Delphi Complete Works of Sophocles
Page 61
ΟΙ. Γύναι, νοεῖς ἐκεῖνον ὅντιν’ ἀρτίως
1055 μολεῖν ἐφιέμεσθα τόν θ’ οὗτος λέγει -
ΙΟ. Τί δ’ ὅντιν’ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ
ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην.
ΟΙ. Οὐκ ἂν γένοιτο τοῦθ’, ὅπως ἐγὼ λαβὼν
σημεῖα τοιαῦτ’ οὐ φανῶ τοὐμὸν γένος.
1060 ΙΟ. Μή, πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου
κήδῃ, ματεύσῃς τοῦθ’· ἅλις νοσοῦσ’ ἐγώ.
ΟΙ. Θάρσει· σὺ μὲν γὰρ οὐδ’ ἐὰν τρίτης ἐγὼ
μητρὸς φανῶ τρίδουλος, ἐκφανῇ κακή.
ΙΟ. Ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.
1065 ΟΙ. Οὐκ ἂν πιθοίμην μὴ οὐ τάδ’ ἐκμαθεῖν σαφῶς.
ΙΟ. Καὶ μὴν φρονοῦσά γ’ εὖ τὰ λῷστά σοι λέγω.
ΟΙ. Τὰ λῷστα τοίνυν ταῦτά μ’ ἀλγύνει πάλαι.
ΙΟ. Ὦ δύσποτμ’, εἴθε μήποτε γνοίης ὃς εἶ.
ΟΙ. Ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;
1070 ταύτην δ’ ἐᾶτε πλουσίῳ χαίρειν γένει.
ΙΟ. Ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σ’ ἔχω
μόνον προσειπεῖν, ἄλλο δ’ οὔποθ’ ὕστερον.
ΧΟ. Τί ποτε βέβηκεν, Οἰδίπους, ὑπ’ ἀγρίας
ᾄξασα λύπης ἡ γυνή; δέδοιχ’ ὅπως
1075 μὴ ‘κ τῆς σιωπῆς τῆσδ’ ἀναρρήξει κακά.
ΟΙ. Ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δ’ ἐγώ,
κεἰ σμικρόν ἐστι, σπέρμ’ ἰδεῖν βουλήσομαι.
Αὕτη δ’ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
1080 Ἐγὼ δ’ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων
τῆς εὖ διδούσης, οὐκ ἀτιμασθήσομαι.
Τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς
μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
Τοιόσδε δ’ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ’ ἔτι
1085 ποτ’ ἄλλος, ὥστε μὴ ‘κμαθεῖν τοὐμὸν γένος.
ΧΟ. Εἴπερ ἐγὼ μάντις εἰμὶ Str.
καὶ κατὰ γνώμαν ἴδρις,
οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών,
1090 οὐκ ἔσῃ τὰν αὔριον
πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπου
καὶ τροφὸν καὶ ματέρ’ αὔξειν,
καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπίηρα φέροντα
1095 τοῖς ἐμοῖς τυράννοις.
Ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτ’ ἀρέστ’ εἴη.
Τίς σε, τέκνον, τίς σ’ ἔτικτε Ant.
τῶν μακραιώνων ἄρα
1100 Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσ’,
ἢ σέ γ’ εὐνάτειρά τις
Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι·
εἴθ’ ὁ Κυλλάνας ἀνάσσων,
1105 εἴθ’ ὁ Βακχεῖος θεὸς ναίων ἐπ’ ἄκρων ὀρέων εὕ-
ρημα δέξατ’ ἔκ του
Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.
1110 ΟΙ. Εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω,
πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ’ ὁρᾶν δοκῶ,
ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ
γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,
ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας
1115 ἔγνωκ’ ἐμαυτοῦ· τῇ δ’ ἐπιστήμῃ σύ μου
προὔχοις τάχ’ ἄν που, τὸν βοτῆρ’ ἰδὼν πάρος.
ΧΟ. Ἔγνωκα γάρ, σάφ’ ἴσθι· Λαΐου γὰρ ἦν,
εἴπερ τις ἄλλος, πιστὸς ὡς νομεὺς ἀνήρ.
ΟΙ. Σὲ πρῶτ’ ἐρωτῶ, τὸν Κορίνθιον ξένον·
1120 ἦ τόνδε φράζεις;
ΑΓ. Τοῦτον, ὅνπερ εἰσορᾷς.
ΟΙ. Οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων
ὅσ’ ἄν σ’ ἐρωτῶ. Λαΐου ποτ’ ἦσθα σύ;
ΘΕΡΑΠΩΝ
Ἦ δοῦλος, οὐκ ὠνητός, ἀλλ’ οἴκοι τραφείς.
ΟΙ. Ἔργον μεριμνῶν ποῖον ἢ βίον τίνα;
1125 ΘΕ. Ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην.
ΟΙ. Χώροις μάλιστα πρὸς τίσιν ξύναυλος ὤν;
ΘΕ. Ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.
ΟΙ. Τὸν ἄνδρα τόνδ’ οὖν οἶσθα τῇδέ που μαθών;
ΘΕ. Τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;
1130 ΟΙ. Τόνδ’ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πως;
ΘΕ. Οὐχ ὥστε γ’ εἰπεῖν ἐν τάχει μνήμης ὕπο.
ΑΓ. Κοὐδέν γε θαῦμα, δέσποτ’· ἀλλ’ ἐγὼ σαφῶς
ἀγνῶτ’ ἀναμνήσω νιν. Εὖ γὰρ οἶδ’ ὅτι
κάτοιδεν, ἦμος τὸν Κιθαιρῶνος τόπον
1135 ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δ’ ἑνὶ
ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους
ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους·
χειμῶνα δ’ ἤδη τἀμά τ’ εἰς ἔπαυλ’ ἐγὼ
ἤλαυνον οὗτός τ’ εἰς τὰ Λαΐου σταθμά.
1140 Λέγω τι τούτων, ἢ οὐ λέγω πεπραγμένον;
ΘΕ. Λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.
ΑΓ. Φέρ’ εἰπὲ νῦν, τότ’ οἶσθα παῖδά μοί τινα
δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;
ΘΕ. Τί δ’ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;
1145 ΑΓ. Ὅδ’ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότ’ ἦν νέος.
ΘΕ. Οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσῃ;
ΟΙ. Ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδ’, ἐπεὶ τὰ σὰ
δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδ’ ἔπη.
ΘΕ. Τί δ’, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;
1150 ΟΙ. Οὐκ ἐννέπων τὸν παῖδ’ ὃν οὗτος ἱστορεῖ.
ΘΕ. Λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλ’ ἄλλως πονεῖ.
ΟΙ. Σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δ’ ἐρεῖς.
ΘΕ. Μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ’ αἰκίσῃ.
ΟΙ. Οὐχ ὡς τάχος τις τοῦδ’ ἀποστρέψει χέρας;
1155 ΘΕ. Δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν;
ΟΙ. Τὸν παῖδ’ ἔδωκας τῷδ’ ὃν οὗτος ἱστορεῖ;
ΘΕ. Ἔδωκ’· ὀλέσθαι δ’ ὤφελον τῇδ’ ἡμέρᾳ.
ΟΙ. Ἀλλ’ εἰς τόδ’ ἥξεις μὴ λέγων γε τοὔνδικον.
ΘΕ. Πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.
1160 ΟΙ. Ἁνὴρ ὅδ’, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ.
ΘΕ. Οὐ δῆτ’ ἔγωγ’, ἀλλ’ εἶπον ὡς δοίην πάλαι.
ΟΙ. Πόθεν λαβών; οἰκεῖον ἢ ‘ξ ἄλλου τινός;
ΘΕ. Ἐμὸν μὲν οὐκ ἔγωγ’, ἐδεξάμην δέ του.
ΟΙ. Τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;
1165 ΘΕ. Μὴ πρὸς θεῶν, μή, δέσποθ’, ἱστόρει πλέον.
ΟΙ. Ὄλωλας, εἴ σε ταῦτ’ ἐρήσομαι πάλιν.
ΘΕ. Τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων.
ΟΙ. Ἦ δοῦλος, ἢ κείνου τις ἐγγενὴς γεγώς;
ΘΕ. Οἴμοι, πρὸς αὐτῷ γ’ εἰμὶ τῷ δεινῷ λέγειν.
1170 ΟΙ. Κἄγωγ’ ἀκούειν· ἀλλ’ ὅμως ἀκουστέον.
ΘΕ. Κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθ’· ἡ δ’ ἔσω
κάλλιστ’ ἂν εἴποι σὴ γυνὴ τάδ’ ὡς ἔχει.
ΟΙ. Ἦ γὰρ δίδωσιν ἥδε σοι;
ΘΕ. Μάλιστ’, ἄναξ.
ΟΙ. Ὡς πρὸς τί χρείας;
ΘΕ. Ὡς ἀναλώσαιμί νιν.
1175 ΟΙ. Τεκοῦσα τλήμων;
ΘΕ. Θεσφάτων γ’ ὄκνῳ κακῶν.
ΟΙ. Ποίων;
ΘΕ. Κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος.
ΟΙ. Πῶς δῆτ’ ἀφῆκας τῷ γέροντι τῷδε σύ;
ΘΕ. Κατοικτίσας, ὦ δέσποθ’, ὡς ἄλλην χθόνα
δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ
1180 κάκ’ εἰς μέγιστ’ ἔσωσεν· εἰ γὰρ οὗτος εἶ
ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς.
ΟΙ. Ἰοὺ ἰού· τὰ πάντ’ ἂν ἐξήκοι σαφῆ.
Ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,
ὅστις πέφασμαι φύς τ’ ἀφ’ ὧν οὐ χρῆν, ξὺν οἷς τ’
1185 οὐ χρῆν ὁμιλῶν, οὕς τέ μ’ οὐκ ἔδει κτανών.
ΧΟ. Ἰὼ γενεαὶ βροτῶν, Str. 1 .
ὡς ὑμᾶς ἴσα καὶ τὸ μη-
δὲν ζώσας ἐναριθμῶ.
Τίς γάρ, τίς ἀνὴρ πλέον
1190 τᾶς εὐδαιμονίας φέρει
ἢ τοσοῦτον ὅσον δοκεῖν
καὶ δόξαντ’ ἀποκλῖναι;
Τὸν σόν τοι παράδειγμ’ ἔχων,
τὸν σὸν δαίμονα, τὸν σόν, ὦ
τλᾶμον Οἰδιπόδα, βροτῶν
1195 οὐδὲν μακαρίζω·
ὅστις καθ’ ὑπερβολὰν Ant. 1 .
τοξεύσας ἐκράτησε τοῦ
πάντ’ εὐδαίμονος ὄλβου,
ὦ Ζεῦ, κατὰ μὲν φθίσας
τὰν γαμψώνυχα παρθένον
1200 χρησμῳδόν, θανάτων δ’ ἐμᾷ
χώρᾳ πύργος ἀνέστα·
ἐξ οὗ καὶ βασιλεὺς καλῇ
ἐμὸς καὶ τὰ μέγιστ’ ἐτι-
μάθης ταῖς μεγάλαισιν ἐν
Θήβαισ‹ιν› ἀνάσσων.
Τανῦν δ’ ἀκούειν τίς ἀθλιώτερος; Str. 2 .
1205 τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις
ξύνοικος ἀλλαγᾷ βίου;
Ἰὼ κλεινὸν Οἰδίπου κάρα,
ᾧ μέγας λιμὴν αὑτὸς ἤρκεσεν
1210 παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν,
πῶς ποτε πῶς ποθ’ αἱ πατρῷ-
αί σ’ ἄλοκες φέρειν, τάλας,
σῖγ’ ἐδυνάθησαν ἐς τοσόνδε;
Ἐφηῦρέ σ’ ἄκονθ’ ὁ πάνθ’ ὁρῶν χρόνος· Ant. 2 .
δικάζει τὸν ἄγαμον γάμον πάλαι
1215 τεκνοῦντα καὶ τεκνούμενον.
Ἰώ, Λαΐειον ‹ὦ› τέκνον·
εἴθε σ’ εἴθ’ ἐ‹γὼ› μήποτ’ εἰδόμαν·
δύρομαι γὰρ ὡς περίαλλ’ ἰα‹κ›χέων
ἐκ στομάτων. Τὸ δ’ ὀρθὸν εἰ-
1220 πεῖν, ἀνέπνευσά τ’ ἐκ σέθεν
καὶ κατεκοίμησα τοὐμὸν ὄμμα.
ΕΞΑΓΓΕΛΟΣ
Ὦ γῆς μέγιστα τῆσδ’ ἀεὶ τιμώμενοι,
οἷ’ ἔργ’ ἀκούσεσθ’, οἷα δ’ εἰσόψεσθ’, ὅσον δ’
1225 ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι
τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.
Οἶμαι γὰρ οὔτ’ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν
νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα
κεύθει, τὰ δ’ αὐτίκ’ εἰς τὸ φῶς φανεῖ κακὰ
1230 ἑκόντα κοὐκ ἄκοντα· τῶν δὲ πημονῶν
μάλιστα λυποῦσ’ αἳ φανῶσ’ αὐθαίρετοι.
ΧΟ. Λείπει μὲν οὐδ’ ἃ πρόσθεν ᾔδεμεν τὸ μὴ οὐ
βαρύστον’ εἶναι· πρὸς δ’ ἐκείνοισιν τί φῄς;
ΕΞ. Ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ
1235 μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα.
ΧΟ. Ὦ δυστάλαινα, πρὸς τίνος ποτ’ αἰτίας;
ΕΞ. Αὐτὴ πρὸς αὑτῆς. Τῶν δὲ πραχθέντων τὰ μὲν
ἄλγιστ’ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα.
Ὅμως δ’, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,
1240 πεύσῃ τὰ κείνης ἀθλίας παθήματα.
Ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθ’ ἔσω
θυρῶνος, ἵετ’ εὐθὺ πρὸς τὰ νυμφικὰ
λέχη, κόμην σπῶσ’ ἀμφιδεξίοις ἀκμαῖς.
Πύλας δ’ ὅπως ε�
�σῆλθ’ ἐπιρράξασ’ ἔσω,
1245 κάλει τὸν ἤδη Λάϊον πάλαι νεκρόν,
μνήμην παλαιῶν σπερμάτων ἔχουσ’, ὑφ’ ὧν
θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι
τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν·
γοᾶτο δ’ εὐνάς, ἔνθα δύστηνος διπλοῦς
1250 ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκν’ ἐκ τέκνων τέκοι.
Χὤπως μὲν ἐκ τῶνδ’ οὐκέτ’ οἶδ’ ἀπόλλυται·
βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφ’ οὗ
οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,
ἀλλ’ εἰς ἐκεῖνον περιπολοῦντ’ ἐλεύσσομεν·
1255 φοίτα γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν,
γυναῖκά τ’ οὐ γυναῖκα, μητρῴαν δ’ ὅπου
κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.
Λυσσῶντι δ’ αὐτῷ δαιμόνων δείκνυσί τις·
οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.
1260 Δεινὸν δ’ ἀΰσας, ὡς ὑφηγητοῦ τινος
πύλαις διπλαῖς ἐνήλατ’, ἐκ δὲ πυθμένων
ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.