Delphi Complete Works of Sophocles
Page 69
1235 ΟΔ. Πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε;
ΝΕ. Εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν.
ΟΔ. Τί φῄς, Ἀχιλλέως παῖ; τίν’ εἴρηκας λόγον;
ΝΕ. Δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μ’ ἔπη;
ΟΔ. Ἀρχὴν κλύειν ἂν οὐδ’ ἅπαξ ἐβουλόμην.
1240 ΝΕ. Εὖ νῦν ἐπίστω πάντ’ ἀκηκοὼς λόγον.
ΟΔ. Ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν.
ΝΕ. Τί φῄς; τίς ἔσται μ’ οὑπικωλύσων τάδε;
ΟΔ. Ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ.
ΝΕ. Σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν.
1245 ΟΔ. Σὺ δ’ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά.
ΝΕ. Ἀλλ’ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε.
ΟΔ. Καὶ πῶς δίκαιον, ἅ γ’ ἔλαβες βουλαῖς ἐμαῖς,
πάλιν μεθεῖναι ταῦτα;
ΝΕ. Τὴν ἁμαρτίαν
αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι.
1250 ΟΔ. Στρατὸν δ’ Ἀχαιῶν οὐ φοβῇ, πράσσων τάδε;
ΝΕ. Ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ ‹στρατόν›.
ΟΔ. . . . . . . . . . . φόβον
ΝΕ. Ἀλλ’ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν.
ΟΔ. Οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα.
ΝΕ. Ἔστω τὸ μέλλον.
ΟΔ. Χεῖρα δεξιὰν ὁρᾷς
1255 κώπης ἐπιψαύουσαν;
ΝΕ. Ἀλλὰ κἀμέ τοι
ταὐτὸν τόδ’ ὄψει δρῶντα κοὐ μέλλοντ’ ἔτι.
ΟΔ. Καίτοι σ’ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ
λέξω τάδ’ ἐλθών, ὅς σε τιμωρήσεται.
ΝΕ. Ἐσωφρόνησας· κἂν τὰ λοίφ’ οὕτω φρονῇς,
1260 ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα.
Σὺ δ’, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω,
ἔξελθ’ ἀμείψας τάσδε πετρήρεις στέγας.
ΦΙ. Τίς αὖ παρ’ ἄντροις θόρυβος ἵσταται βοῆς;
τί μ’ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι;
1265 Ὤμοι· κακὸν τὸ χρῆμα. Μῶν τί μοι μέγα
πάρεστε πρὸς κακοῖσι πέμποντες κακόν;
ΝΕ. Θάρσει· λόγους δ’ ἄκουσον οὓς ἥκω φέρων.
ΦΙ. Δέδοικ’ ἔγωγε. Καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
καλῶν κακῶς ἔπραξα σοῖς πεισθεὶς λόγοις.
1270 ΝΕ. Οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;
ΦΙ. Τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου
τὰ τόξ’ ἔκλεπτες πιστὸς ἀτηρὸς λάθρᾳ.
ΝΕ. Ἀλλ’ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν
πότερα δέδοκταί σοι μένοντι καρτερεῖν,
1275 ἢ πλεῖν μεθ’ ἡμῶν.
ΦΙ. Παῦε, μὴ λέξῃς πέρα·
μάτην γὰρ ἃν εἴπῃς γε πάντ’ εἰρήσεται.
ΝΕ. Οὕτω δέδοκται;
ΦΙ. Καὶ πέρα γ’ ἴσθ’ ἢ λέγω.
ΝΕ. Ἀλλ’ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις
ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων
1280 κυρῶ, πέπαυμαι.
ΦΙ. Πάντα γὰρ φράσεις μάτην.
οὐ γάρ ποτ’ εὔνουν τὴν ἐμὴν κτήσῃ φρένα,
ὅστις γ’ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν
ἀπεστέρηκας· κᾆτα νουθετεῖς ἐμὲ
ἐλθών, ἀρίστου πατρὸς ἔχθιστος γεγώς.
1285 Ὄλοισθ’, Ἀτρεῖδαι μὲν μάλιστ’, ἔπειτα δὲ
ὁ Λαρτίου παῖς, καὶ σύ.
ΝΕ. Μὴ ‘πεύξῃ πέρα·
δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.
ΦΙ. Πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα;
ΝΕ. Ἀπώμοσ’ ἁγνοῦ Ζηνὸς ὕψιστον σέβας.
1290 ΦΙ. Ὦ φίλτατ’ εἰπών, εἰ λέγεις ἐτήτυμα.
ΝΕ. Τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν
πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.
ΟΔ. Ἐγὼ δ’ ἀπαυδῶ γ’, ᾧ θεοὶ ξυνίστορες,
ὑπέρ ‹τ’› Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ.
1295 ΦΙ. Τέκνον, τίνος φώνημα; μῶν Ὀδυσσέως
ἐπῃσθόμην;
ΟΔ. Σάφ’ ἴσθι· καὶ πέλας γ’ ὁρᾷς,
ὅς σ’ ἐς τὰ Τροίας πεδί’ ἀποστελῶ βίᾳ,
ἐάν τ’ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ.
ΦΙ. Ἀλλ’ οὔ τι χαίρων, ἢν τόδ’ ὀρθωθῇ βέλος.
1300 ΝΕ. Ἆ, μηδαμῶς, μὴ πρὸς θεῶν, μεθῇς βέλος.
ΦΙ. Μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.
ΝΕ. Οὐκ ἂν μεθείην.
ΦΙ. Φεῦ· τί μ’ ἄνδρα πολέμιον
ἐχθρόν τ’ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;
ΝΕ. Ἀλλ’ οὔτ’ ἐμοὶ τοῦτ’ ἐστὶν οὔτε σοὶ καλόν.
1305 ΦΙ. Ἀλλ’ οὖν τοσοῦτόν γ’ ἴσθι, τοὺς πρώτους στρατοῦ,
τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς
ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.
ΝΕ. Εἶεν· τὰ μὲν δὴ τόξ’ ἔχεις, κοὐκ ἔσθ’ ὅτου
ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ.
1310 ΦΙ. Ξύμφημι, τὴν φύσιν δ’ ἔδειξας, ὦ τέκνον,
ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός,
ἀλλ’ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτ’ ἦν
ἤκου’ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.
ΝΕ. Ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε
1315 αὐτόν τ’ ἔμ’· ὧν δέ σου τυχεῖν ἐφίεμαι
ἄκουσον. Ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν
τύχας δοθείσας ἔστ’ ἀναγκαῖον φέρειν·
ὅσοι δ’ ἑκουσίοισιν ἔγκεινται βλ�
�βαις,
ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν
1320 δίκαιόν ἐστιν οὔτ’ ἐποικτίρειν τινά.
Σὺ δ’ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχῃ,
ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων,
στυγεῖς πολέμιον δυσμενῆ θ’ ἡγούμενος.
Ὅμως δὲ λέξω· Ζῆνα δ’ ὅρκιον καλῶ·
1325 καὶ ταῦτ’ ἐπίστω, καὶ γράφου φρενῶν ἔσω.
Σὺ γὰρ νοσεῖς τόδ’ ἄλγος ἐκ θείας τύχης,
Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ
σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις.
Καὶ παῦλαν ἴσθι τῆσδε μή ποτ’ ἂν τυχεῖν
1330 νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος
ταύτῃ μὲν αἴρῃ, τῇδε δ’ αὖ δύνῃ πάλιν,
πρὶν ἂν τὰ Τροίας πεδί’ ἑκὼν αὐτὸς μόλῃς,
καὶ τῶν παρ’ ἡμῖν ἐντυχὼν Ἀσκληπιδῶν
νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα
1335 ξὺν τοῖσδε τόξοις ξύν τ’ ἐμοὶ πέρσας φανῇς.
Ὡς δ’ οἶδα ταῦτα τῇδ’ ἔχοντ’ ἐγὼ φράσω.
Ἀνὴρ γὰρ ἡμῖν ἔστιν ἐκ Τροίας ἁλούς,
Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς
ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδ’ ἔτι,
1340 ὡς ἔστ’ ἀνάγκη τοῦ παρεστῶτος θέρους
Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδωσ’ ἑκὼν
κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.
Ταῦτ’ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων·
καλὴ γὰρ ἡ ‘πίκτησις, Ἑλλήνων ἕνα
1345 κριθέντ’ ἄριστον, τοῦτο μὲν παιωνίας
ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον
Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.
ΦΙ. Ὦ στυγνὸς αἰών, τί μ’ ἔτι δῆτ’ ἔχεις ἄνω
βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν;
1350 Οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις
τοῖς τοῦδ’ ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν;
Ἀλλ’ εἰκάθω δῆτ’; εἶτα πῶς ὁ δύσμορος
εἰς φῶς τάδ’ ἔρξας εἶμι; τῷ προσήγορος;
Πῶς, ὦ τὰ πάντ’ ἰδόντες ἀμφ’ ἐμοὶ κύκλοι,
1355 ταῦτ’ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως
ἐμὲ ξυνόντα παισίν, οἵ μ’ ἀπώλεσαν;
πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;
οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει,
ἀλλ’ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι
1360 δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶν
μήτηρ γένηται, τἄλλα παιδεύει κακά.
Καὶ σοῦ δ’ ἔγωγε θαυμάσας ἔχω τόδε·
χρῆν γάρ σε μήτ’ αὐτόν ποτ’ ἐς Τροίαν μολεῖν,
ἡμᾶς τ’ ἀπείργειν, οἵ γε σοῦ καθύβρισαν,
1365 πατρὸς γέρας συλῶντες· εἶτα τοῖσδε σὺ
εἶ ξυμμαχήσων κἄμ’ ἀναγκάζεις τόδε;
Μὴ δῆτα, τέκνον· ἀλλ’, ἅ μοι ξυνώμοσας,
πέμψον πρὸς οἴκους, καὐτὸς ἐν Σκύρῳ μένων
ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.
1370 Χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσῃ χάριν,
διπλῆν δὲ πατρὸς κοὐ κακοὺς ἐπωφελῶν
δόξεις ὅμοιος τοῖς κακοῖς πεφυκέναι.
ΝΕ. Λέγεις μὲν εἰκότ’, ἀλλ’ ὅμως σε βούλομαι
θεοῖς τε πιστεύσαντα τοῖς τ’ ἐμοῖς λόγοις
1375 φίλου μετ’ ἀνδρὸς τοῦδε τῆσδ’ ἐκπλεῖν χθονός.
ΦΙ. Ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως
ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;
ΝΕ. Πρὸς τοὺς μὲν οὖν σε τήνδε τ’ ἔμπυον βάσιν
παύσοντας ἄλγους κἀποσώσοντας νόσου.
1380 ΦΙ. Ὦ δεινὸν αἶνον αἰνέσας, τί φῄς ποτε;
ΝΕ. Ἃ σοί τε κἀμοὶ λῷσθ’ ὁρῶ τελούμενα.
ΦΙ. Καὶ ταῦτα λέξας οὐ καταισχύνῃ θεούς;
ΝΕ. Πῶς γάρ τις αἰσχύνοιτ’ ἂν ὠφελούμενος;
ΦΙ. Λέγεις δ’ Ἀτρείδαις ὄφελος, ἢ ‘π’ ἐμοὶ τόδε;
1385 ΝΕ. Σοί που, φίλος γ’ ὤν, χὠ λόγος τοιόσδε μου.
ΦΙ. Πῶς, ὅς γε τοῖς ἐχθροῖσί μ’ ἐκδοῦναι θέλεις;
ΝΕ. Ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.
ΦΙ. Ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.
ΝΕ. Οὔκουν ἔγωγε· φημὶ δ’ οὔ σε μανθάνειν.
1390 ΦΙ. Ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με;
ΝΕ. Ἀλλ’ ἐκβαλόντες εἰ πάλιν σώσουσ’ ὅρα.
ΦΙ. Οὐδέποθ’ ἑκόντα γ’ ὥστε τὴν Τροίαν ἰδεῖν.
ΝΕ. Τί δῆτ’ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γ’ ἐν λόγοις
πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;
1395 ὡς ῥᾷστ’ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ
ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.
ΦΙ. Ἔα με πάσχειν ταῦθ’ ἅπερ παθεῖν με δεῖ·
ἃ δ’ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών,
πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον,
1400 καὶ μὴ βράδυνε μηδ’ ἐπιμνησθῇς ἔτι
Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις.
ΝΕ. Εἰ δοκεῖ, στείχωμεν.
ΦΙ. Ὦ γενναῖον εἰρηκὼς ἔπος.
ΝΕ. Ἀντέρειδε νῦν βάσιν σήν.
ΦΙ. Εἰς ὅσον γ’ ἐγὼ σθένω.
ΝΕ. Αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι;
ΦΙ. Μὴ φροντίσῃς;
1405 ΝΕ. Τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν;
ΦΙ. Ἐγὼ παρὼν -
ΝΕ. Τίνα προσωφέλησιν ἔρ
ξεις;
ΦΙ. βέλεσι τοῖς Ἡρακλέους -
ΝΕ. Πῶς λέγεις;
ΦΙ. εἴρξω πελάζειν.
ΝΕ. Στεῖχε προσκύσας χθόνα.
ΗΡΑΚΛΗΣ
Μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων
1410 ἀΐῃς μύθων, παῖ Ποίαντος·
φάσκειν δ’ αὐδὴν τὴν Ἡρακλέους
ἀκοῇ τε κλύειν λεύσσειν τ’ ὄψιν.
Τὴν σὴν δ’ ἥκω χάριν οὐρανίας
ἕδρας προλιπὼν
1415 τὰ Διός τε φράσων βουλεύματά σοι
κατερητύσων θ’ ὁδὸν ἣν στέλλῃ·
σὺ δ’ ἐμῶν μύθων ἐπάκουσον.
Καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,
ὅσους πονήσας καὶ διεξελθὼν πόνους
1420 ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθ’ ὁρᾶν·
καὶ σοί, σάφ’ ἴσθι, τοῦτ’ ὀφείλεται παθεῖν,
ἐκ τῶν πόνων τῶνδ’ εὐκλεᾶ θέσθαι βίον.
Ἐλθὼν δὲ σὺν τῷδ’ ἀνδρὶ πρὸς τὸ Τρωϊκὸν
πόλισμα, πρῶτον μὲν νόσου παύσῃ λυγρᾶς,