Book Read Free

Delphi Complete Works of Sophocles

Page 54

by Sophocles


  ἦ που ἀδινῶν χλωρὰν

  τέγγει δακρύων ἄχναν.

   850 Ἁ δ’ ἐρχομένα μοῖρα προφαίνει δολί-

  αν καὶ μεγάλαν ἄταν.

  Ἔρρωγεν παγὰ δακρύων,     Ant. 2 .

  κέχυται νόσος, ὦ πόποι, οἷον ‹ἐξ›

  ἀναρσίων οὔπω ‹ποτ’ ἄνδρ’› ἀγακλειτὸν

   855 ἐπέμολε‹ν› πάθος οἰκτίσαι.

  Ἰὼ κελαινὰ λόγχα προμάχου δορός,

  ἃ τότε θοὰν νύμφαν

  ἄγαγες ἀπ’ αἰπεινᾶς

  τάνδ’ Οἰχαλίας αἰχμᾷ.

   860 Ἁ δ’ ἀμφίπολος Κύπρις ἄναυδος φανε-

  ρὰ τῶνδ’ ἐφάνη πράκτωρ.

  ΗΜΙΧΟΡΙΟΝ Α΄

  Πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸς

  οἴκτου δι’ οἴκων ἀρτίως ὁρμωμένου;

   865 Τί φημί·

  ΗΜΙΧΟΡΙΟΝ Β΄

  Ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ

  κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.

  ΧΟ. Ξύνες δὲ

  τήνδ’ ὡς ἀήθης καὶ συνωφρυωμένη

   870 χωρεῖ πρὸς ἡμᾶς γραῖα σημαίνουσά τι.

  ΤΡ. Ὦ παῖδες, ὡς ἄρ’ ἡμὶν οὐ σμικρῶν κακῶν

  ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.

  ΧΟ. Τί δ’, ὦ γεραιά, καινοποιηθὲν λέγεις;

  ΤΡ. Βέβηκε Δῃάνειρα τὴν πανυστάτην

   875 ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός.

  ΧΟ. Οὐ δή ποθ’ ὡς θανοῦσα;

  ΤΡ.     Πάντ’ ἀκήκοας.

  ΧΟ. Τέθνηκεν ἡ τάλαινα;

  ΤΡ.    Δεύτερον κλύεις.

  ΧΟ. Τάλαιν’ ὀλεθρία, τίνι τρόπῳ θανεῖν σφε φῄς;

  ΤΡ. Σχετλιώτατα πρός γε πρᾶξιν.

   880 ΧΟ. Εἰπὲ τῷ μόρῳ, γύναι, ξυντρέχει.

  ΤΡ. Αὑτὴν διηίστωσεν.

  ΧΟ. Τίς θυμός, ἢ τίνες νόσοι

  τάνδ’ αἰχμᾷ βέλεος κακοῦ

  ξυνεῖλε; Πῶς ἐμήσατο

   885 πρὸς θανάτῳ θάνατον

  ἀνύσασα μόνα;

  ΤΡ.      Στονόεντος

  ἐν τομᾷ σιδάρου.

  ΧΟ. Ἐπεῖδες, ὦ ματαία, τάνδ’ ὕβριν;

  ΤΡ. Ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.

   890 ΧΟ. Τίς ἦν; πῶς; φέρ’ εἰπέ.

  ΤΡ. Αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.

  ΧΟ. Τί φωνεῖς;

  ΤΡ.   Σαφηνῆ.

  ΧΟ. Ἔτεκεν ἔτεκεν μεγάλαν

  ἁ νέορτος ἅδε νύμφα

   895 δόμοισι τοῖσδ’ Ἐρινύν.

  ΤΡ. Ἄγαν γε· μᾶλλον δ’, εἰ παροῦσα πλησία

  ἔλευσσες οἷ’ ἔδρασε, κάρτ’ ἂν ᾤκτισας.

  ΧΟ. Καὶ ταῦτ’ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;

  ΤΡ. Δεινῶς γε· πεύσῃ δ’, ὥστε μαρτυρεῖν ἐμοί.

   900 Ἐπεὶ παρῆλθε δωμάτων εἴσω μόνη

  καὶ παῖδ’ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια

  στορνύνθ’, ὅπως ἄψορρον ἀντῴη πατρί,

  κρύψασ’ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,

  βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσ’ ὅτι

   905 γένοιτ’ ἐρήμη, κλαῖε δ’ ὀργάνων ὅτου

  ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος·

  ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,

  εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,

  ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη,

   910 αὐτὴ τὸν αὑτῆς δαίμον’ ἀνακαλουμένη

  καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οἰκίας.

  Ἐπεὶ δὲ τῶνδ’ ἔληξεν, ἐξαίφνης σφ’ ὁρῶ

  τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.

  Κἀγὼ λαθραῖον ὄμμ’ ἐπεσκιασμένη

   915 φρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις

  τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.

  Ὅπως δ’ ἐτέλεσε τοῦτ’, ἐπενθοροῦσ’ ἄνω

  καθέζετ’ ἐν μέσοισιν εὐνατηρίοις,

  καὶ δακρύων ῥήξασα θερμὰ νάματα

   920 ἔλεξεν· “Ὦ λέχη τε καὶ νυμφεῖ’ ἐμά,

  τὸ λοιπὸν ἤδη χαίρεθ’ ὡς ἔμ’ οὔποτε

  δέξεσθ’ ἔτ’ ἐν κοίταισι ταῖσδ’ εὐνήτριαν.”

  Τοσαῦτα φωνήσασα συντόνῳ χερὶ

  λύει τὸν αὑτῆς πέπλον ᾧ χρυσήλατος

   925 προὔκειτο μαστῶν περονίς, ἐκ δ’ ἐλώπισεν

  πλευρὰν ἅπασαν ὠλένην τ’ εὐώνυμον.

  Κἀγὼ δρομαία βᾶσ’, ὅσονπερ ἔσθενον,

  τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.

  Κἀν ᾧ τὸ κεῖσε δεῦρό τ’ ἐξορμώμεθα,

   930 ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ

  πλευρὰν ὑφ’ ἧπαρ καὶ φρένας πεπληγμένην.

  Ἰδὼν δ’ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλας

  τοὔργον κατ’ ὀργὴν ὡς ἐφάψειεν τόδε,

  ὄψ’ ἐκδιδαχθεὶς τῶν κατ’ οἶκον οὕνεκα

   935 ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε.

  Κἀνταῦθ’ ὁ παῖς δύστηνος οὔτ’ ὀδυρμάτων

  ἐλείπετ’ οὐδέν, ἀμφί νιν γοώμενος,

  οὔτ’ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν

  πλευρὰν παρεὶς ἔκειτο πόλλ’ ἀναστένων,

   940 ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ,

  κλαίων ὁθούνεκ’ ἐκ δυοῖν ἔσοιθ’ ἅμα

  πατρός τ’ ἐκείνης τ’ ὠρφανισμένος βίον.

  Τοιαῦτα τἀνθάδ’ ἐστίν· ὥστ’ εἴ τις δύο

  ἢ καί τι πλείους ἡμέρας λογίζεται,

   945 μάταιός ἐστιν· οὐ γὰρ ἔσθ’ ἥ γ’ αὔριον,

  πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.

  ΧΟ. Πότερα πρότερον ἐπιστένω;     Str. 1 .

  πότερα τέλεα περαιτέρω,

>   δύσκριτ’ ἔμοιγε δυστάνῳ;

   950 Τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις,     Ant. 1 .

  τάδε δὲ μένομεν ἐπ’ ἐλπίσιν·

  κοινὰ δ’ ἔχειν τε καὶ μέλλειν.

  Εἴθ’ ἀνεμόεσσά τις     Str. 2 .

  γένοιτ’ ἔπουρος ἑστιῶτις αὔρα,

   955 ἥτις μ’ ἀποικίσειεν ἐκ τόπων, ὅπως

  τὸν Δῖον ἄλκιμον γόνον

  μὴ ταρβαλέα θάνοι-

  μι μοῦνον εἰσιδοῦσ’ ἄφαρ·

  ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναις

   960 χωρεῖν πρὸ δόμων λέγουσιν

  ἄσπετόν τι θαῦμα.

  Ἀγχοῦ δ’ ἄρα κοὐ μακρὰν     Ant. 2 .

  προὔκλαιον, ὀξύφωνος ὡς ἀηδών.

  Ξένων γὰρ ἐξόμιλος ἥδε τις στάσις·

   965 πᾷ δ’ αὖ φορεῖ νιν, ὡς φίλου

  προκηδομένα, βαρεῖ-

  αν ἄψοφον φέρει βάσιν.

  Αἰαῖ, ὅδ’ ἀναύδατος φέρεται.

  Τί χρὴ θανόντα νιν ἢ καθ’

   970 ὕπνον ὄντα κρῖναι;

  ΥΛ. Οἴμοι ἐγὼ σοῦ,

  πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος.

  Τί πάθω; τί δὲ μήσομαι; οἴμοι.

  ΠΡΕΣΒΥΣ

  Σίγα, τέκνον, μὴ κινήσῃς

   975 ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος·

  ζῇ γὰρ προπετής· ἀλλ’ ἴσχε δακὼν

  στόμα σόν.

  ΥΛ.     Πῶς φῄς, γέρον; ἦ ζῇ;

  ΠΡ. Οὐ μὴ ‘ξεγερεῖς τὸν ὕπνῳ κάτοχον,

  κἀκκινήσεις κἀναστήσεις

  φοιτάδα δεινὴν

   980 νόσον, ὦ τέκνον.

  ΥΛ.      Ἀλλ’ ἐπί μοι μελέῳ

  βάρος ἄπλετον· ἐμμέμονε‹ν› φρήν.

  ΗΡΑΚΛΗΣ

  Ὦ Ζεῦ,

  ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶν

   985 κεῖμαι πεπονημένος ἀλλήκτοις

  ὀδύναις; Οἴμοι ‹μοι› ἐγὼ τλάμων·

  ἡ δ’ αὖ μιαρὰ βρύκει. Φεῦ.

  ΠΡ. Ἆρ’ ἐξῄδησθ’ ὅσον ἦν κέρδος

  σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι

   990 τῷδ’ ἀπὸ κρατὸς

  βλεφάρων θ’ ὕπνον;

  ΥΛ.          Οὐ γὰρ ἔχω πῶς ἂν

  στέρξαιμι κακὸν τόδε λεύσσων.

  ΗΡ. Ὦ Κηναία κρηπὶς βωμῶν,

  ἱερῶν οἵαν οἵων ἐπί μοι

   995 μελέῳ χάριν ἠνύσω, ὦ Ζεῦ·

  οἵαν μ’ ἄρ’ ἔθου λώβαν, οἵαν·

  ἣν μή ποτ’ ἐγὼ προσιδεῖν ὁ τάλας

  ὤφελον ὄσσοις, τόδ’ ἀκήλητον

  μανίας ἄνθος καταδερχθῆναι.

  1000 Τίς γὰρ ἀοιδός, τίς ὁ χειροτέχνης

  ἰατορίας, ὃς τήνδ’ ἄτην

  χωρὶς Ζηνὸς κατακηλήσει;

  θαῦμ’ ἂν πόρρωθεν ἰδοίμην.

  Ἒ ἔ,     Str.

  1005 ἐᾶτέ μ‹ε›, ˉ˘ˉ, ἐᾶτέ με δύσμορον

  ὕστατον εὐνάσαι, ἐᾶτέ με δύστανον.

  Πᾶ μου ψαύεις; ποῖ ‹ποῖ› κλίνεις;

  Ἀπολεῖς μ’, ἀπολεῖς.

  Ἀνατέτροφας ὅ τι καὶ μύσῃ.

  1010 Ἧπταί μου, τοτοτοῖ, ἥδ’ αὖθ’ ἕρπει. Πόθεν ἔστ’, ὢ

  πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ

  πολλὰ μὲν ἐν πόντῳ, κατά τε δρία πάντα καθαίρων

  ὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι

  οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;

  1015 Ἒ ἔ,

  οὐδ’ ἀπαράξαι ‹τις› κρᾶτα βίᾳ θέλει

  ˉ˘˘ˉ˘ˉ

  ˉ˘˘ˉ μολὼν τοῦ στυγεροῦ; Φεῦ φεῦ.

  ΠΡ. Ὦ παῖ τοῦδ’ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει

  ἢ κατ’ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε· σοί τε γὰρ ἅμμα

  1020 ἓν πλέον ἢ δύ’ ἐμοῦ σῴζειν.

  ΥΛ.        Ψαύω μὲν ἔγωγε,

  λαθίπονον δ’ ὀδυνᾶν οὔτ’ ἔνδοθεν οὔτε θύραθεν

  ἔστι μοι ἐξανύσαι· βιότου τοιαῦτα νέμει Ζεύς.

  ΗΡ. ‹Ἒ ἔ,›     Ant.

  Ὦ παῖ, ποῦ ποτ’ εἶ; Τᾷδέ με, τᾷδέ με

  1025 πρόσλαβε κουφίσας. Ἒ ἔ, ἰὼ δαῖμον.

  Θρῴσκει δ’ αὖ, θρῴσκει δειλαία

  διολοῦσ’ ἡμᾶς

  1030 ἀποτίβατος ἀγρία νόσος.

  Ὦ Παλλὰς ‹Παλλάς›, τόδε μ’ αὖ λωβᾶται. Ἰὼ παῖ,

  τὸν φύτορ’ οἰκτίρας ἀνεπίφθονον εἴρυσον ἔγχος,

  παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δ’ ἄχος ᾧ μ’ ἐχόλωσεν

  σὰ μάτηρ ἄθεος, τὰν ὧδ’ ἐπίδοιμι πεσοῦσαν

  1040 αὕτως, ὧδ’ αὕτως, ὥς μ’ ὤλεσεν ˉ˘˘ˉˉ.

  ‹Ἒ ἔ,›

  Ὦ Διὸς αὐθαίμων, ὦ γλυκὺς Ἀΐδας,

  εὔνασον, εὔνασόν μ’

  ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.

  ΧΟ. Κλύουσ’ ἔφριξα τάσδε συμφοράς, φίλαι,

  1045 ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται.

  ΗΡ. Ὦ πολλὰ δὴ καὶ θερμὰ καὶ λόγῳ κακὰ

  καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ·

  κοὔπω τοιοῦτον οὔτ’ ἄκοιτις ἡ Διὸς

  προὔθηκεν οὔθ’ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοὶ

  1050 οἷον τόδ’ ἡ δολῶπις Οἰνέως κόρη

  καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων

  ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι.

  Πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας

  βέβρωκε σάρκας, πλεύμονός τ’ ἀρτηρίας

  1055 ῥοφεῖ ξυνοικοῦν· ἐκ δὲ χλωρὸν αἷμά μου

  πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας

  τὸ πᾶν ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.

  Κοὐ ταῦτα λόγχη πεδιάς, οὔθ’ ὁ γηγενὴς

  στρατὸς Γιγάντων, οὔτε θήρ�
�ιος βία,

  1060 οὔθ’ Ἑλλάς, οὔτ’ ἄγλωσσος, οὔθ’ ὅσην ἐγὼ

  γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω·

  γυνὴ δέ, θῆλυς οὖσα κοὐκ ἀνδρὸς φύσιν,

  μόνη με δὴ καθεῖλε φασγάνου δίχα.

  Ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,

  1065 καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον.

  Δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν

  ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα

  εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης, ὁρῶν

  λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.

  1070 Ἴθ’, ὦ τέκνον, τόλμησον, οἴκτιρόν τέ με

  πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος

  βέβρυχα κλαίων· καὶ τόδ’ οὐδ’ ἂν εἷς ποτε

  τόνδ’ ἄνδρα φαίη πρόσθ’ ἰδεῖν δεδρακότα,

  ἀλλ’ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς·

  1075 νῦν δ’ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας.

  Καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,

  σκέψαι δ’ ὁποίας ταῦτα συμφορᾶς ὕπο

  πέπονθα· δείξω γὰρ τάδ’ ἐκ καλυμμάτων·

  ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,

  1080 ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω.

  Αἰαῖ, ὦ τάλας, αἰαῖ,

  ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδ’ αὖ,

  διῇξε πλευρῶν, οὐδ’ ἀγύμναστόν μ’ ἐᾶν

 

‹ Prev