by Sophocles
οὐδὲ σὺν βοᾷ κλύουσ’ ἁ τάλαινα.
1285 Νῦν δ’ ἔχω σε· προὐφάνης δὲ
φιλτάταν ἔχων πρόσοψιν,
ἇς ἐγὼ οὐδ’ ἂν ἐν κακοῖς λαθοίμαν.
ΟΡ. Τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες,
καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με
1290 μήθ’ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων
ἀντλεῖ, τὰ δ’ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην·
χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.
Ἃ δ’ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ
σήμαιν’, ὅπου φανέντες ἢ κεκρυμμένοι
1295 γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ.
Οὕτω δ’ ὅπως μήτηρ σε μὴ ‘πιγνώσεται
φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους·
ἀλλ’ ὡς ἐπ’ ἄτῃ τῇ μάτην λελεγμένῃ
στέναζ’· ὅταν γὰρ εὐτυχήσωμεν, τότε
1300 χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως.
ΗΛ. Ἀλλ’, ὦ κασίγνηθ’ ὧδ’ ὅπως καὶ σοὶ φίλον,
καὶ τοὐμὸν ἔσται τῇδ’· ἐπεὶ τὰς ἡδονὰς
πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην.
Κοὐδ’ ἄν σε λυπήσασα δεξαίμην βραχὺ
1305 αὐτὴ μέγ’ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶς
ὑπηρετοίμην τῷ παρόντι δαίμονι.
Ἀλλ’ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύων
ὁθούνεκ’ Αἴγισθος μὲν οὐ κατὰ στέγας,
μήτηρ δ’ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθ’ ὡς
1310 γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα·
μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι,
κἀπεί σ’ ἐσεῖδον, οὔ ποτ’ ἐκλήξω χαρᾶς
δακρυρροοῦσα. Πῶς γὰρ ἂν λήξαιμ’ ἐγώ,
ἥτις μιᾷ σε τῇδ’ ὁδῷ θανόντα τε
1315 καὶ ζῶντ’ ἐσεῖδον; εἴργασαι δέ μ’ ἄσκοπα,
ὥστ’, εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτ’ ἂν
τέρας νομίζειν αὐτό, πιστεύειν δ’ ὁρᾶν.
Ὅτ’ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδὸν,
ἄρχ’ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνη
1320 οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς
ἔσωσ’ ἐμαυτήν, ἢ καλῶς ἀπωλόμην.
ΟΡ. Σιγᾶν ἐπῄνεσ’· ὡς ἐπ’ ἐξόδῳ κλύω
τῶν ἔνδοθεν χωροῦντος.
ΗΛ. Εἴσιτ’, ὦ ξένοι,
ἄλλως τε καὶ φέροντες οἷ’ ἂν οὔτε τις
1325 δόμων ἀπώσαιτ’ οὔτ’ ἂν ἡσθείη λαβών.
ΠΑ. Ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,
πότερα παρ’ οὐδὲν τοῦ βίου κήδεσθ’ ἔτι;
ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενὴς,
ὅτ’ οὐ παρ’ αὐτοῖς, ἀλλ’ ἐν αὐτοῖσιν κακοῖς
1330 τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε;
Ἀλλ’ εἰ σταθμοῖσι τοῖσδε μὴ ‘κύρουν ἐγὼ
πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις
τὰ δρώμεν’ ὑμῶν πρόσθεν ἢ τὰ σώματα·
νῦν δ’ εὐλάβειαν τῶνδε προὐθέμην ἐγώ.
1335 Καὶ νῦν, ἀπαλλαχθέντε τῶν μακρῶν λόγων
καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς,
εἴσω παρέλθεθ’· ὡς τὸ μὲν μέλλειν κακὸν
ἐν τοῖς τοιούτοις ἔστ’, ἀπηλλάχθαι δ’ ἀκμή.
ΟΡ. Πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι;
1340 ΠΑ. Καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα.
ΟΡ. Ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.
ΠΑ. Εἷς τῶν ἐν Ἅιδου μάνθαν’ ἐνθάδ’ ὢν ἀνήρ.
ΟΡ. Χαίρουσιν ἐν τούτοισιν; ἢ τίνες λόγοι;
ΠΑ. Τελουμένων εἴποιμ’ ἄν· ὡς δὲ νῦν ἔχει,
1345 καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς.
ΗΛ. Τίς οὗτός ἐστ’, ἀδελφέ; πρὸς θεῶν, φράσον.
ΟΡ. Οὐχὶ ξυνίης;
ΗΛ. Οὐδέ γ’ ἐς θυμὸν φέρω.
ΟΡ. Οὐκ οἶσθ’ ὅτῳ μ’ ἔδωκας ἐς χέρας ποτέ;
ΗΛ. Ποίῳ; τί φωνεῖς;
ΟΡ. Οὗ τὸ Φωκέων πέδον
1350 ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν.
ΗΛ. Ἦ κεῖνος οὗτος ὅν ποτ’ ἐκ πολλῶν ἐγὼ
μόνον προσεῦρον πιστὸν ἐν πατρὸς φόνῳ;
ΟΡ. Ὅδ’ ἐστί· μή μ’ ἔλεγχε πλείοσιν λόγοις.
ΗΛ. Ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων
1355 Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ
ὃς τόνδε κἄμ’ ἔσωσας ἐκ πολλῶν πόνων;
Ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δ’ ἔχων
ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι
ξυνών μ’ ἔληθες οὐδ’ ἔφαινες, ἀλλά με
1360 λόγοις ἀπώλλυς, ἔργ’ ἔχων ἥδιστ’ ἐμοί;
Χαῖρ’, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ·
χαῖρ’· ἴσθι δ’ ὡς μάλιστά σ’ ἀνθρώπων ἐγὼ
ἤχθηρα κἀφίλησ’ ἐν ἡμέρᾳ μιᾷ.
ΠΑ. Ἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγους,
1365 πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τ’ ἴσαι
αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.
Σφῷν δ’ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι
νῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμήστρα μόνη,
νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δ’ ἐφέξετον,
1370 φροντίζεθ’ ὡς τούτοις τε καὶ σοφωτέροις
ἄλλοισι τούτων πλείοσιν μαχούμενοι.
ΟΡ. Οὐκ ἂν μακρῶν ἔθ’ ἡμὶν οὐδὲν ἂν λόγων,
Πυλάδη, τόδ’ εἴη τοὔργον, ἀλλ’ ὅσον τάχος
χωρεῖν ἔσω, πατρῷα προσκύσανθ’
ἕδη
1375 θεῶν, ὅσοι‹περ› πρόπυλα ναίουσιν τάδε.
ΗΛ. Ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε,
ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ
ἀφ’ ὧν ἔχοιμι λιπαρεῖ προὔστην χερί.
Νῦν δ’, ὦ Λύκει’ Ἄπολλον, ἐξ οἵων ἔχω
1380 αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων
ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων,
καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια
τῆς δυσσεβείας οἷα δωροῦνται θεοί.
ΧΟ. Ἴδεθ’ ὅπου προνέμεται Str.
1385 τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης·
βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι
μετάδρομοι κακῶν πανουργημάτων
ἄφυκτοι κύνες·
ὥστ’ οὐ μακρὰν ἔτ’ ἀμμενεῖ
1390 τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον.
Παράγεται γὰρ ἐνέρων Ant.
δολιόπους ἀρωγὸς εἴσω στέγας,
ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια,
νεακόνητον αἷμα χειροῖν ἔχων·
1395 ὁ Μαίας δὲ παῖς
Ἑρμῆς σφ’ ἄγει δόλον σκότῳ
κρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτ’ ἀμμένει.
ΗΛ. Ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα
τελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε.
1400 ΧΟ. Πῶς δή; τί νῦν πράσσουσιν;
ΗΛ. Ἡ μὲν ἐς τάφον
λέβητα κοσμεῖ, τὼ δ’ ἐφέστατον πέλας.
ΧΟ. Σὺ δ’ ἐκτὸς ᾖξας πρὸς τί;
ΗΛ. Φρουρήσουσ’ ὅπως
Αἴγισθος ‹αὖθις› μὴ λάθῃ μολὼν ἔσω.
ΚΛ. Αἰαῖ. Ἰὼ στέγαι
1405 φίλων ἔρημοι, τῶν δ’ ἀπολλύντων πλέαι.
ΗΛ. Βοᾷ τις ἔνδον· οὐκ ἀκούετ’, ὦ φίλαι;
ΧΟ. Ἤκουσ’ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι. Str.
ΚΛ. Οἴμοι τάλαιν’· Αἴγισθε, ποῦ ποτ’ ὢν κυρεῖς;
ΗΛ. Ἰδοὺ μάλ’ αὖ θροεῖ τις.
1410 ΚΛ. Ὦ τέκνον, τέκνον,
οἴκτιρε τὴν τεκοῦσαν.
ΗΛ. Ἀλλ’ οὐκ ἐκ σέθεν
ᾠκτίρεθ’ οὗτος οὔθ’ ὁ γεννήσας πατήρ.
ΧΟ. Ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι
μοῖρα καθαμερία φθίνει, φθίνει.
1415 ΚΛ. Ὤμοι πέπληγμαι.
ΗΛ. Παῖσον, εἰ σθένεις, διπλῆν.
ΚΛ. Ὤμοι μάλ’ αὖθις.
ΗΛ. Εἰ γὰρ Αἰγίσθῳ θ’ ὁμοῦ.
ΧΟ. Τελοῦσ’ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι·
1420 παλίρρυτον γὰρ αἷμ’ ὑπεξαιροῦσι τῶν
κτανόντων οἱ πάλαι θανόντες.
ΧΟ. Καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ
στάζει θυηλῆς Ἄρεος, οὐδ’ ἔχω ψέγειν.
ΗΛ. Ὀρέστα, πῶς κυρεῖ‹τε›;
ΟΡ. Τἀν δόμοισι μὲν
1425 καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν.
ΗΛ. Τέθνηκεν ἡ τάλαινα;
ΟΡ. Μηκέτ’ ἐκφοβοῦ
μητρῷον ὥς σε λῆμ’ ἀτιμάσει ποτέ.
ΗΛ. ˘ ˉ ˘ ˉ ˘ ˉ
˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ
ΟΡ. ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ
ΧΟ. Παύσασθε. Λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου. Ant.
ΟΡ. ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ
1430 ΗΛ. Ὦ παῖδες, οὐκ ἄψορρον;
ΟΡ. Εἰσορᾶτέ που
τὸν ἄνδρ’; ἐφ’ ἡμῖν οὗτος;
ΗΛ. Ἐκ προαστίου
χωρεῖ γεγηθὼς ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ
ΧΟ. Βᾶτε κατ’ ἀντιθύρων ὅσον τάχιστα,
νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδ’ ὡς πάλιν.
1435 ΟΡ. Θάρσει, τελοῦμεν.
ΗΛ. Ἧι νοεῖς ἔπειγέ νυν.
ΟΡ. Καὶ δὴ βέβηκα.
ΗΛ. Τἀνθάδ’ ἂν μέλοιτ’ ἐμοί.
ΧΟ. Δι’ ὠτὸς ἂν παῦρά γ’ ὡς ἠπίως ἐννέπειν
1440 πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς
ὀρούσῃ πρὸς δίκας ἀγῶνα.
ΑΙΓΙΣΘΟΣ
Τίς οἶδεν ὑμῶν ποῦ ποθ’ οἱ Φωκῆς ξένοι
οὕς φασ’ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον
λελοιπόθ’ ἱππικοῖσιν ἐν ναυαγίοις;
1445 Σέ τοι, σὲ κρίνω, ναὶ σὲ τὴν ἐν τῷ πάρος
χρόνῳ θρασεῖαν· ὡς μάλιστά σοι μέλειν
οἶμαι, μάλιστα δ’ ἂν κατειδυῖαν φράσαι.
ΗΛ. Ἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν
ἔξωθεν εἴην τῶν ἐμῶν γε φιλτάτων.
1450 ΑΙ. Ποῦ δῆτ’ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με.
ΗΛ. Ἔνδον· φίλης γὰρ προξένου κατήνυσαν.
ΑΙ. Ἦ καὶ θανόντ’ ἤγγειλαν ὡς ἐτητύμως;
ΗΛ. Οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον.
ΑΙ. Πάρεστ’ ἄρ’ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν;
1455 ΗΛ. Πάρεστι δῆτα καὶ μάλ’ ἄζηλος θέα.
ΑΙ. Ἦ πολλὰ χαίρειν μ’ εἶπας οὐκ εἰωθότως.
ΗΛ. Χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνει τάδε.
ΑΙ. Σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας
πᾶσιν Μυκηναίοισιν Ἀργείοις θ’ ὁρᾶν,
1460 ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος
ἐξῄρετ’ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν
στόμια δέχηται τἀμά, μηδὲ πρὸς βίαν
ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας.
ΗΛ. Καὶ δὴ τελεῖται τἀπ’ ἐμοῦ· τῷ γὰρ χρόνῳ
1465 νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.
ΑΙ. Ὦ Ζεῦ, δέδορκα φάσμ’ ἄνευ φθόνου μὲν οὐ
πεπτωκός· εἰ δ’ ἔπεστι
νέμεσις, οὐ λέγω.
Χαλᾶτε πᾶν κάλυμμ’ ἀπ’ ὀφθαλμῶν, ὅπως
τὸ συγγενές γε κἀπ’ ἐμοῦ θρήνων τύχῃ.
1470 ΟΡ. Αὐτὸς σὺ βάσταζ’· οὐκ ἐμὸν τόδ’, ἀλλὰ σόν,
τὸ ταῦθ’ ὁρᾶν τε καὶ προσηγορεῖν φίλους.
ΑΙ. Ἀλλ’ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ,
εἴ που κατ’ οἶκόν μοι Κλυταιμήστρα, κάλει.
ΟΡ. Αὕτη πέλας σοῦ· μηκέτ’ ἄλλοσε σκόπει.
1475 ΑΙ. Οἴμοι, τί λεύσσω;
ΟΡ. Τίνα φοβῇ; τίν’ ἀγνοεῖς;
ΑΙ. Τίνων ποτ’ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις
πέπτωχ’ ὁ τλήμων;
ΟΡ. Οὐ γὰρ αἰσθάνῃ πάλαι
ζῶν τοῖς θανοῦσιν οὕνεκ’ ἀνταυδᾷς ἴσα;
ΑΙ. Οἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθ’ ὅπως
1480 ὅδ’ οὐκ Ὀρέστης ἔσθ’ ὁ προσφωνῶν ἐμέ.
ΟΡ. Καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι;
ΑΙ. Ὄλωλα δὴ δείλαιος. Ἀλλά μοι πάρες