Delphi Complete Works of Sophocles

Home > Fiction > Delphi Complete Works of Sophocles > Page 65
Delphi Complete Works of Sophocles Page 65

by Sophocles


  Κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς

   375 τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος,

  εἰ τἀμὰ κεῖνος ὅπλ’ ἀφαιρήσοιτό με.

  Ὁ δ’ ἐνθάδ’ ἥκων, καίπερ οὐ δύσοργος ὤν,

  δηχθεὶς πρὸς ἁξήκουσεν ὧδ’ ἠμείψατο·

  “Οὐκ ἦσθ’ ἵν’ ἡμεῖς, ἀλλ’ ἀπῆσθ’ ἵν’ οὔ σ’ ἔδει,

   380 καὶ ταῦτ’, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν,

  οὐ μή ποτ’ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.”

  Τοιαῦτ’ ἀκούσας κἀξονειδισθεὶς κακὰ

  πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος

  πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως.

   385 Κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει·

  πόλις γὰρ ἔστι πᾶσα τῶν ἡγουμένων

  στρατός τε σύμπας, οἱ δ’ ἀκοσμοῦντες βροτῶν

  διδασκάλων λόγοισι γίγνονται κακοί.

  Λόγος λέλεκται πᾶς· ὁ δ’ Ἀτρείδας στυγῶν

   390 ἐμοί θ’ ὁμοίως καὶ θεοῖς εἴη φίλος.

  ΧΟ. Ὀρεστέρα παμβῶτι Γᾶ,           Str.

  μᾶτερ αὐτοῦ Διός,

  ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις,

   395 σὲ κἀκεῖ, μᾶτερ πότνι’, ἐπηυδώμαν,

  ὅτ’ ἐς τόνδ’ Ἀτρειδᾶν

  ὕβρις πᾶσ’ ἐχώρει,

  ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,

   400 ἰὼ μάκαιρα ταυροκτόνων

  λεόντων ἔφεδρε, τῷ Λαρτίου,

  σέβας ὑπέρτατον.

  ΦΙ. Ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς

  λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε,

   405 καί μοι προσᾴδεθ’ ὥστε γιγνώσκειν ὅτι

  ταῦτ’ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.

  Ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ

  γλώσσῃ θιγόντα καὶ πανουργίας ἀφ’ ἧς

  μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.

   410 Ἀλλ’ οὔ τι τοῦτο θαῦμ’ ἔμοιγ’, ἀλλ’ εἰ παρὼν

  Αἴας ὁ μείζων ταῦθ’ ὁρῶν ἠνείχετο.

  ΝΕ. Οὐκ ἦν ἔτι ζῶν, ὦ ξέν’· οὐ γὰρ ἄν ποτε

  ζῶντός γ’ ἐκείνου ταῦτ’ ἐσυλήθην ἐγώ.

  ΦΙ. Πῶς εἶπας; ἀλλ’ ἦ χοὖτος οἴχεται θανών;

   415 ΝΕ. Ὡς μηκέτ’ ὄντα κεῖνον ἐν φάει νόει.

  ΦΙ. Οἴμοι τάλας. Ἀλλ’ οὐχ ὁ Τυδέως γόνος,

  οὐδ’ οὑμπολητὸς Σισύφου Λαερτίῳ,

  οὐ μὴ θάνωσι· τούσδε γὰρ μὴ ζῆν ἔδει.

  ΝΕ. Οὐ δῆτ’, ἐπίστω τοῦτό γ’, ἀλλὰ καὶ μέγα

   420 θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ.

  ΦΙ. Τί δ’; ὃς παλαιὸς κἀγαθὸς φίλος τ’ ἐμός,

  Νέστωρ ὁ Πύλιος ἔστιν; οὗτος γὰρ τά γε

  κείνων κάκ’ ἐξήρυκε, βουλεύων σοφά.

  ΝΕ. Κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν

   425 Ἀντίλοχος αὐτῷ φροῦδος, ὅσπερ ἦν γόνος.

  ΦΙ. Οἴμοι, δύ’ αὖ τώδ’ ἄνδρ’ ἔλεξας οἷν ἐγὼ

  ἥκιστ’ ἂν ἠθέλησ’ ὀλωλότοιν κλύειν.

  Φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθ’ οἵδε μὲν

  τεθνᾶσ’, Ὀδυσσεὺς δ’ ἔστιν αὖ κἀνταῦθ’ ἵνα

   430 χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;

  ΝΕ. Σοφὸς παλαιστὴς κεῖνος, ἀλλὰ χαἰ σοφαὶ

  γνῶμαι, Φιλοκτῆτ’, ἐμποδίζονται θαμά.

  ΦΙ. Φέρ’ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι

  Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;

   435 ΝΕ. Χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σ’ ἐν βραχεῖ

  τοῦτ’ ἐκδιδάξω· πόλεμος οὐδέν’ ἄνδρ’ ἑκὼν

  αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.

  ΦΙ. Ξυμμαρτυρῶ σοι· καὶ κατ’ αὐτὸ τοῦτό γε

  ἀναξίου μὲν φωτὸς ἐξερήσομαι,

   440 γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.

  ΝΕ. Ποίου δὲ τούτου πλήν γ’ Ὀδυσσέως ἐρεῖς;

  ΦΙ. Οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,

  ὃς οὐκ ἂν εἵλετ’ εἰσάπαξ εἰπεῖν ὅπου

  μηδεὶς ἐῴη· τοῦτον οἶσθ’ εἰ ζῶν κυρεῖ;

   445 ΝΕ. Οὐκ εἶδον αὐτόν, ᾐσθόμην δ’ ἔτ’ ὄντα νιν.

  ΦΙ. Ἔμελλ’· ἐπεὶ οὐδέν πω κακόν γ’ ἀπώλετο,

  ἀλλ’ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες·

  καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ

  χαίρουσ’ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ

   450 δίκαια καὶ τὰ χρήστ’ ἀποστέλλουσ’ ἀεί.

  Ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δ’ αἰνεῖν, ὅταν

  τὰ θεῖ’ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;

  ΝΕ. Ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός,

  τὸ λοιπὸν ἤδη τηλόθεν τό τ’ Ἴλιον

   455 καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι·

  ὅπου θ’ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει

  κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ,

  τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·

  ἀλλ’ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι

   460 ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.

  Νῦν δ’ εἶμι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον,

  χαῖρ’ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες

  νόσου μεταστήσειαν ὡς αὐτὸς θέλεις.

  Ἡμεῖς δ’ ἴωμεν, ὡς ὁπηνίκ’ ἂν θεὸς

   465 πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθ’ ὁρμώμεθα.

  ΦΙ. Ἤδη, τέκνον, στέλλεσθε;

  ΝΕ.     Καιρὸς γὰρ καλεῖ

  πλοῦν μὴ ‘ξ ἀπόπτου μᾶλλον ἢ ‘�
�γύθεν σκοπεῖν.

  ΦΙ. Πρός νύν σε πατρός, πρός τε μητρός, ὦ τέκνον,

  πρός τ’ εἴ τί σοι κατ’ οἶκόν ἐστι προσφιλές,

   470 ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μ’ οὕτω μόνον,

  ἔρημον ἐν κακοῖσι τοῖσδ’ οἵοις ὁρᾷς

  ὅσοισί τ’ ἐξήκουσας ἐνναίοντά με·

  ἀλλ’ ἐν παρέργῳ θοῦ με. Δυσχέρεια μέν,

  ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος·

   475 ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι

  τό τ’ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.

  Σοὶ δ’, ἐκλιπόντι τοῦτ’, ὄνειδος οὐ καλόν,

  δράσαντι δ’, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας,

  ἐὰν μόλω ‘γὼ ζῶν πρὸς Οἰταίαν χθόνα.

   480 Ἴθ’, ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς,

  τόλμησον, ἐμβαλοῦ μ’ ὅπῃ θέλεις ἄγων,

  εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι

  ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.

  Νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς Ἱκεσίου, τέκνον,

   485 πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν

  ἀκράτωρ ὁ τλήμων, χωλός. Ἀλλὰ μή μ’ ἀφῇς

  ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου,

  ἀλλ’ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μ’ ἄγων,

  ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά·

   490 κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος

  Τραχινίαν τε δειράδ’ ἢ τὸν εὔροον

  Σπερχειὸν ἔσται· πατρί μ’ ὡς δείξῃς φίλῳ,

  ὃν δὴ παλαιὸν ἐξότου δέδοικ’ ἐγὼ

  μή μοι βεβήκῃ. Πολλὰ γὰρ τοῖς ἱγμένοις

   495 ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς,

  αὐτόστολον πέμψαντά μ’ ἐκσῶσαι δόμους.

  Ἀλλ’ ἢ τέθνηκεν ἢ τὰ τῶν διακόνων,

  ὡς εἰκός, οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρος

  ποιούμενοι τὸν οἴκαδ’ ἤπειγον στόλον.

   500 Νῦν δ’, εἰς σὲ γὰρ πομπόν τε καὐτὸν ἄγγελον

  ἥκω, σὺ σῶσον, σύ μ’ ἐλέησον, εἰσορῶν

  ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς

  κεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ θἄτερα.

  Χρὴ δ’ ἐκτὸς ὄντα πημάτων τὰ δείν’ ὁρᾶν,

   505 χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον

  σκοπεῖν μάλιστα μὴ διαφθαρεὶς λάθῃ.

  ΧΟ. Οἴκτιρ’, ἄναξ· πολλῶν ἔλε-           Ant.

  ξεν δυσοίστων πόνων

  ἆθλ’, ὅσσα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων.

   510 Εἰ δὲ πικρούς, ἄναξ, Ἀτρείδας ἔχθεις,

  ἐγὼ μέν, τὸ κείνων

  κακὸν τῷδε κέρδος

   515 μετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν,

  ἐπ’ εὐστόλου ταχείας νεὼς

  πορεύσαιμ’ ἂν ἐς δόμους, τὰν ἐκ θεῶν

  νέμεσιν ἐκφυγών.

  ΝΕ. Ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς,

   520 ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ,

  τότ’ οὐκέθ’ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.

  ΧΟ. Ἥκιστα· τοῦτ’ οὐκ ἔσθ’ ὅπως ποτ’ εἰς ἐμὲ

  τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.

  ΝΕ. Ἀλλ’ αἰσχρὰ μέντοι σοῦ γέ μ’ ἐνδεέστερον

   525 ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν.

  Ἀλλ’ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς,

  χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται.

  Μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς

  ἡμᾶς ὅποι τ’ ἐνθένδε βουλοίμεσθα πλεῖν.

   530 ΦΙ. Ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δ’ ἀνήρ,

  φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς

  ἔργῳ γενοίμην ὥς μ’ ἔθεσθε προσφιλῆ;

  Ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω

  ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς

   535 ἀφ’ ὧν διέζων ὥς τ’ ἔφυν εὐκάρδιος.

  Οἶμαι γὰρ οὐδ’ ἂν ὄμμασιν μόνην θέαν

  ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε·

  ἐγὼ δ’ ἀνάγκῃ προὔμαθον στέργειν κακά.

  ΧΟ. Ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο,

   540 ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δ’ ἀλλόθρους,

  χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον.

  ΕΜΠΟΡΟΣ

  Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον,

  ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ,

  ἐκέλευσ’ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι,

   545 ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ,

  τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον.

  Πλέων γάρ, ὡς ναύκληρος, οὐ πολλῷ στόλῳ

  ἀπ’ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν

  Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι

   550 σοὶ πάντες εἶεν συννεναυστοληκότες,

  ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι,

  τὸν πλοῦν ποεῖσθαι προστυχόντι τῶν ἴσων.

  Οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι,

  ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα

   555 βουλεύματ’ ἐστί, κοὐ μόνον βουλεύματα,

  ἀλλ’ ἔργα δρώμεν’, οὐκέτ’ ἐξαργούμενα.

  ΝΕ. Ἀλλ’ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε,

  εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ·

  φράσον δ’ ἅπερ γ’ ἔλεξας, ὡς μάθω τί μοι

   560 νεώτερον βούλευμ’ ἀπ’ Ἀργείων ἔχεις.

  ΕΜ. Φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ

  Φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι.

&nb
sp; ΝΕ. Ὡς ἐκ βίας μ’ ἄξοντες ἢ λόγοις πάλιν;

  ΕΜ. Οὐκ οἶδ’· ἀκούσας δ’ ἄγγελος πάρειμί σοι.

   565 ΝΕ. Ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται

  οὕτω καθ’ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν;

  ΕΜ. Ὡς ταῦτ’ ἐπίστω δρώμεν’ οὐ μέλλοντ’ ἔτι.

  ΝΕ. Πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδ’ οὐκ αὐτάγγελος

  πλεῖν ἦν ἕτοιμος; ἢ φόβος τις εἶργέ νιν;

   570 ΕΜ. Κεῖνός γ’ ἐπ’ ἄλλον ἄνδρ’ ὁ Τυδέως τε παῖς

  ἔστελλον, ἡνίκ’ ἐξανηγόμην ἐγώ.

  ΝΕ. Πρὸς ποῖον αὖ τόνδ’ αὐτὸς οὑδυσσεὺς ἔπλει;

  ΕΜ. Ἦν δή τις - ἀλλὰ τόνδε μοι πρῶτον φράσον

  τίς ἐστιν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα.

   575 ΝΕ. Ὅδ’ ἔσθ’ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε.

  ΕΜ. Μή νύν μ’ ἔρῃ τὰ πλείον’, ἀλλ’ ὅσον τάχος

  ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς.

  ΦΙ. Τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ

  διεμπολᾷ λόγοισι πρός σ’ ὁ ναυβάτης;

   580 ΝΕ. Οὐκ οἶδά πω τί φησι· δεῖ δ’ αὐτὸν λέγειν

  εἰς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε.

  ΕΜ. Ὦ σπέρμ’ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ

  λέγονθ’ ἃ μὴ δεῖ· πόλλ’ ἐγὼ κείνων ὕπο

  δρῶν ἀντιπάσχω χρηστά θ’, οἷ’ ἀνὴρ πένης.

 

‹ Prev