Delphi Complete Works of Sophocles
Page 58
ἄψορρος οἴκων τῶνδ’ ἀποστραφεὶς ἄπει;
ΤΕ. Οὐδ’ ἱκόμην ἔγωγ’ ἄν, εἰ σὺ μὴ ‘κάλεις.
ΟΙ. Οὐ γάρ τί σ’ ᾔδη μῶρα φωνήσοντ’, ἐπεὶ
σχολῇ σ’ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.
435 ΤΕ. Ἡμεῖς τοιοίδ’ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ,
μῶροι, γονεῦσι δ’ οἵ σ’ ἔφυσαν, ἔμφρονες.
ΟΙ. Ποίοισι; μεῖνον· τίς δέ μ’ ἐκφύει βροτῶν;
ΤΕ. Ἥδ’ ἡμέρα φύσει σε καὶ διαφθερεῖ.
ΟΙ. Ὡς πάντ’ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.
440 ΤΕ. Οὔκουν σὺ ταῦτ’ ἄριστος εὑρίσκειν ἔφυς;
ΟΙ. Τοιαῦτ’ ὀνείδιζ’ οἷς ἔμ’ εὑρήσεις μέγαν.
ΤΕ. Αὕτη γε μέντοι σ’ ἡ τύχη διώλεσεν.
ΟΙ. Ἀλλ’ εἰ πόλιν τήνδ’ ἐξέσωσ’ οὔ μοι μέλει.
ΤΕ. Ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.
445 ΟΙ. Κομιζέτω δῆθ’· ὡς παρὼν σύ γ’ ἐμποδὼν
ὀχλεῖς, συθείς τ’ ἂν οὐκ ἂν ἀλγύναις πλέον.
ΤΕ. Εἰπὼν ἄπειμ’ ὧν οὕνεκ’ ἦλθον, οὐ τὸ σὸν
δείσας πρόσωπον· οὐ γὰρ ἔσθ’ ὅπου μ’ ὀλεῖς.
Λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον ὃν πάλαι
450 ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον
τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,
ξένος λόγῳ μέτοικος, εἶτα δ’ ἐγγενὴς
φανήσεται Θηβαῖος, οὐδ’ ἡσθήσεται
τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος
455 καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι
σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.
Φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ
γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς
460 ὁμοσπόρος τε καὶ φονεύς. Καὶ ταῦτ’ ἰὼν
εἴσω λογίζου· κἂν λάβῃς μ’ ἐψευσμένον,
φάσκειν ἔμ’ ἤδη μαντικῇ μηδὲν φρονεῖν.
ΧΟ. Τίς ὅντιν’ ἁ θεσπιέπει-
α Δελφὶς εἶπε πέτρα Str. 1 .
465 ἄρρητ’ ἀρρήτων τελέσαν-
τα φοινίαισι χερσίν;
Ὥρα νιν ἀελλάδων
ἵππων σθεναρώτερον
φυγᾷ πόδα νωμᾶν·
ἔνοπλος γὰρ ἐπ’ αὐτὸν ἐπενθρῴσκει
470 πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας,
δειναὶ δ’ ἅμ’ ἕπονται
Κῆρες ἀναπλάκητοι.
Ἔλαμψε γὰρ τοῦ νιφόεν-
τος ἀρτίως φανεῖσα Ant. 1 .
475 φάμα Παρνασσοῦ τὸν ἄδη-
λον ἄνδρα πάντ’ ἰχνεύειν·
φοιτᾷ γὰρ ὑπ’ ἀγρίαν
ὕλαν ἀνά τ’ ἄντρα καὶ
πέτρας ἅτε ταῦρος,
μέλεος μελέῳ ποδὶ χηρεύων,
480 τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων
μαντεῖα· τὰ δ’ αἰεὶ
ζῶντα περιποτᾶται.
Δεινὰ μὲν οὖν, δεινὰ ταράσ- Str. 2 .
σει σοφὸς οἰωνοθέτας,
485 οὔτε δοκοῦντ’ οὔτ’ ἀποφάσ-
κονθ’· ὅ τι λέξω δ’ ἀπορῶ·
πέτομαι δ’ ἐλπίσιν οὔτ’ ἐν-
θάδ’ ὁρῶν οὔτ’ ὀπίσω.
Τί γὰρ ἢ Λαβδακίδαις
490 ἢ τῷ Πολύβου νεῖκος ἔ-
κειτ’; Οὔτε πάροιθέν ποτ’ ἔ-
γωγ’ οὔτε τανῦν πω
ἔμαθον πρὸς ὅτου δὴ βασάνῳ ˉ ˘ ˘ ˉ
ἐπὶ τὰν ἐπίδαμον
495 φάτιν εἶμ’ Οἰδιπόδα Λαβδακίδαις
ἐπίκουρος ἀδήλων θανάτων.
Ἀλλ’ ὁ μὲν οὖν Ζεὺς ὅ τ’ Ἀπόλ- Ant. 2 .
λων ξυνετοὶ καὶ τὰ βροτῶν
εἰδότες· ἀνδρῶν δ’ ὅτι μάν-
500 τις πλέον ἢ ‘γὼ φέρεται,
κρίσις οὐκ ἔστιν ἀληθής·
σοφίᾳ δ’ ἂν σοφίαν
παραμείψειεν ἀνήρ·
ἄλλ’ οὔποτ’ ἔγωγ’ ἄν, πρὶν ἴ-
505 δοιμ’ ὀρθὸν ἔπος, μεμφομέ-
νων ἂν καταφαίην.
Φανερὰ γὰρ ἐπ’ αὐτῷ πτερόεσσ’ ἦλθε κόρα
ποτέ, καὶ σοφὸς ὤφθη
510 βασάνῳ θ’ ἁδύπολις· τῷ ἀπ’ ἐμᾶς
φρενὸς οὔποτ’ ὀφλήσει κακίαν.
ΚΡ. Ἄνδρες πολῖται, δείν’ ἔπη πεπυσμένος
κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,
515 πάρειμ’ ἀτλητῶν. Εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς
ταῖς νῦν νομίζει πρός γ’ ἐμοῦ πεπονθέναι
λόγοισιν εἴτ’ ἔργοισιν εἰς βλάβην φέρον,
οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
φέροντι τήνδε βάξιν. Οὐ γὰρ εἰς ἁπλοῦν
520 ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει,
ἀλλ’ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.
ΧΟ. Ἀλλ’ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ’ ἂν
ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.
525 ΚΡ. Τοὔπος δ’ ἐφάνθη ταῖς ἐμαῖς γνώμαις ὅτι
πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;
ΧΟ. Ηὐδᾶτο μὲν τάδ’, οἶδα δ’ οὐ γνώμῃ τίνι.
ΚΡ. Ἐξ ὀμμάτων δ’ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς
κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;
530 ΧΟ. Οὐκ οἶδ’· ἃ γὰρ δρῶσ’ οἱ κρατοῦντες οὐχ ὁρῶ.
Αὐτὸς δ’ ὅδ’ ἤδη δωμάτων ἔξω περᾷ.
ΟΙ. Οὗτος σύ, πῶς δεῦρ’ ἦλθες; ἢ τοσόνδ’ ἔχεις
τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγ
ας
ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
535 λῃστής τ’ ἐναργὴς τῆς ἐμῆς τυραννίδος;
Φέρ’ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν
ἰδών τιν’ ἔν μοι ταῦτ’ ἐβουλεύσω ποεῖν;
ἢ τοὔργον ὡς οὐ γνωρίσοιμί σου τόδε
δόλῳ προσέρπον κοὐκ ἀλεξοίμην μαθών;
540 Ἆρ’ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου,
ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα
θηρᾶν, ὃ πλήθει χρήμασίν θ’ ἁλίσκεται;
ΚΡ. Οἶσθ’ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων
ἴσ’ ἀντάκουσον, κᾆτα κρῖν’ αὐτὸς μαθών.
545 ΟΙ. Λέγειν σὺ δεινός, μανθάνειν δ’ ἐγὼ κακὸς
σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σ’ εὕρηκ’ ἐμοί.
ΚΡ. Τοῦτ’ αὐτὸ νῦν μου πρῶτ’ ἄκουσον ὡς ἐρῶ.
ΟΙ. Τοῦτ’ αὐτὸ μή μοι φράζ’ ὅπως οὐκ εἶ κακός.
ΚΡ. Εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν
550 εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.
ΟΙ. Εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς
δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
ΚΡ. Ξύμφημί σοι ταῦτ’ ἔνδικ’ εἰρῆσθαι· τὸ δὲ
πάθημ’ ὁποῖον φῂς παθεῖν δίδασκέ με.
555 ΟΙ. Ἔπειθες ἢ οὐκ ἔπειθες ὡς χρείη μ’ ἐπὶ
τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
ΚΡ. Καὶ νῦν ἔθ’ αὑτός εἰμι τῷ βουλεύματι.
ΟΙ. Πόσον τιν’ ἤδη δῆθ’ ὁ Λάϊος χρόνον -
ΚΡ. Δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.
560 ΟΙ. ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;
ΚΡ. Μακροὶ παλαιοί τ’ ἂν μετρηθεῖεν χρόνοι.
ΟΙ. Τότ’ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
ΚΡ. Σοφός γ’ ὁμοίως κἀξ ἴσου τιμώμενος.
ΟΙ. Ἐμνήσατ’ οὖν ἐμοῦ τι τῷ τότ’ ἐν χρόνῳ;
565 ΚΡ. Οὔκουν ἐμοῦ γ’ ἑστῶτος οὐδαμοῦ πέλας.
ΟΙ. Ἀλλ’ οὐκ ἔρευναν τοῦ θανόντος ἔσχετε;
ΚΡ. Παρέσχομεν, πῶς δ’ οὐχί; κοὐκ ἐκύρσαμεν.
ΟΙ. Πῶς οὖν τόθ’ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;
ΚΡ. Οὐκ οἶδ’· ἐφ’ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.
570 ΟΙ. Τοσόνδε γ’ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν -
ΚΡ. Ποῖον τόδ’; εἰ γὰρ οἶδά γ’, οὐκ ἀρνήσομαι.
ΟΙ. ὁθούνεκ’, εἰ μὴ σοὶ ξυνῆλθε, τὰς ἐμὰς
οὐκ ἄν ποτ’ εἶπεν Λαΐου διαφθοράς.
ΚΡ. Εἰ μὲν λέγει τάδ’, αὐτὸς οἶσθ’· ἐγὼ δὲ σοῦ
575 μαθεῖν δικαιῶ ταὔθ’ ἅπερ κἀμοῦ σὺ νῦν.
ΟΙ. Ἐκμάνθαν’· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
ΚΡ. Τί δῆτ’; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
ΟΙ. Ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
ΚΡ. Ἄρχεις δ’ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
580 ΟΙ. Ἃν ᾖ θέλουσα πάντ’ ἐμοῦ κομίζεται.
ΚΡ. Οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
ΟΙ. Ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνῃ φίλος.
ΚΡ. Οὔκ, εἰ διδοίης γ’ ὡς ἔχω σαυτῷ λόγον.
Σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τιν’ ἂν δοκεῖς
585 ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ
ἄτρεστον εὕδοντ’, εἰ τά γ’ αὔθ’ ἕξει κράτη.
Ἐγὼ μὲν οὖν οὔτ’ αὐτὸς ἱμείρων ἔφυν
τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,
οὔτ’ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.
590 Νῦν μὲν γὰρ ἐκ σοῦ πάντ’ ἄνευ φόβου φέρω·
εἰ δ’ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
Πῶς δῆτ’ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;
Οὔπω τοσοῦτον ἠπατημένος κυρῶ
595 ὥστ’ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά.
Νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,
νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με·
τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ’ ἔνι.
Πῶς δῆτ’ ἐγὼ κεῖν’ ἂν λάβοιμ’ ἀφεὶς τάδε;
600 οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν.
Ἀλλ’ οὔτ’ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν,
οὔτ’ ἂν μετ’ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.
Καὶ τῶνδ’ ἔλεγχον, τοῦτο μὲν Πυθώδ’ ἰών,
πεύθου τὰ χρησθέντ’ εἰ σαφῶς ἤγγειλά σοι·
605 τοῦτ’ ἄλλ’, ἐάν με τῷ τερασκόπῳ λάβῃς
κοινῇ τι βουλεύσαντα, μή μ’ ἁπλῇ κτάνῃς
ψήφῳ, διπλῇ δὲ, τῇ τ’ ἐμῇ καὶ σῇ, λαβών,
γνώμῃ δ’ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.
Οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην
610 χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς.
Φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω
καὶ τὸν παρ’ αὑτῷ βίοτον, ὃν πλεῖστον φιλεῖ.
Ἀλλ’ ἐν χρόνῳ γνώσῃ τάδ’ ἀσφαλῶς, ἐπεὶ
χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος·
615 κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.
ΧΟ. Καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,
ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.
ΟΙ. Ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ
χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν.
620 Εἰ δ’ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν
πεπραγμέν’ ἔσται, τἀμὰ δ’ ἡμαρτημένα.
ΚΡ. Τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλε�
�ν;
ΟΙ. Ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.
ΚΡ. Ὅταν προδείξῃς ‹γ’› οἷόν ἐστι τὸ φθονεῖν.
625 ΟΙ. Ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις;
ΚΡ. Οὐ γὰρ φρονοῦντά σ’ εὖ βλέπω.
ΟΙ. Τὸ γοῦν ἐμόν.
ΚΡ. Ἀλλ’ ἐξ ἴσου δεῖ κἀμόν.
ΟΙ. Ἀλλ’ ἔφυς κακός.
ΚΡ. Εἰ δὲ ξυνίης μηδέν;
ΟΙ. Ἀρκτέον γ’ ὅμως.
ΚΡ. Οὔτοι κακῶς γ’ ἄρχοντος.
ΟΙ. Ὢ πόλις, πόλις.
630 ΚΡ. Κἀμοὶ πόλεως μέτεστιν, οὐχὶ σοὶ μόνῳ.
ΧΟ. Παύσασθ’, ἄνακτες· καιρίαν δ’ ὑμῖν ὁρῶ
τήνδ’ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθ’ ἧς
τὸ νῦν παρεστὼς νεῖκος εὖ θέσθαι χρεών.
ΙΟΚΑΣΤΗ
Τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν
635 γλώσσης ἐπήρασθ’, οὐδ’ ἐπαισχύνεσθε γῆς
οὕτω νοσούσης ἴδια κινοῦντες κακά;
Οὐκ εἶ σύ τ’ οἴκους σύ τε, Κρέων, κατὰ στέγας,
καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγ’ οἴσετε;