by Sophocles
585 ΝΕ. Ἐγώ εἰμ’ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι
φίλος μέγιστος, οὕνεκ’ Ἀτρείδας στυγεῖ.
Δεῖ δή σ’, ἔμοιγ’ ἐλθόντα προσφιλῆ, λόγων
κρύψαι πρὸς ἡμᾶς μηδέν’ ὧν ἀκήκοας.
ΕΜ. Ὅρα τί ποιεῖς, παῖ.
ΝΕ. Σκοπῶ κἀγὼ πάλαι.
590 ΕΜ. Σὲ θήσομαι τῶνδ’ αἴτιον.
ΝΕ. Ποιοῦ λέγων.
ΕΜ. Λέγω· ‘πὶ τοῦτον ἄνδρε τώδ’ ὥπερ κλύεις,
ὁ Τυδέως παῖς ἥ τ’ Ὀδυσσέως βία,
διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ
πείσαντες ἄξειν, ἢ πρὸς ἰσχύος κράτος.
595 Καὶ ταῦτ’ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς
Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον
τὸ θάρσος εἶχε θἀτέρου δράσειν τάδε.
ΝΕ. Τίνος δ’ Ἀτρεῖδαι τοῦδ’ ἄγαν οὕτω χρόνῳ
τοσῷδ’ ἐπεστρέφοντο πράγματος χάριν,
600 ὅν γ’ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;
τίς ὁ πόθος αὐτοὺς ἵκετ’, ἢ θεῶν βία
καὶ νέμεσις, οἵπερ ἔργ’ ἀμύνουσιν κακά;
ΕΜ. Ἐγὼ σὲ τοῦτ’, ἴσως γὰρ οὐκ ἀκήκοας,
πᾶν ἐκδιδάξω. Μάντις ἦν τις εὐγενής,
605 Πριάμου μὲν υἱός, ὄνομα δ’ ὠνομάζετο
Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος,
ὁ πάντ’ ἀκούων αἰσχρὰ καὶ λωβήτ’ ἔπη
δόλιος Ὀδυσσεὺς εἷλε, δέσμιόν τ’ ἄγων
ἔδειξ’ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·
610 ὃς δὴ τά τ’ ἄλλ’ αὐτοῖσι πάντ’ ἐθέσπισε,
καὶ τἀπὶ Τροίᾳ πέργαμ’ ὡς οὐ μή ποτε
πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ
ἄγοιντο νήσου τῆσδ’ ἐφ’ ἧς ναίει τὰ νῦν.
Καὶ ταῦθ’ ὅπως ἤκουσ’ ὁ Λαέρτου τόκος
615 τὸν μάντιν εἰπόντ’, εὐθέως ὑπέσχετο
τὸν ἄνδρ’ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·
οἴοιτο μὲν μάλισθ’ ἑκούσιον λαβών,
εἰ μὴ θέλοι δ’, ἄκοντα· καὶ τούτων κάρα
τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.
620 Ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι
καὐτῷ παραινῶ κεἴ τινος κήδῃ πέρι.
ΦΙ. Οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη,
ἔμ’ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;
πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν
625 πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ.
ΕΜ. Οὐκ οἶδ’ ἐγὼ ταῦτ’· ἀλλ’ ἐγὼ μὲν εἶμ’ ἐπὶ
ναῦν, σφῷν δ’ ὅπως ἄριστα συμφέροι θεός.
ΦΙ. Οὔκουν τάδ’, ὦ παῖ, δεινά, τὸν Λαερτίου
ἔμ’ ἐλπίσαι ποτ’ ἂν λόγοισι μαλθακοῖς
630 δεῖξαι νεὼς ἄγοντ’ ἐν Ἀργείοις μέσοις;
οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ
κλύοιμ’ ἐχίδνης, ἥ μ’ ἔθηκεν ὧδ’ ἄπουν.
Ἀλλ’ ἔστ’ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ
τολμητά. Καὶ νῦν οἶδ’ ὁθούνεχ’ ἵξεται.
635 Ἀλλ’, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ
πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς·
Ἴωμεν· ἥ τοι καίριος σπουδή, πόνου
λήξαντος, ὕπνον κἀνάπαυλαν ἤγαγεν.
ΝΕ. Οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ.
640 τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ.
ΦΙ. Ἀεὶ καλὸς πλοῦς ἔσθ’, ὅταν φεύγῃς κακά.
ΝΕ. Οὔκ· ἀλλὰ κἀκείνοισι ταῦτ’ ἐναντία.
ΦΙ. Οὐκ ἔστι λῃσταῖς πνεῦμ’ ἐναντιούμενον,
ὅταν παρῇ κλέψαι τε χἀρπάσαι βίᾳ.
645 ΝΕ. Ἀλλ’, εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν
ὅτου σε χρεία καὶ πόθος μάλιστ’ ἔχει.
ΦΙ. Ἀλλ’ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.
ΝΕ. Τί τοῦθ’ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;
ΦΙ. Φύλλον τί μοι πάρεστιν ᾧ μάλιστ’ ἀεὶ
650 κοιμῶ τόδ’ ἕλκος, ὥστε πραΰνειν πάνυ.
ΝΕ. Ἀλλ’ ἔκφερ’ αὐτό· τί γὰρ ἔτ’ ἄλλ’ ἐρᾷς λαβεῖν;
ΦΙ. Εἴ μοί τι τόξων τῶνδ’ ἀπημελημένον
παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν.
ΝΕ. Ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξ’ ἃ νῦν ἔχεις;
655 ΦΙ. Ταῦτ’ οὐ γὰρ ἄλλα γ’ ἔσθ’ ἃ βαστάζω χεροῖν.
ΝΕ. Ἆρ’ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν,
καὶ βαστάσαι με προσκύσαι θ’ ὥσπερ θεόν;
ΦΙ. Σοί γ’, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν
ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται.
660 ΝΕ. Καὶ μὴν ἐρῶ γε· τὸν δ’ ἔρωθ’ οὕτως ἔχω·
εἴ μοι θέμις, θέλοιμ’ ἄν· εἰ δὲ μή, πάρες.
ΦΙ. Ὅσιά τε φωνεῖς ἔστι τ’, ὦ τέκνον, θέμις,
ὅς γ’ ἡλίου τόδ’ εἰσορᾶν ἐμοὶ φάος
μόνος δέδωκας, ὃς χθόν’ Οἰταίαν ἰδεῖν,
665 ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν
ἐχθρῶν μ’ ἔνερθεν ὄντ’ ἀνέστησας πέρα.
Θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν
καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν
ἀρετῆς ἕκατι τῶνδ’ ἐπιψαῦσαι μόνον·
670 εὐεργετῶν γὰρ καὐτὸς αὔτ’ ἐκτησάμην.
ΝΕ. Οὐκ ἄχθομαί σ’ ἰδών τε καὶ λαβὼν φίλον·
ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,
παντὸς γένοιτ’ ἂν κτήματος κρείσσων φίλος.
Χωροῖς ἂν εἴσ
ω.
ΦΙ. Καὶ σέ γ’ εἰσάξω· τὸ γὰρ
675 νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν.
ΧΟ. Λόγῳ μὲν ἐξήκουσ’, ὄπωπα δ’ οὐ μάλα, Str. 1 .
τὸν πελάταν λέκτρων ποτὲ ‹τῶν› Διὸς
κατ’ ἄμπυκα δὴ δρομάδα
δέσμιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς·
680 ἄλλον δ’ οὔτιν’ ἔγωγ’ οἶδα κλύων οὐδ’ ἐσιδὼν μοίρᾳ
τοῦδ’ ἐχθίονι συντυχόντα θνατῶν,
ὃς οὔτ’ ἔρξας τιν’ οὔτε νοσφίσας,
ἀλλ’ ἴσος ἔν ‹γ’› ἴσοις ἀνὴρ
685 ὤλλυθ’ ὧδ’ ἀναξίως.
Τόδε ‹δ’ αὖ› θαῦμά μ’ ἔχει πῶς
ποτε πῶς ποτ’ ἀμφιπλήκτων
ῥοθίων μόνος κλύων, πῶς
ἄρα πανδάκρυτον οὕτω
690 βιοτὰν κατέσχεν·
ἵν’ αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν, Ant. 1 .
οὐδέ τιν’ ἐγχώρων κακογείτονα,
παρ’ ᾧ στόνον ἀντίτυπον
695 ‹τὸν› βαρυβρῶτ’ ἀποκλαύσειεν αἱματηρόν·
οὐδ’ ὃς [τὰν] θερμοτάταν αἱμάδα κηκιομέναν ἑλκέων
ἐνθήρου ποδὸς ἠπίοισι φύλλοις
κατευνάσειεν, εἴ τις ἐμπέσοι,
700 φορβάδος ἐκ γαίας ἑλών·
εἷρπε δ’ ἄλλοτ’ ἀλλ‹αχ›ᾷ
τότ’ ἂν εἰλυόμενος, παῖς
ἄτερ ὡς φίλας τιθήνας,
ὅθεν εὐμάρει’ ὑπάρχοι
705 πόρου, ἁνίκ’ ἐξανείη
δακέθυμος ἄτα·
οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλων Str. 2 .
αἴρων τῶν νεμόμεσθ’ ἀνέρες ἀλφησταί,
710 πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων πτα-
νοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν.
Ὦ μελέα ψυχά·
715 ὃς μηδ’ οἰνοχύτου πώματος ἥσθη δεκέτει χρόνῳ,
λεύσσων δ’ εἴ που γνοίη, στατὸν εἰς ὕδωρ
αἰεὶ προσενώμα.
Νῦν δ’ ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσας Ant. 2 .
720 εὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων·
ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει πολ-
λῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν
725 Μαλιάδων νυμφᾶν
Σπερχειοῦ τε παρ’ ὄχθαις, ἵν’ ὁ χάλκασπις ἀνὴρ θεοῖς
πλάθει πᾶσιν, θείῳ πυρὶ παμφαής,
Οἴτας ὑπὲρ ὄχθων.
730 ΝΕ. Ἕρπ’, εἰ θέλεις. Τί δή ποθ’ ὧδ’ ἐξ οὐδενὸς
λόγου σιωπᾷς κἀπόπληκτος ὧδ’ ἔχῃ;
ΦΙ. Ἆ, ἆ, ἆ, ἆ.
ΝΕ. Τί ἔστιν;
ΦΙ. Οὐδὲν δεινόν· ἀλλ’ ἴθ’, ὦ τέκνον.
ΝΕ. Μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου;
735 ΦΙ. Οὐ δῆτ’ ἔγωγ’, ἀλλ’ ἄρτι κουφίζειν δοκῶ.
Ἰὼ θεοί.
ΝΕ. Τί τοὺς θεοὺς οὕτως ἀναστένων καλεῖς;
ΦΙ. Σωτῆρας αὐτοὺς ἠπίους θ’ ἡμῖν μολεῖν.
Ἆ, ἆ, ἆ, ἆ.
740 ΝΕ. Τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλ’ ὧδ’ ἔσῃ
σιγηλός; ἐν κακῷ δέ τῳ φαίνῃ κυρῶν.
ΦΙ. Ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν
κρύψαι παρ’ ὑμῖν, ἀτταταῖ· διέρχεται,
διέρχεται. Δύστηνος, ὦ τάλας ἐγώ.
745 Ἀπόλωλα, τέκνον· βρύκομαι, τέκνον· παπαῖ,
ἀπαππαπαππαῖ, παππαπαππαπαππαπαῖ.
Πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα
ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα·
ἀπάμησον ὡς τάχιστα· μὴ φείσῃ βίου·
750 Ἴθ’, ὦ παῖ.
ΝΕ. Τί δ’ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου
τοσήνδ’ ἰυγὴν καὶ στόνον σαυτοῦ ποιεῖς;
ΦΙ. Οἶσθ’, ὦ τέκνον.
ΝΕ. Τί δ’ ἔστιν;
ΦΙ. Οἶσθ’, ὦ παῖ.
ΝΕ. Τί σοι;
Οὐκ οἶδα.
ΦΙ. Πῶς οὐκ οἶσθα; παππαπαππαπαῖ.
755 ΝΕ. Δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος.
ΦΙ. Δεινὸν γὰρ οὐδὲ ῥητόν· ἀλλ’ οἴκτιρέ με.
ΝΕ. Τί δῆτα δράσω;
ΦΙ. Μή με ταρβήσας προδῷς·
ἥκει γὰρ αὕτη διὰ χρόνου, πλάνοις ἴσως
ὡς ἐξεπλήσθη.
ΝΕ. Ἰὼ ἰὼ δύστηνε σύ,
760 δύστηνε δῆτα διὰ πόνων πάντων φανείς.
Βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου;
ΦΙ. Μὴ δῆτα τοῦτό γ’· ἀλλά μοι τὰ τόξ’ ἑλὼν
τάδ’, ὥσπερ ᾐτοῦ μ’ ἀρτίως, ἕως ἀνῇ
765 τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν,
σῷζ’ αὐτὰ καὶ φύλασσε· λαμβάνει γὰρ οὖν
ὕπνος μ’, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε·
κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλ’ ἐᾶν χρεὼν
ἕκηλον εὕδειν. Ἢν δὲ τῷδε τῷ χρόνῳ
770 μόλωσ’ ἐκεῖνοι, πρὸς θεῶν, ἐφίεμαι
ἑκόντα μήτ’ ἄκοντα, μήτε τῳ τέχνῃ
κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θ’ ἅμα
κἄμ’ ὄντα σαυτοῦ πρόστροπον κτείνας γένῃ.
ΝΕ. Θάρσει προνοίας οὕνεκ’· οὐ δοθήσεται
775 πλὴν σοί τε κἀμοί· ξὺν τύχῃ δὲ πρόσφερε.
ΦΙ. Ἰδοὺ δέχου, παῖ· τὸν Φθόνον δὲ πρόσκυσον,
μή σοι γενέσθαι πολύπον’ αὐτά, μηδ’ ὅπως
ἐμοί τε καὶ τῷ πρόσθ’ ἐμοῦ κεκτημένῳ.
ΝΕ. Ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ
780 πλ�
�ῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ
θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.
ΦΙ. Ἀλλὰ δέδοικ’, ὦ παῖ, μή μ’ ἀτελὴς εὔχῃ·
στάζει γὰρ αὖ μοι φοίνιον τόδ’ ἐκ βυθοῦ
κηκῖον αἷμα, καί τι προσδοκῶ νέον.
785 Παπαῖ, φεῦ·
παπαῖ μάλ’, ὦ πούς, οἷά μ’ ἐργάσῃ κακά.
Προσέρπει,
προσέρχεται τόδ’ ἐγγύς. Οἴμοι μοι τάλας.
Ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ.
790 Ἀτταταῖ.
Ὦ ξένε Κεφαλλήν, εἴθε σοῦ διαμπερὲς
στέρνων ἔχοιτ’ ἄλγησις ἥδε. Φεῦ, παπαῖ,
παπαῖ μάλ’ αὖθις. Ὦ διπλοῖ στρατηλάται,
Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντ’ ἐμοῦ
795 τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον;
Ὤμοι μοι.
Ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος
οὕτω κατ’ ἦμαρ οὐ δύνᾳ μολεῖν ποτε;
Ὦ τέκνον, ὦ γενναῖον, ἀλλὰ συλλαβών,
800 τῷ Λημνίῳ τῷδ’ ἀνακαλουμένῳ πυρὶ
ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε
τὸν τοῦ Διὸς παῖδ’ ἀντὶ τῶνδε τῶν ὅπλων,
ἃ νῦν σὺ σῴζεις, τοῦτ’ ἐπηξίωσα δρᾶν.
Τί φῄς, παῖ;