὐδέπω ταπεινὸς οὐδ’ εἴκεις κακοῖς,
πρὸς τοῖς παροῦσι δ’ ἄλλα προσλαβεῖν θέλεις.
οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι
τραχὺς μόναρχος οὐδ’ ὑπεύθυνος κρατεῖ.
325 καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
ἐὰν δύνωμαι τῶνδέ σ’ ἐκλῦσαι πόνων·
σὺ δ’ ἡσύχαζε μηδ’ ἄγαν λαβροστόμει.
ἢ οὐκ οἶσθ’ ἀκριβῶς ὢν περισσόφρων ὅτι
γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
330 Πρ. ζηλῶ σ’ ὁθούνεκ’ ἐκτὸς αἰτίας κυρεῖς,
†πάντων μετασχὼν καὶ τετολμηκὼς ἐμοί. †
καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.
πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθή
ς.
πάπταινε δ’ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
335 Ωκ. πολλῷ γ’ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.
αὐχῶ γάρ, αὐχῶ, τήνδε δωρειὰν ἐμοὶ
δώσειν Δί’, ὥστε τῶνδέ σ’ ἐκλῦσαι πόνων.
340 Πρ. τὰ μέν σ’ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·
προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ
μηδὲν πόνει· μάτην γὰρ οὐδὲν ὠφελῶν
ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.
ἀλλ’ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·
345 ἐγὼ γὰρ οὐκ εἰ δυστυχῶ, τοῦδ’ εἵνεκα
θέλοιμ’ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
οὐ δῆτ’, ἐπεί με καὶ κασιγνήτου τύχαι
τείρουσ’ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους
ἕστηκε κίον’ οὐρανοῦ τε καὶ χθονὸς
350 ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας,
ἑκατογκάρανον πρὸς βίαν χειρούμενον,
†Τυφῶνα θοῦρον. ὃς πᾶσιν ἀντέστη θεοῖς,
355 σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον,
ἐξ ὀμμάτων δ’ ἤστραπτε γοργωπὸν σέλας,
ὡς τὴν Διὸς τυραννίδ’ ἐκπέρσων βίᾳ·
ἀλλ’ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,
καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
360 ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας
κεῖται στενωποῦ πλησίον θαλασσίου
365 ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο.
κορυφαῖς δ’ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
Ἥφαιστος, ἔνθεν ἐκραγήσονταί ποτε
ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
τῆς καλλικάρπου Σικελίας λευροὺς γύας·
370 τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,
καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
σὺ δ’ οὐκ ἄπειρος, οὐδ’ ἐμοῦ διδασκάλου
χρῄζεις· σεαυτὸν σῷζ’ ὅπως ἐπίστασαι·
375 ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
ἔστ’ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
Ωκ. οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
Πρ. ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
380 καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.
Ωκ. ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.
Πρ. μόχθον περισσὸν κουφόνουν τ’ εὐηθίαν.
Ωκ. ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ
385 κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.
Πρ. ἐμὸν δοκήσει τἀμπλάκημ’ εἶναι τόδε.
Ωκ. σαφῶς μ’ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
Πρ. μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.
Ωκ. ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
390 Πρ. τούτου φυλάσσου μή ποτ’ ἀχθεσθῇ κέαρ.
Ωκ. ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
Πρ. στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.
Ωκ. ὁρμωμένῳ μοι τόνδ’ ἐθώυξας λόγον.
λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς
395 τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂν
σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.
ΧΟΡΟΣ
στένω σε τᾶς οὐ- [στρ. α.
λομένας τύχας, Προμηθεῦ·
δακρυσίστακτον [δ’] ἀπ’ ὄσσων
400 ῥαδινῶν λειβομένα ῥέος παρειὰν
νοτίοις ἔτεγξα παγαῖς·
ἀμέγαρτα γὰρ τάδε Ζεὺς
ἰδίοις νόμοις κρατύνων
ὑπερήφανον θεοῖς τοῖς
405 πάρος ἐνδείκνυσιν αἰχμάν.
πρόπασα δ’ ἤδη [ἀντ. α.
στονόεν λέλακε χώρα,
μεγαλοσχήμονά τ’ ἀρχαι-
οπρεπῆ ˉ˘˘ˉ στένουσι τὰν σὰν
410 ξυνομαιμόνων τε τιμάν·
ὁπόσοι τ’ ἔποικον ἁγνᾶς
Ἀσίας ἕδος νέμονται,
μεγαλοστόνοισι σοῖς πή-
μασι συγκάμνουσι θνατοί.
415 Κολχίδος τε γᾶς ἔνοικοι [στρ. β.
παρθένοι, μάχας ἄτρεστοι,
καὶ Σκύθης ὅμιλος, οἳ γᾶς
ἔσχατον τόπον ἀμφὶ Μαι-
ῶτιν ἔχουσι λίμναν,
420 Ἀραβίας τ’ ἄρειον ἄνθος, [ἀντ. β.
ὑψίκρημνον οἳ πόλισμα
Καυκάσου πέλας νέμονται,
δάιος στρατός, ὀξυπρῴ-
ροισι βρέμων ἐν αἰχμαῖς.
425 †μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις
δαμέντ’ ἀκαμαντοδέτοις
Τιτᾶνα λύμαις εἰσιδόμαν, θεὸν
Ἄτλανθ’, ὃς αἰὲν ὑπέροχον σθένος κραταιὸν
... οὐράνιόν τε πόλον
430 νώτοις ὑποστενάζει. †
βοᾷ δὲ πόντιος κλύδων
ξυμπίτνων, στένει βυθός,
κελαινὸς [δ’] Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,
παγαί θ’ ἁγνορύτων ποταμῶν
435 στένουσιν ἄλγος οἰκτρόν.
Πρ. μή τοι χλιδῇ δοκεῖτε μηδ’ αὐ
θαδίᾳ
σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,
ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
440 τίς ἄλλος ἢ ‘γὼ παντελῶς διώρισεν;
ἀλλ’ αὐτὰ σιγῶ. καὶ γὰρ εἰδυίαισιν ἂν
ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα
ἀκούσαθ’, ὥς σφας νηπίους ὄντας τὸ πρὶν
ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
445 λέξω δέ, μέμψιν οὔτιν’ ἀνθρώποις ἔχων,
ἀλλ’ ὧν δέδωκ’ εὔνοιαν ἐξηγούμενος·
οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
κλύοντες οὐκ ἤκουον, ἀλλ’ ὀνειράτων
ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
450 ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς
δόμους προσείλους ᾖσαν, οὐ ξυλουργίαν·
κατώρυχες δ’ ἔναιον ὥστ’ ἀήσυροι
μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
ἦν δ’ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
455 οὔτ’ ἀνθεμώδους ἦρος οὔτε καρπίμου
θέρους βέβαιον, ἀλλ’ ἄτερ γνώμης τὸ πᾶν
ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,
460 ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,
μνήμην ἁπάντων, μουσομήτορ’ ἐργάνην.
κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
ζεύγλαισι δουλεύοντα σώμασίν θ’ ὅπως
θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
465 γένοινθ’, ὑφ’ ἅρμα τ’ ἤγαγον φιληνίους
ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
θαλασσόπλαγκτα δ’ οὔτις ἄλλος ἀντ’ ἐμοῦ