Delphi Complete Works of Sophocles

Home > Fiction > Delphi Complete Works of Sophocles > Page 77
Delphi Complete Works of Sophocles Page 77

by Sophocles


  κἂν σμικρὸν εἰπεῖν.

  ΗΛ.         Μὴ πέρα λέγειν ἔα,

  πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους.

  1485 Τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων

  θνῄσκειν ὁ μέλλων τοῦ χρόνου κέρδος φέροι;

  Ἀλλ’ ὡς τάχιστα κτεῖνε, καὶ κτανὼν πρόθες

  ταφεῦσιν ὧν τόνδ’ εἰκός ἐστι τυγχάνειν,

  ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδ’ ἂν κακῶν

  1490 μόνον γένοιτο τῶν πάλαι λυτήριον.

  ΟΡ. Χωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐ

  νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι.

  ΑΙ. Τί δ’ ἐς δόμους ἄγεις με; πῶς, τόδ’ εἰ καλὸν

  τοὔργον, σκότου δεῖ, κοὐ πρόχειρος εἶ κτανεῖν;

  1495 ΟΡ. Μὴ τάσσε· χώρει δ’ ἔνθαπερ κατέκτανες

  πατέρα τὸν ἀμόν, ὡς ‹ἂν› ἐν ταὐτῷ θάνῃς.

  ΑΙ. Ἦ πᾶσ’ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν

  τά τ’ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά;

  ΟΡ. Τὰ γοῦν σ’· ἐγώ σοι μάντις εἰμὶ τῶνδ’ ἄκρος.

  1500 ΑΙ. Ἀλλ’ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας.

  ΟΡ. Πόλλ’ ἀντιφωνεῖς, ἡ δ’ ὁδὸς βραδύνεται·

  ἀλλ’ ἕρφ’.

  ΑΙ.  Ὑφηγοῦ.

  ΟΡ.         Σοὶ βαδιστέον πάρος.

  ΑΙ. Ἦ μὴ φύγω σε;

  ΟΡ.     Μὴ μὲν οὖν καθ’ ἡδονὴν

  θάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν.

  1505 Χρῆν δ’ εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην,

  ὅστις πέρα πράσσειν γε τῶν νόμων θέλει,

  κτείνειν· τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ.

  ΧΟ. Ὦ σπέρμ’ Ἀτρέως, ὡς πολλὰ παθὸν

  δι’ ἐλευθερίας μόλις ἐξῆλθες

  1510 τῇ νῦν ὁρμῇ τελεωθέν.

  Οιδίπους επί Κολωνώ - OEDIPUS AT COLONUS

  ΟΙΔΙΠΟΥΣ

  Τέκνον τυφλοῦ γέροντος, Ἀντιγόνη, τίνας

  χώρους ἀφίγμεθ’ ἢ τίνων ἀνδρῶν πόλιν;

  τίς τὸν πλανήτην Οἰδίπουν καθ’ ἡμέραν

  τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν,

     5 σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ μικροῦ δ’ ἔτι

  μεῖον φέροντα, καὶ τόδ’ ἐξαρκοῦν ἐμοί;

  στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν

  μακρὸς διδάσκει, καὶ τὸ γενναῖον τρίτον.

  Ἀλλ’, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις

    10 ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν,

  στῆσόν με κἀξίδρυσον, ὡς πυθοίμεθα

  ὅπου ποτ’ ἐσμέν· μανθάνειν γὰρ ἥκομεν

  ξένοι πρὸς ἀστῶν, ἃν ‹δ’› ἀκούσωμεν τελεῖν.

  ΑΝΤΙΓΟΝΗ

  Πάτερ ταλαίπωρ’ Οἰδίπους, πύργοι μὲν οἳ

    15 πόλιν στέγουσιν, ὡς ἀπ’ ὀμμάτων, πρόσω·

  χῶρος δ’ ὅδ’ ἱρός, ὡς σάφ’ εἰκάσαι, βρύων

  δάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δ’

  εἴσω κατ’ αὐτὸν εὐστομοῦσ’ ἀηδόνες·

  οὗ κῶλα κάμψον τοῦδ’ ἐπ’ ἀξέστου πέτρου·

    20 μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν.

  ΟΙ. Κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν.

  ΑΝ. Χρόνου μὲν οὕνεκ’ οὐ μαθεῖν με δεῖ τόδε.

  ΟΙ. Ἔχεις διδάξαι δή μ’ ὅποι καθέσταμεν;

  ΑΝ. Τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ.

    25 ΟΙ. Πᾶς γάρ τις ηὔδα τοῦτό γ’ ἡμὶν ἐμπόρων.

  ΑΝ. Ἀλλ’ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι;

  ΟΙ. Ναί, τέκνον, εἴπερ ἐστί γ’ ἐξοικήσιμος.

  ΑΝ. Ἀλλ’ ἐστὶ μὴν οἰκητός· οἴομαι δὲ δεῖν

  οὐδέν· πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ.

    30 ΟΙ. Ἦ δεῦρο προ‹ς›στείχοντα κἀξορμώμενον;

  ΑΝ. Καὶ δὴ μὲν οὖν παρόντα· χὤ τι σοι λέγειν

  εὔκαιρόν ἐστιν, ἔννεφ’, ὡς ἁνὴρ ὅδε.

  ΟΙ. Ὦ ξεῖν’, ἀκούων τῆσδε τῆς ὑπέρ τ’ ἐμοῦ

  αὑτῆς θ’ ὁρώσης οὕνεχ’ ἡμὶν αἴσιος

    35 σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι -

  ΞΕΝΟΣ

  Πρίν νυν τὰ πλείον’ ἱστορεῖν, ἐκ τῆσδ’ ἕδρας

  ἔξελθ’· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν.

  ΟΙ. Τίς δ’ ἔσθ’ ὁ χῶρος; τοῦ θεῶν νομίζεται;

  ΞΕ. Ἄθικτος οὐδ’ οἰκητός· αἱ γὰρ ἔμφοβοι

    40 θεαί σφ’ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι.

  ΟΙ. Τίνων τὸ σεμνὸν ὄνομ’ ἂν εὐξαίμην κλύων;

  ΞΕ. Τὰς πάνθ’ ὁρώσας Εὐμενίδας ὅ γ’ ἐνθάδ’ ἂν

  εἴποι λεώς νιν· ἄλλα δ’ ἀλλαχοῦ καλά.

  ΟΙ. Ἀλλ’ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο,

    45 ὡς οὐχ ἕδρας γῆς τῆσδ’ ἂν ἐξέλθοιμ’ ἔτι.

  ΞΕ. Τί δ’ ἐστὶ τοῦτο;

  ΟΙ.         Ξυμφορᾶς ξύνθημ’ ἐμῆς.

  ΞΕ. Ἀλλ’ οὐδ’ ἐμόν τοι τοὐξανιστάναι πόλεως

  δίχ’ ἐστὶ θάρσος, πρίν γ’ ἂν ἐνδείξω τί δρῶ.

  ΟΙ. Πρός νυν θεῶν, ὦ ξεῖνε, μή μ’ ἀτιμάσῃς

    50 τοιόνδ’ ἀλήτην ὧν σε προστρέπω φράσαι.

  ΞΕ. Σήμαινε, κοὐκ ἄτιμος ἔκ γ’ ἐμοῦ φανῇ.

  ΟΙ. Τίς δ’ ἔσθ’ ὁ χῶρος δῆτ’ ἐν ᾧ βεβήκαμεν;

  ΞΕ. Ὅσ’ οἶδα κἀγὼ πάντ’ ἐπιστήσῃ κλύων.

  Χῶρος μὲν ἱρὸς πᾶς ὅδ’ ἔστ’· ἔχει δέ νιν

    55 σεμνὸς Ποσειδῶν· ἐν δ’ ὁ πυρφόρος θεὸς

  Τιτὰν Προμηθεύς· ὃν δ’ ἐπιστείβεις τόπον

  χθονὸς καλε�
��ται τῆσδε χαλκόπους ὀδός,

  ἔρεισμ’ Ἀθηνῶν· οἱ δὲ πλησίοι γύαι

  τόνδ’ ἱππότην Κολωνὸν εὔχονται σφίσιν

    60 ἀρχηγὸν εἶναι, καὶ φέρουσι τοὔνομα

  τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι.

  Τοιαῦτά σοι ταῦτ’ ἐστίν, ὦ ξέν’, οὐ λόγοις

  τιμώμεν’, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον.

  ΟΙ. Ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους;

    65 ΞΕ. Καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γ’ ἐπώνυμοι.

  ΟΙ. Ἄρχει τις αὐτῶν, ἢ ‘πὶ τῷ πλήθει λόγος;

  ΞΕ. Ἐκ τοῦ κατ’ ἄστυ βασιλέως τάδ’ ἄρχεται.

  ΟΙ. Οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ;

  ΞΕ. Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος.

    70 ΟΙ. Ἆρ’ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι;

  ΞΕ. Ὡς πρὸς τί; λέξων ἢ καταρτύσων μολεῖν;

  ΟΙ. Ὡς ἂν προσαρκῶν μικρὰ κερδάνῃ μέγα.

  ΞΕ. Καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις;

  ΟΙ. Ὅσ’ ἂν λέγωμεν πάνθ’ ὁρῶντα λέξομεν.

    75 ΞΕ. Οἶσθ’, ὦ ξέν’, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἶ

  γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος·

  αὐτοῦ μέν’, οὗπερ κἀφάνης, ἕως ἐγὼ

  τοῖς ἐνθάδ’ αὐτοῦ, μὴ κατ’ ἄστυ, δημόταις

  λέξω τάδ’ ἐλθών· οἵδε γὰρ κρινοῦσί γε

    80 εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν.

  ΟΙ. Ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος;

  ΑΝ. Βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ,

  ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας.

  ΟΙ. Ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας

    85 πρώτων ἐφ’ ὑμῶν τῆσδε γῆς ἔκαμψ’ ἐγώ,

  Φοίβῳ τε κἀμοὶ μὴ γένησθ’ ἀγνώμονες,

  ὅς μοι, τὰ πόλλ’ ἐκεῖν’ ὅτ’ ἐξέχρη κακά,

  ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ

  ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν

    90 σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν,

  ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον,

  κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις,

  ἄτην δὲ τοῖς πέμψασιν οἵ μ’ ἀπήλασαν.

  σημεῖα δ’ ἥξειν τῶνδέ μοι παρηγγύα,

    95 ἢ σεισμὸν ἢ βροντήν τιν’ ἢ Διὸς σέλας.

  Ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν

  οὐκ ἔσθ’ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν

  ἐξήγαγ’ εἰς τόδ’ ἄλσος· οὐ γὰρ ἄν ποτε

  πρώταισιν ὑμῖν ἀντέκυρσ’ ὁδοιπορῶν,

   100 νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμην

  βάθρον τόδ’ ἀσκέπαρνον. Ἀλλά μοι, θεαί,

  βίου κατ’ ὀμφὰς τὰς Ἀπόλλωνος δότε

  πέρασιν ἤδη καὶ καταστροφήν τινα,

  εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ

   105 μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν.

  Ἴτ’, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου,

  ἴτ’, ὦ μεγίστης Παλλάδος καλούμεναι

  πασῶν Ἀθῆναι τιμιωτάτη πόλις,

  οἰκτίρατ’ ἀνδρὸς Οἰδίπου τόδ’ ἄθλιον

   110 εἴδωλον· οὐ γὰρ δὴ τόδ’ ἀρχαῖον δέμας.

  ΑΝ. Σίγα· πορεύονται γὰρ οἵδε δή τινες

  χρόνῳ παλαιοὶ σῆς ἕδρας ἐπίσκοποι.

  ΟΙ. Σιγήσομαί τε καὶ σύ μ’ ἐξ ὁδοῦ πόδα

  κρύψον κατ’ ἄλσος, τῶνδ’ ἕως ἂν ἐκμάθω

   115 τίνας λόγους ἐροῦσιν· ἐν γὰρ τῷ μαθεῖν

  ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.

  ΧΟΡΟΣ

  Ὅρα· τίς ἄρ’ ἦν; ποῦ ναίει;          Str. 1 .

  ποῦ κυρεῖ ἐκτόπιος συθείς,

   120 ὁ πάντων, ὁ πάντων ἀκορέστατος;

  προσδέρκου, λευστέον,

  προσπεύθου πανταχῇ.

  Πλανάτας, πλανάτας τις ὁ πρέσβυς, οὐδ’

   125 ἔγχωρος· προσέβα γὰρ οὐκ

  ἄν ποτ’ ἀστιβὲς ἄλσος ἐς

  τᾶνδ’ ἀμαιμακετᾶν κορᾶν,

  ἃς τρέμομεν λέγειν,

   130 καὶ παραμειβόμεσθ’

  ἀδέρκτως, ἀφώνως, ἀλόγως τὸ τᾶς

  εὐφάμου στόμα φροντίδος

  ἱέντες· τὰ δὲ νῦν τιν’ ἥ-

  κειν λόγος οὐδὲν ἅζονθ’,

   135 ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω

  δύναμαι τέμενος

  γνῶναι ποῦ μοί ποτε ναίει.

  ΟΙ. Ὅδ’ ἐκεῖνος ἐγώ· φωνῇ γὰρ ὁρῶ,

  τὸ φατιζόμενον.

   140 ΧΟ. Ἰὼ ἰώ,

  δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν.

  ΟΙ. Μή μ’, ἱκετεύω, προσίδητ’ ἄνομον.

  ΧΟ. Ζεῦ Ἀλεξῆτορ, τίς ποθ’ ὁ πρέσβυς;

  ΟΙ. Οὐ πάνυ μοίρας εὐδαιμονίσαι

   145 πρώτης, ὦ τῆσδ’ ἔφοροι χώρας.

  Δηλῶ δ’· οὐ γὰρ ἂν ὧδ’ ἀλλοτρίοις

  ὄμμασιν εἷρπον,

  κἀπὶ σμικροῖς μέγας ὥρμουν.

  ΧΟ. Ἐή, ἀλαῶν ὀμμάτων          Ant. 1 .

   150 ἆρα καὶ ἦσθα φυτάλμιος;

  δυσαίων μακραίων θ’, ὅσ’ ἐπεικάσαι.

  Ἀλλ’ οὐ μὰν ἔν γ’ ἐμοὶ

  προσθήσεις τάσδ’ ἀράς.

   155 Περᾷς γάρ, περᾷς· ἀλλ’ ἵνα τῷδ’ ἐν ἀ-

  φθέγκτῳ μὴ προπέσῃς νάπει

  ποιάεντι, κάθυδρος οὗ

  κρατὴρ μειλιχίων ποτῶν

   160 ῥεύματι συντρέχει·

  τῶν, ξένε πάμμορ’, εὖ

  φύλαξαι· μετάσταθ’, ἀπόβαθι. Πολ-

  λὰ κέλευθος ἐρατύει·

 
 165 κλύεις, ὦ πολύμοχθ’ ἀλᾶ-

  τα; λόγον εἴ τιν’ οἴσεις

  πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς,

  ἵνα πᾶσι νόμος

  φώνει· πρόσθεν δ’ ἀπερύκου.

   170 ΟΙ. Θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ;

  ΑΝ. Ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν

  εἴκοντας ἃ δεῖ κἀκούοντας.

  ΟΙ. Πρόσθιγέ νύν μου.

  ΑΝ.         Ψαύω καὶ δή.

  ΟΙ. Ὦ ξεῖνοι, μὴ δῆτ’ ἀδικηθῶ

   175 σοὶ πιστεύσας καὶ μεταναστάς.

  ΧΟ. Οὔ τοι μήποτέ σ’ ἐκ τῶνδ’ ἑδράνων,

  ὦ γέρον, ἄκοντά τις ἄξει.

  ΟΙ. Ἔτ’ οὖν; [ἔτι προβῶ;]          Str. 2 .

  ΧΟ.  Ἔτι βαῖνε πόρσω.

   180 ΟΙ. Ἔτι;

  ΧΟ. Προβίβαζε, κούρα,

  πόρσω· σὺ γὰρ ἀΐεις.

  ΑΝ. Ἕπεο μάν, ἕπε’ ὧδ’ ἀμαυρῷ -

  ΟΙ. ‹Ἰώ μοί μοι›.

  ΑΝ. κώλῳ, πάτερ, ᾇ σ’ ἄγω.

  ˘˘˘ ˉ˘˘ˉ ˘ˉ

  ˉˉ ˉ˘˘ˉ ˘ˉ

  ΟΙ. ˉˉ ˉ˘˘ˉ

  ΧΟ. Τόλμα ξεῖνος ἐπὶ ξένης,

 

‹ Prev