Delphi Complete Works of Sophocles
Page 80
ΟΙ. Κεῖνοι κομίζειν κεῖσ’ ἀναγκάζουσί με.
590 ΘΗ. Ἀλλ’, εἰ θέλοντά γ’; οὐδὲ σοὶ φεύγειν καλόν.
ΟΙ. Ἀλλ’ οὐδ’, ὅτ’ αὐτὸς ἤθελον, παρίεσαν.
ΘΗ. Ὦ μῶρε, θυμὸς δ’ ἐν κακοῖς οὐ ξύμφορον.
ΟΙ. Ὅταν μάθῃς μου, νουθέτει· τανῦν δ’ ἔα.
ΘΗ. Δίδασκ’· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.
595 ΟΙ. Πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά.
ΘΗ. Ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;
ΟΙ. Οὐ δῆτ’, ἐπεὶ πᾶς τοῦτό γ’ Ἑλλήνων θροεῖ.
ΘΗ. Τί γὰρ τὸ μεῖζον ἢ κατ’ ἄνθρωπον νοσεῖς;
ΟΙ. Οὕτως ἔχει μοι· γῆς ἐμῆς ἀπηλάθην
600 πρὸς τῶν ἐμαυτοῦ σπερμάτων· ἔστιν δέ μοι
πάλιν κατελθεῖν μήποθ’, ὡς πατροκτόνῳ.
ΘΗ. Πῶς δῆτά σ’ ἂν πεμψαίαθ’, ὥστ’ οἰκεῖν δίχα;
ΟΙ. Τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα.
ΘΗ. Ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων;
605 ΟΙ. Ὅτι σφ’ ἀνάγκη τῇδε πληγῆναι χθονί.
ΘΗ. Καὶ πῶς γένοιτ’ ἂν τἀμὰ κἀκείνων πικρά;
ΟΙ. Ὦ φίλτατ’ Αἰγέως παῖ, μόνοις οὐ γίγνεται
θεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε,
τὰ δ’ ἄλλα συγχεῖ πάνθ’ ὁ παγκρατὴς χρόνος·
610 φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος.
θνῄσκει δὲ πίστις, βλαστάνει δ’ ἀπιστία,
καὶ πνεῦμα ταὐτὸν οὔποτ’ οὔτ’ ἐν ἀνδράσιν
Φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει·
τοῖς μὲν γὰρ ἤδη, τοῖς δ’ ἐν ὑστέρῳ χρόνῳ
615 τὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα.
Καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ
καλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίος
χρόνος τεκνοῦται νύκτας ἡμέρας τ’ ἰών.
ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματα
620 δόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου·
ἵν’ οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυς
ψυχρός ποτ’ αὐτῶν θερμὸν αἷμα πίεται,
εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής.
Ἀλλ’ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητ’ ἔπη,
625 ἔα μ’ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνον
πιστὸν φυλάσσων· κοὔποτ’ Οἰδίπουν ἐρεῖς
ἀχρεῖον οἰκητῆρα δέξασθαι τόπων
τῶν ἐνθάδ’, εἴπερ μὴ θεοὶ ψεύσουσί με.
ΧΟ. Ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτ’ ἔπη
630 γῇ τῇδ’ ὅδ’ ἁνὴρ ὡς τελῶν ἐφαίνετο.
ΘΗ. Τίς δῆτ’ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι
τοιοῦδ’; ὅτῳ πρῶτον μὲν ἡ δορύξενος
κοινὴ παρ’ ἡμῖν αἰέν ἐστιν ἑστία,
ἔπειτα δ’ ἱκέτης δαιμόνων ἀφιγμένος
635 γῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει.
Ἁγὼ σεβισθεὶς οὔποτ’ ἐκβαλῶ χάριν
τὴν τοῦδε, χώρᾳ δ’ ἔμπαλιν κατοικιῶ.
Εἰ δ’ ἐνθάδ’ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν
τάξω φυλάσσειν· εἰ δ’ ἐμοῦ στείχειν μέτα
640 τόδ’ ἡδὺ - τούτων, Οἰδίπου, δίδωμί σοι
κρίναντι χρῆσθαι· τῇδε γὰρ ξυνοίσομαι.
ΟΙ. Ὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ.
ΘΗ. Τί δῆτα χρῄζεις; ἦ δόμους στείχειν ἐμούς;
ΟΙ. Εἴ μοι θέμις γ’ ἦν· ἀλλ’ ὁ χῶρός ἐσθ’ ὅδε -
645 ΘΗ. Ἐν ᾧ τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι·
ΟΙ. ἐν ᾧ κρατήσω τῶν ἔμ’ ἐκβεβληκότων -
ΘΗ. Μέγ’ ἂν λέγοις δώρημα τῆς ξυνουσίας.
ΟΙ. εἰ σοί γ’ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι.
ΘΗ. Θάρσει τὸ τοῦδέ γ’ ἀνδρός· οὔ σε μὴ προδῶ.
650 ΟΙ. Οὔτοι σ’ ὑφ’ ὅρκου γ’ ὡς κακὸν πιστώσομαι.
ΘΗ. Οὔκουν πέρα γ’ ἂν οὐδὲν ἢ λόγῳ φέροις.
ΟΙ. Πῶς οὖν ποιήσεις;
ΘΗ. Τοῦ μάλιστ’ ὄκνος σ’ ἔχει;
ΟΙ. Ἥξουσιν ἄνδρες -
ΘΗ. Ἀλλὰ τοῖσδ’ ἔσται μέλον.
ΟΙ. Ὅρα με λείπων -
ΘΗ. Μὴ δίδασχ’ ἃ χρή με δρᾶν.
655 ΟΙ. Ὀκνοῦντ’ ἀνάγκη -
ΘΗ. Τοὐμὸν οὐκ ὀκνεῖ κέαρ.
ΟΙ. Οὐκ οἶσθ’ ἀπειλάς -
ΘΗ. Οἶδ’ ἐγώ σε μή τινα
ἐνθένδ’ ἀπάξοντ’ ἄνδρα πρὸς βίαν ἐμοῦ.
Πολλαὶ δ’ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη
θυμῷ κατηπείλησαν, ἀλλ’ ὁ νοῦς ὅταν
660 αὑτοῦ γένηται, φροῦδα τἀπειλήματα.
Κείνοις δ’ ἴσως κεἰ δείν’ ἐπερρώσθη λέγειν
τῆς σῆς ἀγωγῆς, οἶδ’ ἐγώ, φανήσεται
μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον.
Θαρσεῖν μὲν οὖν ἔγωγε κἄνευ τῆς ἐμῆς
665 γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε·
ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδ’ ὅτι
τοὐμὸν φυλάξει σ’ ὄνομα μὴ πάσχειν κακῶς.
ΧΟ. Εὐίππου, ξένε, τᾶσδε χώ- Str. 1 .
ρας ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα,
670 τὸν ἀργῆτα Κολωνόν, ἔνθ’
ἁ λίγεια μινύρεται
θαμίζουσα μάλιστ’ ἀη-
δὼν χλωραῖς ὑπὸ βάσσαις,
τὸν οἰνῶπα νέμουσα κισ-
675 σὸν καὶ τὰν ἄβατον θεοῦ
φυλλάδα μυριόκαρπον ἀνήλιον
ἀνήνεμόν τε πάντων
χειμώνων· ἵ
ν’ ὁ Βακχιώ-
τας ἀεὶ Διόνυσος ἐμβατεύει
680 θείαις ἀμφιπολῶν τιθήναις.
Θάλλει δ’ οὐρανίας ὑπ’ ἄ- Ant. 1 .
χνας ὁ καλλίβοτρυς κατ’ ἦμαρ αἰεὶ
νάρκισσος, μεγάλαιν θεαῖν
ἀρχαῖον στεφάνωμ’, ὅ τε
685 χρυσαυγὴς κρόκος· οὐδ’ ἄυ-
πνοι κρῆναι μινύθουσιν
Κηφισοῦ νομάδες ῥεέ-
θρων, ἀλλ’ αἰὲν ἐπ’ ἤματι
ὠκυτόκος πεδίων ἐπινίσεται
690 ἀκηράτῳ σὺν ὄμβρῳ
στερνούχου χθονός· οὐδὲ Μου-
σᾶν χοροί νιν ἀπεστύγησαν, οὐδ’ αὖ
ἁ χρυσάνιος Ἀφροδίτα.
Ἔστιν δ’ οἷον ἐγὼ γᾶς Str. 2 .
695 Ἀσίας οὐκ ἐπακούω,
οὐδ’ ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ
Πέλοπος πώποτε βλαστὸν
φύτευμ’ ἀχείρωτον αὐτοποιόν,
ἐγχέων φόβημα δαΐων,
700 ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ,
γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας·
τὸ μέν τις οὐ νεαρὸς οὔτε γήρᾳ
σημαίνων ἁλιώσει χερὶ πέρσας·
ὁ γὰρ αἰὲν ὁρῶν κύκλος
705 λεύσσει νιν Μορίου Διὸς
χἀ γλαυκῶπις Ἀθάνα.
Ἄλλον δ’ αἶνον ἔχω μα- Ant. 2 .
τροπόλει τᾷδε κράτιστον,
δῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν,
710 ‹ἐμὸν› αὔχημα μέγιστον,
εὔιππον, εὔπωλον, εὐθάλασσον.
Ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰς
τόδ’ εἷσας αὔχημ’, ἄναξ Ποσειδάν,
ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸν
715 πρώταισι ταῖσδε κτίσας ἀγυιαῖς·
ἁ δ’ εὐήρετμος ἔκπαγλ’ ἁλία χερ-
σὶ παραπτομένα πλάτα
θρῴσκει, τῶν ἑκατομπόδων
Νηρῄδων ἀκόλουθος.
720 ΑΝ. Ὦ πλεῖστ’ ἐπαίνοις εὐλογούμενον πέδον,
νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη.
ΟΙ. Τί δ’ ἔστιν, ὦ παῖ, καινόν;
ΑΝ. Ἆσσον ἔρχεται
Κρέων ὅδ’ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ.
ΟΙ. Ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ
725 φαίνοιτ’ ἂν ἤδη τέρμα τῆς σωτηρίας.
ΧΟ. Θάρσει, παρέσται. Καὶ γάρ, εἰ γέρων ἐγώ,
τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος.
ΚΡΕΩΝ
Ἄνδρες χθονὸς τῆσδ’ εὐγενεῖς οἰκήτορες,
ὁρῶ τιν’ ὑμᾶς ὀμμάτων εἰληφότας
730 φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου·
ὃν μήτ’ ὀκνεῖτε μήτ’ ἀφῆτ’ ἔπος κακόν.
Ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ
γέρων μέν εἰμι, πρὸς πόλιν δ’ ἐπίσταμαι
σθένουσαν ἥκων, εἴ τιν’ Ἑλλάδος, μέγα·
735 ἀλλ’ ἄνδρα τόνδε τηλικόσδ’ ἀπεστάλην
πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον,
οὐκ ἐξ ἑνὸς στείλαντος ἀλλ’ ἀνδρῶν ὑπὸ
πάντων κελευσθείς, οὕνεχ’ ἧκέ μοι γένει
τὰ τοῦδε πενθεῖν πήματ’ εἰς πλεῖστον πόλεως.
740 Ἀλλ’, ὦ ταλαίπωρ’ Οἰδίπους, κλύων ἐμοῦ
ἱκοῦ πρὸς οἴκους· πᾶς σε Καδμείων λεὼς
καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστ’ ἐγώ,
ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν
κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον,
745 ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον,
ἀεὶ δ’ ἀλήτην κἀπὶ προσπόλου μιᾶς
βιοστερῆ χωροῦντα, τὴν ἐγὼ τάλας
οὐκ ἄν ποτ’ ἐς τοσοῦτον αἰκίας πεσεῖν
ἔδοξ’, ὅσον πέπτωκεν ἥδε δύσμορος,
750 ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα
πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων
ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι.
Ἆρ’ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ,
ὠνείδισ’ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος;
755 ἀλλ’, οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νυν
πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ
κρύψον θελήσας ἄστυ καὶ δόμους μολεῖν
τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως
εἰπών· ἐπαξία γάρ· ἡ δ’ οἴκοι πλέον
760 δίκῃ σέβοιτ’ ἂν οὖσα σὴ πάλαι τροφός.
ΟΙ. Ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων
λόγου δικαίου μηχάνημα ποικίλον,
τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις
ἑλεῖν ἐν οἷς μάλιστ’ ἂν ἀλγοίην ἁλούς;
765 Πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς
νοσοῦνθ’, ὅτ’ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός,
οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν,
ἀλλ’ ἡνίκ’ ἤδη μεστὸς ἦ θυμούμενος
καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ,
770 τότ’ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι
τὸ συγγενὲς τοῦτ’ οὐδαμῶς τότ’ ἦν φίλον·
νῦν τ’ αὖθις, ἡνίκ’ εἰσορᾷς πόλιν τέ μοι
ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν,
πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.
775 Καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν;
ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν
μηδὲν διδοίη μηδ’ ἐπαρκέσαι θέλοι,
πλήρη δ’ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε
&nbs
p; δωροῖθ’, ὅτ’ οὐδὲν ἡ χάρις χάριν φέροι·
780 ἆρ’ ἂν ματαίου τῆσδ’ ἂν ἡδονῆς τύχοις;
τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί,
λόγῳ μὲν ἐσθλά, τοῖσι δ’ ἔργοισιν κακά.
Φράσω δὲ καὶ τοῖσδ’, ὥς σε δηλώσω κακόν.
Ἥκεις ἔμ’ ἄξων, οὐχ ἵν’ ἐς δόμους ἄγῃς,
785 ἀλλ’ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι
κακῶν ἄνατος τῆσδ’ ἀπαλλαχθῇ χθονός.
Οὐκ ἔστι σοι ταῦτ’, ἀλλά σοι τάδ’ ἔστ’, ἐκεῖ
χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί·
ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς
790 χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον.
Ἆρ’ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ;
πολλῷ γ’, ὅσῳπερ κἀκ σαφεστέρων κλύω,
Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ.
Τὸ σὸν δ’ ἀφῖκται δεῦρ’ ὑπόβλητον στόμα,
795 πολλὴν ἔχον στόμωσιν· ἐν δὲ τῷ λέγειν
κάκ’ ἂν λάβοις τὰ πλείον’ ἢ σωτήρια.
Ἀλλ’ οἶδα γάρ σε ταῦτα μὴ πείθων, ἴθι,
ἡμᾶς δ’ ἔα ζῆν ἐνθάδ’· οὐ γὰρ ἂν κακῶς
οὐδ’ ὧδ’ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.
800 ΚΡ. Πότερα νομίζεις δυστυχεῖν ἔμ’ ἐς τὰ σὰ