by Aeschylus
λινόπτερ’ ηὗρε ναυτίλων ὀχήματα.
τοιαῦτα μηχανήματ’ ἐξευρὼν τάλας
470 βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ’ ὅτῳ
τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
Χο. πέπονθας αἰκὲς πῆμ’ ἀποσφαλεὶς φρενῶν
πλάνῃ, κακὸς δ’ ἰατρὸς ὥς τις ἐς νόσον
πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις
475 εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
Πρ. τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,
οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
οὐκ ἦν ἀλέξημ’ οὐδέν, οὔτε βρώσιμον,
480 οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων
χρείᾳ κατεσκέλλοντο, πρίν γ’ ἐγώ σφισιν
ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,
485 κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ
ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους
ἐγνώρισ’ αὐτοῖς ἐνοδίους τε συμβόλους.
γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
διώρισ’, οἵτινές τε δεξιοὶ φύσιν
490 εὐωνύμους τε, καὶ δίαιταν ἥντινα
ἔχουσ’ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·
σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
ἔχουσ’ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν
495 χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν·
κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
ὀσφῦν πυρώσας δυστέκμαρτον εἰς τέχνην
ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
ἐξωμμάτωσα, πρόσθεν ὄντ’ ἐπάργεμα.
500 τοιαῦτα μὲν δὴ ταῦτ’· ἔνερθε δὲ χθονὸς
κεκρυμμέν’ ἀνθρώποισιν ὠφελήματα,
χαλκόν, σίδηρον, ἄργυρον χρυσόν τε, τίς
φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
οὐδείς, σάφ’ οἶδα, μὴ μάτην φλῦσαι θέλων.
505 βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,
πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
Χο. μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
σαυτοῦ δ’ ἀκήδει δυστυχοῦντος· ὡς ἐγὼ
εὔελπίς εἰμι τῶνδέ σ’ ἐκ δεσμῶν ἔτι
510 λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
Πρ. οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω·
τέχνη δ’ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
515 Χο. τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
Πρ. Μοῖραι τρίμορφοι μνήμονές τ’ Ἐρινύες.
Χο. τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
Πρ. οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
Χο. τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;
520 Πρ. τοῦτ’ οὐκέτ’ ἂν πύθοιο, μηδὲ λιπάρει.
Χο. ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.
Πρ. ἄλλου λόγου μέμνησθε, τόνδε δ’ οὐδαμῶς
καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ
525 δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.
ΧΟΡΟΣ
μηδάμ’ ὁ πάντα νέμων [στρ. α.
θεῖτ’ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,
μηδ’ ἐλινύσαιμι θεοὺς ὁσίαις
530 θοίναις ποτινισσομένα
βουφόνοις παρ’ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,
μηδ’ ἀλίτοιμι λόγοις·
ἀλλά μοι τόδ’ ἐμμένοι
535 καὶ μήποτ’ ἐκτακείη·
ἡδύ τι θαρσαλέαις [ἀντ. α.
τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς
θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις,
540 φρίσσω δέ σε δερκομένα
μυρίοις μόχθοις διακναιόμενον ˉˉ˘ˉ.
Ζῆνα γὰρ οὐ τρομέων
ἰδίᾳ γνώμᾳ σέβῃ
θνατοὺς ἄγαν, Προμηθεῦ.
545 φέρε, πῶς χάρις ἁ χάρις, ὦ [στρ. β.
φίλος; εἰπέ, ποῦ τις ἀλκά;
τίς ἐφαμερίων ἄρηξις; οὐδ’ ἐδέρχθης
ὀλιγοδρανίαν ἄκικυν,
ἰσόνειρον, ᾇ τὸ φωτῶν
550 ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε ˉˉ
τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.
ἔμαθον τάδε σὰς προσιδοῦσ’ [ἀντ. β.
ὀλοὰς τύχας, Προμηθεῦ.
555 τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα
τόδ’ ἐκεῖνό θ’ ὅ τ’ ἀμφὶ λουτρὰ
καὶ λέχος σὸν ὑμεναίουν
ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις
560 ἄγαγες Ἡσιόναν πιθὼν δάμαρτα κοινόλεκτρον.
ΙΩ
τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν
τόνδε χαλινοῖς ἐν πετρίνοισιν
χειμαζόμενον;
τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ;
σήμηνον ὅποι
565 γῆς ἡ μογερὰ πεπλάνημαι.
ἆ ἆ, ἓ ἕ·
χρίει τίς αὖ με τὰν τάλαιναν οἶστρος;
εἴδωλον Ἄργου γηγενοῦς· †ἄλευ’, ἆ δᾶ· φοβοῦμαι,
τὸν μυριωπὸν εἰσορῶσα βούταν.
ὁ δὲ πορεύεται δόλιον ὄμμ’ ἔχων,
570 ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.
ἀλλ’ ἐμὲ τὰν
τάλαιναν
ἐξ ἐνέρων περῶν κυναγεῖ, πλανᾷ
τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμον.
ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ [στρ. α.
575 ἀχέτας ὑπνοδόταν νόμον·
ἰὼ ἰὼ πόποι, ποῖ μ’ ἄγουσι τηλέπλαγκτοι πλάναι;
τί ποτέ μ’, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ’
ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν πημοναῖσιν,
ἓ ἕ·
580 οἰστρηλάτῳ δὲ δείματι δειλαίαν
παράκοπον ὧδε τείρεις;
πυρί ‹με› φλέξον, ἢ χθονὶ κάλυψον, ἢ
ποντίοις δάκεσι δὸς βοράν,
μηδέ μοι φθονήσῃς
εὐγμάτων, ἄναξ.
585 ἄδην με πολύπλανοι πλάναι
γεγυμνάκασιν, οὐδ’ ἔχω μαθεῖν ὅπῃ
πημονὰς ἀλύξω.
κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
Πρ. πῶς δ’ οὐ κλύω τῆς οἰστροδινήτου κόρης
590 τῆς Ἰναχείας, ἣ Διὸς θάλπει κέαρ
ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται;
Ιω. πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ’ ἀπύεις; [ἀντ. α.
εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν,
595 τίς ἄρα μ’, ὦ τάλας, [τὰν] ταλαίπωρον ὧδ’ ἔτυμα προσ-
θροεῖς,
θεόσυτόν τε νόσον ὠνόμασας, ἃ
μαραίνει με χρίουσα κέντροισι φοιταλέοισιν;
ἓ ἕ·
σκιρτημάτων δὲ νήστισιν αἰκείαις
600 λαβρόσυτος ἦλθον, ‹Ἥρας›
ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-
δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,
οἷ’ ἐγὼ μογοῦσιν;
ἀλλά μοι τορῶς
605 τέκμηρον ὅ τι μ’ ἐπαμμένει
παθεῖν· τί μῆχαρ, ἢ τί φάρμακον νόσου;
δεῖξον, εἴπερ οἶσθα·
θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.
Πρ. λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,
610 οὐκ ἐμπλέκων αἰνίγματ’, ἀλλ’ ἁπλῷ λόγῳ,
ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
πυρὸς βροτοῖς δοτῆρ’ ὁρᾷς Προμηθέα.
Ιω. ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,
τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;
615 Πρ. ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.
Ιω. οὔκουν πόροις ἂν τήνδε δωρειὰν ἐμοί;
Πρ. λέγ’ ἥντιν’ αἰτεῖ· πᾶν γὰρ ἂν πύθοιό μου.
Ιω. σήμηνον ὅστις ἐν φάραγγί σ’ ὤχμασεν.
Πρ. βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.
620 Ιω. ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
Πρ. τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.
Ιω. καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
Πρ. τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
625 Ιω. μήτοι με κρύψῃς τοῦθ’ ὅπερ μέλλω παθεῖν.
Πρ. ἀλλ’ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.
Ιω. τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;
Πρ. φθόνος μὲν οὐδείς, σὰς δ’ ὀκνῶ θράξαι φρένας.
Ιω. μή μου προκήδου μᾶσσον ὧν ἐμοὶ γλυκύ.
630 Πρ. ἐπεὶ προθυμῇ, χρὴ λέγειν· ἄκουε δή.
Χο. μήπω γε· μοῖραν δ’ ἡδονῆς κἀμοὶ πόρε.
τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας·
τὰ λοιπὰ δ’ ἄθλων σοῦ διδαχθήτω πάρα.
635 Πρ. σὸν ἔργον, Ἰοῖ, ταῖσδ’ ὑπουργῆσαι χάριν,
ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.
ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
ἐνταῦθ’, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ
πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
640 Ιω. οὐκ οἶδ’ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,
σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
πεύσεσθε· καίτοι καὶ λέγουσ’ αἰσχύνομαι
θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.
645 αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
λείοισι μύθοις ‘Ὦ μέγ’ εὔδαιμον κόρη,
τί παρθενεύῃ δαρόν, ἐξόν σοι γάμου
τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει
650 πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
θέλει· σὺ δ’, ὦ παῖ, μὴ ‘πολακτίσῃς λέχος
τὸ Ζηνός, ἀλλ’ ἔξελθε πρὸς Λέρνης βαθὺν
λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,
ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.’
655 τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι
ξυνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ
ἔτλην γεγωνεῖν νυκτίφοιτ’ ὀνείρατα.
ὁ δ’ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς
θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ
660 δρῶντ’ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.
ἧκον δ’ ἀναγγέλλοντες αἰολοστόμους
χρησμοὺς ἀσήμους δυσκρίτως τ’ εἰρημένους.
τέλος δ’ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
665 ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,
ἄφετον ἀλᾶσθαι γῆς ἐπ’ ἐσχάτοις ὅροις,
εἰ μὴ θέλοι πυρωπὸν ἐκ Διὸς μολεῖν
κεραυνόν,
ὃς πᾶν ἐξαϊστώσοι γένος.
τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
670 ἐξήλασέν με κἀπέκλῃσε δωμάτων
ἄκουσαν ἄκων· ἀλλ’ ἐπηνάγκαζέ νιν
Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
ἦσαν, κεραστὶς δ’, ὡς ὁρᾶτ’, ὀξυστόμῳ
675 μύωπι χρισθεῖσ’ ἐμμανεῖ σκιρτήματι
ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος
Λέρνης τε κρήνην· βουκόλος δὲ γηγενὴς
ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς
ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
680 ἀπροσδόκητος δ’ αὐτὸν †αἰφνίδιος μόρος
τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ’ ἐγὼ
μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
κλύεις τὰ πραχθέντ’· εἰ δ’ ἔχεις εἰπεῖν ὅ τι
λοιπὸν πόνων, σήμαινε μηδέ μ’ οἰκτίσας
685 σύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ
αἴσχιστον εἶναί φημι συνθέτους λόγους.
Χο. ἔα ἔα, ἄπεχε, φεῦ·
οὔποτ’ οὔποτ’ ηὔχουν ‹ὧδε› ξένους
μολεῖσθαι λόγους ἐς ἀκοὰν ἐμάν,
690 οὐδ’ ὧδε δυσθέατα καὶ δύσοιστα
πήματα λύμα[τα δείμα]τ’ ἀμ-
φήκει κέντρῳ ψύχειν ψυχὰν ἐμάν.
ἰὼ ἰὼ μοῖρα μοῖρα,
695 πέφρικ’ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.
Πρ. πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ·
ἐπίσχες ἔστ’ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.
Χο. λέγ’, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ
τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.
700 Πρ. τὴν πρίν γε χρείαν ἠνύσασθ’ ἐμοῦ πάρα