Book Read Free

Delphi Complete Works of Sophocles

Page 47

by Sophocles


  Ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν

  νέατον γέννημ’· ἆρ’ ἀχνύμενος

  [τῆς μελλογάμου νύμφης]

  τάλιδος ἥκει μόρον Ἀντιγόνης,

   630 ἀπάτας λεχέων ὑπεραλγῶν;

  ΚΡ. Τάχ’ εἰσόμεσθα μάντεων ὑπέρτερον.

  Ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων

  τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;

  ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ δρῶντες φίλοι;

  ΑΙΜΩΝ

   635 Πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων

  χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγ’ ἐφέψομαι.

  Ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος

  μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.

  ΚΡ. Οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν,

   640 γνώμης πατρῴας πάντ’ ὄπισθεν ἑστάναι·

  τούτου γὰρ οὕνεκ’ ἄνδρες εὔχονται γονὰς

  κατηκόους φύσαντες ἐν δόμοις ἔχειν,

  ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς,

  καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.

   645 Ὅστις δ’ ἀνωφέλητα φιτύει τέκνα,

  τί τόνδ’ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους

  φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;

  Μή νύν ποτ’, ὦ παῖ, τὰς φρένας ‹γ’› ὑφ’ ἡδονῆς

  γυναικὸς οὕνεκ’ ἐκβάλῃς, εἰδὼς ὅτι

   650 ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,

  γυνὴ κακὴ ξύνευνος ἐν δόμοις; τί γὰρ

  γένοιτ’ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;

  Ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες

  τὴν παῖδ’ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί.

   655 Ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ

  πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,

  ψευδῆ γ’ ἐμαυτὸν οὐ καταστήσω πόλει,

  ἀλλὰ κτενῶ. Πρὸς ταῦτ’ ἐφυμνείτω Δία

  Ξύναιμον· εἰ γὰρ δὴ τά γ’ ἐγγενῆ φύσει

   660 ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους·

  ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ’ ἀνὴρ

  χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.

  Ὅστις δ’ ὑπερβὰς ἢ νόμους βιάζεται,

  ἢ τοὐπιτάσσειν τοῖς κρατοῦσιν ἐννοεῖ,

   665 οὐκ ἔστ’ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν.

  Ἀλλ’ ὃν πόλις στήσειε, τοῦδε χρὴ κλύειν

  καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.

  Καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ

  καλῶς μὲν ἄρχειν, εὖ δ’ ἂν ἄρχεσθαι θέλειν,

   670 δορός τ’ ἂν ἐν χειμῶνι προστεταγμένον

  μένειν δίκαιον κἀγαθὸν παραστάτην.

  Ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν·

  αὕτη πόλεις ὄλλυσιν, ἥδ’ ἀναστάτους

  οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς

   675 τροπὰς καταρρήγνυσι· τῶν δ’ ὀρθουμένων

  σῴζει τὰ πολλὰ σώμαθ’ ἡ πειθαρχία.

  Οὕτως ἀμυντέ’ ἐστὶ τοῖς κοσμουμένοις,

  κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα·

  κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,

   680 κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθ’ ἄν.

  ΧΟ. Ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,

  λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.

  ΑΙ. Πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας

  πάντων ὅσ’ ἐστὶ κτημάτων ὑπέρτατον·

   685 Ἐγὼ δ’ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,

  οὔτ’ ἂν δυναίμην μήτ’ ἐπισταίμην λέγειν·

  γένοιτο μεντἂν χἀτέρῳ καλῶς ἔχον.

  Σοῦ δ’ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα

  λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει·

   690 τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ

  λόγοις τοιούτοις οἷς σὺ μὴ τέρψῃ κλύων.

  Ἐμοὶ δ’ ἀκούειν ἔσθ’ ὑπὸ σκότου τάδε,

  τὴν παῖδα ταύτην οἷ’ ὀδύρεται πόλις,

  πασῶν γυναικῶν ὡς ἀναξιωτάτη

   695 κάκιστ’ ἀπ’ ἔργων εὐκλεεστάτων φθίνει,

  ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς

  πεπτῶτ’ ἄθαπτον μήθ’ ὑπ’ ὠμηστῶν κυνῶν

  εἴασ’ ὀλέσθαι μήθ’ ὑπ’ οἰωνῶν τινος·

  οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;

   700 τοιάδ’ ἐρεμνὴ σῖγ’ ἐπέρχεται φάτις.

  Ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,

  οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον·

  τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις

  ἄγαλμα μεῖζον ἢ τί πρὸς παίδων πατρί;

   705 Μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει,

  ὡς φῂς σύ, κοὐδὲν ἄλλο, τοῦτ’ ὀρθῶς ἔχειν·

  ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ,

  ἢ γλῶσσαν ἣν οὐκ ἄλλος ἢ ψυχὴν ἔχειν,

  οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.

   710 Ἀλλ’ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν

  πόλλ’ αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.

  Ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα

  δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,

  τὰ δ’ ἀντιτείνοντ’ αὐτόπρεμν’ ἀπόλλυται.

   715 Αὔτως δὲ ναὸς ὅστις ἐγκρατὴς πόδα

  τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω

  στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.

  Ἀλλ’ εἶκε, θυμῷ καὶ μετάστασιν δίδου.

  Γνώμη γὰρ εἴ τις κἀπ’ ἐμοῦ ν�
�ωτέρου

   720 πρόσεστι, φήμ’ ἔγωγε πρεσβεύειν πολὺ

  φῦναι τὸν ἄνδρα πάντ’ ἐπιστήμης πλέων·

  εἰ δ’ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,

  καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.

  ΧΟ. Ἄναξ, σέ τ’ εἰκός, εἴ τι καίριον λέγει,

   725 μαθεῖν, σέ τ’ αὖ τοῦδ’· εὖ γὰρ εἴρηται διπλᾶ.

  ΚΡ. Οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ

  φρονεῖν ὑπ’ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;

  ΑΙ. Μηδὲν τὸ μὴ δίκαιον· εἰ δ’ ἐγὼ νέος,

  οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.

   730 ΚΡ. Ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;

  ΑΙ. Οὐδ’ ἂν κελεύσαιμ’ εὐσεβεῖν εἰς τοὺς κακούς.

  ΚΡ. Οὐχ ἥδε γὰρ τοιᾷδ’ ἐπείληπται νόσῳ;

  ΑΙ. Οὔ φησι Θήβης τῆσδ’ ὁμόπτολις λεώς.

  ΚΡ. Πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;

   735 ΑΙ. Ὁρᾷς τόδ’ ὡς εἴρηκας ὡς ἄγαν νέος;

  ΚΡ. Ἄλλῳ γὰρ ἢ ‘μοὶ χρή με τῆσδ’ ἄρχειν χθονός;

  ΑΙ. Πόλις γὰρ οὐκ ἔσθ’ ἥτις ἀνδρός ἐσθ’ ἑνός.

  ΚΡ. Οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;

  ΑΙ. Καλῶς ἐρήμης γ’ ἂν σὺ γῆς ἄρχοις μόνος.

   740 ΚΡ. Ὅδ’, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.

  ΑΙ. Εἴπερ γυνὴ σύ· σοῦ γὰρ οὖν προκήδομαι.

  ΚΡ. Ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;

  ΑΙ. Οὐ γὰρ δίκαιά σ’ ἐξαμαρτάνονθ’ ὁρῶ.

  ΚΡ. Ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;

   745 ΑΙ. Οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν.

  ΚΡ. Ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.

  ΑΙ. Οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.

  ΚΡ. Ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.

  ΑΙ. Καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.

   750 ΚΡ. Ταύτην ποτ’ οὐκ ἔσθ’ ὡς ἔτι ζῶσαν γαμεῖς.

  ΑΙ. Ἥδ’ οὖν θανεῖται καὶ θανοῦσ’ ὀλεῖ τινα.

  ΚΡ. Ἦ κἀπαπειλῶν ὧδ’ ἐπεξέρχῃ θρασύς;

  ΑΙ. Τίς δ’ ἔστ’ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;

  ΚΡ. Κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.

   755 ΑΙ. Εἰ μὴ πατὴρ ἦσθ’, εἶπον ἄν σ’ οὐκ εὖ φρονεῖν.

  ΚΡ. Γυναικὸς ὢν δούλευμα, μὴ κώτιλλέ με.

  ΑΙ. Βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;

  ΚΡ. Ἄληθες; ἀλλ’ οὐ τόνδ’ Ὄλυμπον, ἴσθ’ ὅτι,

  χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.

   760 Ἄγαγε τὸ μῖσος, ὡς κατ’ ὄμματ’ αὐτίκα

  παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ.

  ΑΙ. Οὐ δῆτ’ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,

  οὔθ’ ἥδ’ ὀλεῖται πλησία, σύ τ’ οὐδαμᾷ

  τοὐμὸν προσόψει κρᾶτ’ ἐν ὀφθαλμοῖς ὁρῶν,

   765 ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ ξυνών.

  ΧΟ. Ἁνὴρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·

  νοῦς δ’ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.

  ΚΡ. Δράτω, φρονείτω μεῖζον ἢ κατ’ ἄνδρ’ ἰών·

  τὰ δ’ οὖν κόρα τάδ’ οὐκ ἀπαλλάξει μόρου.

   770 ΧΟ. Ἄμφω γὰρ αὐτὰ καὶ κατακτεῖναι νοεῖς;

  ΚΡ. Οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις.

  ΧΟ. Μόρῳ δὲ ποίῳ καί σφε βουλεύῃ κτανεῖν;

  ΚΡ. Ἄγων ἔρημος ἔνθ’ ἂν ᾖ βροτῶν στίβος,

  κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,

   775 φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς,

  ὅπως μίασμα πᾶσ’ ὑπεκφύγῃ πόλις·

  κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,

  αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,

  ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ’ ὅτι

   780 πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.

  ΧΟ. Ἔρως ἀνίκατε μάχαν,          Str.

  Ἔρως, ὃς ἐν κτήμασι πίπτεις, ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις,

   785 φοιτᾷς δ’ ὑπερπόντιος ἔν τ’ ἀγρονόμοις αὐλαῖς·

  καί σ’ οὔτ’ ἀθανάτων

   788 φύξιμος οὐδεὶς οὔθ’ ἁμερίων ἐπ’ ἀνθρώπων, ὁ δ’ ἔχων μέμηνεν.

   790 Σὺ καὶ δικαίων ἀδίκους         Ant.

  φρένας παρασπᾷς ἐπὶ λώβᾳ· σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας·

   795 νικᾷ δ’ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου

  νύμφας, τῶν μεγάλων

   798 πάρεδρος ἐν ἀρχαῖς θεσμῶν· ἄμαχος γὰρ ἐμπαίζει θεὸς Ἀφροδίτα.

  Νῦν δ’ ἤδη ‘γὼ καὐτὸς θεσμῶν

  ἔξω φέρομαι τάδ’ ὁρῶν, ἴσχειν δ’

  οὐκέτι πηγὰς δύναμαι δακρύων,

  τὸν παγκοίτην ὅθ’ ὁρῶ θάλαμον

   805 τήνδ’ Ἀντιγόνην ἀνύτουσαν.

  ΑΝ. Ὁρᾶτ’ ἔμ’, ὦ γᾶς πατρίας πολῖται,     Str. 1 .

  τὰν νεάταν ὁδὸν

  στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,

   810 κοὔποτ’ αὖθις, ἀλλά μ’ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει

  τὰν Ἀχέροντος

  ἀκτάν, οὔθ’ ὑμεναίων ἔγκληρον, οὔτ’ ἐπὶ νυμφείοις

   815 πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλ’ Ἀχέροντι νυμφεύσω.

  ΧΟ. Οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσ’

  ἐς τόδ’ ἀπέρχῃ κεῦθος νεκύων,

  οὔτε φθινάσιν πληγεῖσα νόσοις

   820 οὔτε ξιφέων ἐπίχειρα λαχοῦσ’,

  ἀλλ’ αὐτόνομος ζῶσα μόνη δὴ

  θνητῶν Ἅί
δην καταβήσῃ.

  ΑΝ. Ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι       Ant. 1 .

  τὰν Φρυγίαν ξέναν

   825 Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς

  πετραία βλάστα δάμασεν, καί νιν ὄμβρῳ τακομέναν,

  ὡς φάτις ἀνδρῶν,

   830 χιών τ’ οὐδαμὰ λείπει, τέγγει θ’ ὑπ’ ὀφρύσι παγκλαύτοις

  δειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει.

  ΧΟ. Ἀλλὰ θεός τοι καὶ θεογεννής,

   835 ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς.

  Καίτοι φθιμένῃ μέγ‹α κ›ἀκοῦσαι

  τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν

  ζῶσαν καὶ ἔπειτα θανοῦσαν.

  ΑΝ. Οἴμοι γελῶμαι. Τί με, πρὸς θεῶν πατρῴων, οὐκ οὐλομέναν ὑβρίζεις,         Str. 2 .

   841 ἀλλ’ ἐπίφαντον;

  Ὦ πόλις, ὦ πόλεως

  πολυκτήμονες ἄνδρες·

  ἰὼ Διρκαῖαι κρῆναι Θήβας τ’ εὐαρμάτου ἄλσος, ἔμπας

   846 ξυμμάρτυρας ὔμμ’ ἐπικτῶμαι,

  οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις

  πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου·

   850 ἰὼ δύστανος,

  οὔτ’ ἐν βροτοῖς οὔτε νεκροῖσιν

  μέτοικος, οὐ ζῶσιν, οὐ θανοῦσιν.

 

‹ Prev