Book Read Free

Complete Works of Onasander

Page 7

by Onasander

[4] Τὸ δὲ σύνταγμα θαρροῦντί μοι λοιπὸν εἰπεῖν ὡς στρατηγῶν τε ἀγαθῶν ἄσκησις ἔσται παλαιῶν τε ἡγεμόνων κατὰ τὴν σεβαστὴν εἰρήνην ἀνάθημα, εἰσόμεθά τε καὶ εἰ μηδὲν ἄλλο, παρ’ ἦν αἰτίαν οἵ τε πταίσαντες ἐσφάλησαν τῶν στρατηγησάντων, οἵ τε εὐπραγήσαντες ἐγέρθησαν εἰς δόξαν· μάλιστα δὲ τὴν Ῥωμαίων ἀρετὴν ἐννοήσομεν, ὡς οὔτε βασιλεὺς οὔτε πόλις οὔτε ἔθνος μεῖζον ἡγεμονίας ἐκρατύνατο μέγεθος, ἀλλ’ οὐδ’ εἰς ἴσον ἤλασεν, ὥστε τοσούτοις βεβαιώσασθαι χρόνοις ἀκίνητον δυναστείαν. [5] οὐ γὰρ τύχῃ μοι δοκοῦσιν ὑπεράραντες τοὺς τῆς Ἰταλίας ὄρους ἐπὶ πέρατα γῆς ἐκτεῖναι τὴν σφετέραν ἀρχήν, ἀλλὰ πράξεσι στρατηγικαῖς. συνεπιλαμβάνεσθαι μὲν γὰρ εὔχεσθαι δεῖ καὶ τὴν τύχην, οὐ μὴν τὸ παράπαν οἴεσθαι ταύτην κρατεῖν. [6] ἀλλ’ ἀνόητοι οἱ καὶ τὰ σφάλματα τῆς τύχης ἐγκλήματα μόνης ποιούμενοι, οὐ τῆς τῶν στρατηγούντων ἀμελείας, καὶ τὰ κατορθώματα ταύτης, οὐ τῆς ἐμπειρίας τῶν ἡγουμένων· οὔτε γὰρ ἐπιεικὲς ἀνεπιτίμητον οὕτως ἀπολιπεῖν τὸν πταίοντα τοῖς ὅλοις, ὡς πάντων αἰτιᾶσθαι τὴν τύχην, οὔτε δίκαιον ἀμάρτυρον ἐπὶ τοσοῦτον ἐπαίνου τὸν κατορθοῦντα περιορᾶν, ἐφ’ ὅσον ἁπάντων ἀνατιθέναι τῇ τύχῃ τὴν χάριν.

  [7] Ἐπειδὴ δὲ φύσει πάντες ἄνθρωποι τοῖς μὲν δι’ ἐμπειρίας συντετάχθαι δοκοῦσι, κἂν ἀσθενῶς ἀπαγγέλληται, τὸ πιστὸν εἰς ἀλήθειαν ἀπονέμουσιν, τοῖς δὲ ἀπείροις, κἂν ᾖ δυνατὰ πραχθῆναι, διὰ τὸ ἀδοκίμαστον ἀπιστοῦσιν, ἀναγκαῖον ἡγοῦμαι περὶ τῶν ἐν τῷδε τῷ λόγῳ στρατηγημάτων ἠθροισμένων τοσοῦτο προειπεῖν, ὅτι πάντα διὰ πείρας ἔργων ἐλήλυθεν καὶ ὑπὸ ἀνδρῶν τοιούτων, ὧν ἀπόγονον ὑπάρχει Ῥωμαίων ἅπαν τὸ γένει καὶ ἀρετῇ μέχρι τοῦ δεῦρο πρωτεῦον. [8] οὐθὲν γὰρ ἐσχεδιασμένον ἀπολέμῳ καὶ νεωτέρᾳ γνώμῃ τόδε περιέχει τὸ σύνταγμα, ἀλλὰ πάντα διὰ πράξεων καὶ ἀληθινῶν ἀγώνων κεχωρηκότα μάλιστα μὲν Ῥωμαίοις· ἅ τε γὰρ ποιήσαντες ἐφυλάξαντο παθεῖν καὶ δι’ ὧν ἐμηχανήσαντο δρᾶσαι, πάντα μοι συνείλεκται. [9] καίτοι οὐκ ἠγνόηκα, ὅτι μᾶλλον ἄν τις εἵλετο πάνθ’ ἑαυτοῦ καὶ τῆς ἰδίας ἀγχινοίας τὰ στρατηγήματα δοκεῖν εἶναι, πλείονα θηρώμενος ἔπαινον τῶν πιστευσάντων, ἢ ἀπὸ τῆς ἀλλοτρίας ἐπινοίας· ἐγὼ δὲ οὐ παρὰ τοῦτ’ ἐλαττοῦσθαι δοκῶ. [10] καθάπερ γάρ, εἴ τις ἐν πολέμοις αὐτὸς στρατευσάμενος συνετάξατο τοιόνδε λόγον, οὐκ ἂν παρὰ τοῦτο ἥττονος ἠξιοῦντο μαρτυρίας, ὅτι μὴ μόνον φυσικῆς ἀγχινοίας ἰδίαν εὕρεσιν εἰσηνέγκατο στρατηγημάτων, ἀλλὰ καὶ τὰ δι’ ἄλλων εὖ πραχθέντα μνήμῃ παραθέμενος εἰς σύνταξιν ἤγαγεν, οὕτως οὐδ’ ἐμαυτὸν οἴομαι τοὔλαττον ἐπαινῶν οἴσεσθαι παρὰ τοῦθ’, ὅτι μὴ πάντα τῆς ἐμῆς ὁμολογῶ συνέσεως εἶναι, τοὐναντίον δὲ προείληφα τόν τ’ ἔπαινον ἀνεπίφθονον ἕξειν καὶ τὴν πίστιν ἀσυκοφάντητον.

  I. Περὶ αἱρέσεως στρατηγοῦ

  [1] Φημὶ τοίνυν αἱρεῖσθαι τὸν στρατηγὸν οὐ κατὰ γένη κρίνοντας, ὥσπερ τοὺς ἱερέας, οὐδὲ κατ’ οὐσίας, ὡς τοὺς γυμνασιάρχους, ἀλλὰ σώφρονα, ἐγκρατῆ, νήπτην, λιτόν, διάπονον, νοερόν, ἀφιλάργυρον, μήτε νέον μήτε πρεσβύτερον, ἂν τύχῃ καὶ πατέρα παίδων, ἱκανὸν λέγειν, ἔνδοξον.

  [2] [α´] σώφρονα μέν, ἵνα μὴ ταῖς φυσικαῖς ἀνθελκόμενος ἡδοναῖς ἀπολείπῃ τὴν ὑπὲρ τῶν μεγίστων φροντίδα.

  [3] [β´] ἐγκρατῆ δέ, ἐπειδὴ τηλικαύτης ἀρχῆς μέλλει τυγχάνειν· αἱ γὰρ ἀκρατεῖς ὁρμαὶ προσλαβοῦσαι τὴν τοῦ δύνασθαί τι ποιεῖν ἐξουσίαν ἀκατάσχετοι γίγνονται πρὸς τὰς ἐπιθυμίας.

  [4] [γ´] νήπτην δ’, ὅπως ἐπαγρυπνῇ ταῖς μεγίσταις πράξεσιν· ἐν νυκτὶ γὰρ ὡς τὰ πολλὰ ψυχῆς ἠρεμούσης στρατηγοῦ γνώμη τελειοῦται.

  [5] [δ´] λιτὸν δέ, ἐπειδὴ κατασκελετεύουσιν αἱ πολυτελεῖς θεραπείαι δαπανῶσαι χρόνον ἄπρακτον εἰς τὴν τῶν ἡγουμένων τρυφήν.

  [6] [ε´] διάπονον δ’, ἵνα μὴ πρῶτος τῶν στρατευομένων, ἀλλ’ ὕστατος κάμνῃ.

  [7] [ϛ´] νοερὸν δέ· ὀξὺν γὰρ εἶναι δεῖ τὸν στρατηγὸν ἐπὶ πᾶν ᾄττοντα δι’ ὠκύτητος ψυχῆς κατὰ τὸν Ὅμηρον

  ὡσεὶ πτερὸν ἠὲ νόημα·

  πολλάκις γὰρ ἀπρόληπτοι ταραχαὶ προσπεσοῦσαι σχεδιάζειν ἀναγκάζουσι τὸ συμφέρον.

  [8] [ζ´] ἀφιλάργυρον δέ· ἡ γὰρ ἀφιλαργυρία δοκιμασθήσεται καὶ πρώτη· τοῦ γὰρ ἀδωροδοκήτως καὶ μεγαλοφρόνως προΐστασθαι τῶν πραγμάτων αὕτη παραιτία· πολλοὶ γάρ, κἂν διὰ τὴν ἀνδρίαν ἀσπίσι πολλαῖς καὶ δόρασιν ἀντιβλέψωσιν, περὶ τὸν χρυσὸν ἀμαυροῦνται· δεινὸν γὰρ πολεμίοις ὅπλον τοῦτο καὶ δραστήριον εἰς τὸ νικᾶν.

  [9] [η´] οὔτε δὲ νέον οὔτε πρεσβύτερον, ἐπειδὴ ὁ μὲν ἄπιστος, ὁ δ’ ἀσθενής· οὐδέτερος γὰρ ἀσφαλής, ὁ μὲν νέος, ἵνα μή τι διὰ τὴν ἀλόγιστον πταίσῃ τόλμαν, ὁ δὲ πρεσβύτερος, ἵνα μή τι διὰ τὴν φυσικὴν ἀσθένειαν ἐλλείπῃ. [10] κρατίστη δ’ αἵρεσις ἡ τοῦ μέσου· καὶ γὰρ τὸ δυνατὸν ἐν τῷ μηδέπως γεγηρακότι καὶ τὸ φρόνιμον ἐν τῷ μὴ πάνυ νεάζοντι, ὡς οἵτινές γε ἢ σώματος ῥώμην ἄνευ ψυχῆς ἔμφρονος ἐδοκίμασαν ἢ ψυχὴν φρόνιμον ἄνευ σωματικῆς ἕξεως, οὐδὲν ἐπέραναν· ἡ γὰρ ὑστερήσασα φρόνησις οὐδὲν ἐνόησε κρεῖττον, ἡ δ’ ἐλλείπουσα δύναμις οὐδὲν ἐτελείωσεν. [11] ὅ γε μὴ εὐδοκιμῶν οὐ μικρὰ τοὺς ἑλομένους ὤνησε�
�· ὅντινα γὰρ ἄνθρωποι φιλοῦσιν αὐτομάτῃ διανοίας ἐμπτώσει, τούτῳ ταχὺ μὲν ἐπιτάττοντι πείθονται, λέγοντι δ’ οὐκ ἀπιστοῦσι, κινδυνεύοντι δὲ συναγωνίζονται.

  [12] [θ´] πατέρα δὲ προὔκρινα μᾶλλον, οὐδὲ τὸν ἄπαιδα παραιτούμενος, ἂν ἀγαθὸς ᾖ· ἐάν τε γὰρ ὄντες τύχωσι νήπιοι, ψυχῆς εἰσιν ἰσχυρὰ φίλτρα περὶ τὴν εὔνοιαν ἐξομηρεύσασθαι δυνάμενα στρατηγὸν πρὸς πατρίδα, δεινοὶ καὶ ὀξεῖς μύωπες πατρός, οἷοί τε ἀναστῆσαι θυμὸν ἐπὶ πολεμίους, ἄν τε τέλειοι, σύμβουλοι καὶ συστράτηγοι καὶ πιστοὶ τῶν ἀπορρήτων ὑπηρέται γιγνόμενοι συγκατορθοῦσι τὰ κοινὰ πράγματα.

  [13] [ι´] λέγειν δ’ ἱκανόν· ἔνθεν γὰρ ἡγοῦμαι τὸ μέγιστον ὠφελείας ἵξεσθαι διὰ στρατεύματος· ἐάν τε γὰρ ἐκτάττῃ πρὸς μάχην στρατηγός, ἡ τοῦ λόγου παρακέλευσις τῶν μὲν δεινῶν ἐποίησε καταφρονεῖν, τῶν δὲ καλῶν ἐπιθυμεῖν, καὶ οὐχ οὕτως ἀκοαῖς ἐνηχοῦσα σάλπιγξ ἐγείρει ψυχὰς εἰς ἅμιλλαν μάχης, ὡς λόγος εἰς προτροπὴν ἀρετῆς ἐναγωνίου ῥηθεὶς αἰχμάζουσαν ἀνέστησε πρὸς τὰ δεῖνα τὴν διάνοιαν, ἄν τέ τι συμβῇ πταῖσμα περὶ τὸ στρατόπεδον, ἡ τοῦ λόγου παρηγορία τὰς ψυχὰς ἀνέρρωσε, καὶ πολὺ δὴ χρησιμώτερός ἐστι στρατηγοῦ λόγος οὐκ ἀδύνατος ὥστε παραμυθεῖσθαι τὰς ἐν στρατοπέδοις συμφοράς, τῶν ἑπομένων τοῖς τραυματίαις ἰατρῶν· [14] οἱ μὲν γὰρ ἐκείνους μόνους τοῖς φαρμάκοις θεραπεύουσιν, ὁ δὲ καὶ τοὺς κάμνοντας εὐθυμοτέρους ἐποίησεν καὶ τοὺς ἐρρωμένους ἀνέστησε· [15] καὶ ὥσπερ τὰ ἀόρατα νοσήματα τῶν ὁρωμένων δυσχερεστέραν ἔχει τὴν θεραπείαν, οὕτως ψυχὰς ἐξ ἀθυμίας ἰάσασθαι λόγῳ παρηγορήσαντα δυσκολώτερον, ἢ σωμάτων φανερὰν ἐξ ἐπιπολῆς θεραπεύσαι νόσον. [16] οὐδὲ χωρὶς στρατηγῶν οὐδὲ μία πόλις ἐκπέμψει στρατόπεδον, οὐδὲ δίχα τοῦ δύνασθαι λέγειν αἱρήσεται στρατηγόν.

  [17] [ια´] τὸν δὲ ἔνδοξον, ὅτι τοῖς ἀδόξοις ἀσχάλλει τὸ πλῆθος ὑποταττόμενον· οὐθεὶς γὰρ ἑκὼν ὑπομένει τὸν αὑτοῦ χείρονα κύριον ἀναδέχεσθαι καὶ ἡγεμόνα. [18] πᾶσα δὲ ἀνάγκη τὸν τοιοῦτον ὄντα καὶ τοσαύτας ἀρετὰς ἔχοντα ψυχῆς, ὅσας εἴρηκα, καὶ ἔνδοξον εἶναι.

  [19] Φημὶ δὲ μήτε τὸν πλούσιον, ἐὰν ἐκτὸς ᾖ τούτων, αἱρεῖσθαι στρατηγὸν διὰ τὰ χρήματα, μήτε τὸν πένητα, ἐὰν ἀγαθὸς ᾖ, παραιτεῖσθαι διὰ τὴν ἔνδειαν· οὐ μὴν χρή γε τὸν πένητα οὐδὲ τὸν πλούσιον, ἀλλὰ καὶ τὸν πλούσιον καὶ τὸν πένητα· οὐδ’ ἕτερον γὰρ οὔθ’ αἱρετὸν οὔτ’ ἀποδοκιμαστέον διὰ τὴν τύχην, ἀλλ’ ἐλεγκτέον διὰ τὸν τρόπον. [20] οὐδὲ πλούσιος ἀγαθὸς ὢν τοσούτῳ διοίσει τοῦ γενναίου πένητος, ὅσον αἱ ἐπάργυροι καὶ κατάχρυσοι πανοπλίαι τῶν καταχάλκων καὶ σιδηρῶν — αἱ μὲν γὰρ τῷ κόσμῳ πλεονεκτοῦσιν, αἱ δ’ αὐτῷ τῷ δραστηρίῳ διαγωνίζονται — , εἴ γε μὴ χρηματιστὴς εἴη· τὸν δὲ χρηματιστήν, οὐδ’ ἂν πλουσιώτατος ὢν τύχῃ, συμβουλεύσω ποτὲ αἱρεῖσθαι· λέγω δὲ ὀβολοστάτην, μετάβολον, ἔμπορον ἢ τοὺς παραπλήσιόν τι τούτοις πράττοντας· ἀνάγκη γὰρ τοὺς τοιούτους μικρόφρονας εἶναι καὶ περὶ τὸ κέρδος ἐπτοημένους καὶ μεμεριμνημένους περὶ τὸν πορισμὸν τῶν χρημάτων ὅλως μηδὲν ἐσχηκέναι τῶν καλῶν ἐπιτηδευμάτων.

  [21] Προγόνων δὲ λαμπρὰν ἀξίωσιν ἀγαπᾶν μὲν δεῖ προσοῦσαν, οὐ μὴν ἀποῦσαν ἐπιζητεῖν, οὐδὲ ταύτῃ τινὰς κρίνειν ἀξίους ἢ μὴ τοῦ στρατηγεῖν, ἀλλ’ ὥσπερ τὰ ζῷα ἀπὸ τῶν ἰδίων πράξεων ἐξετάζομεν, ὅπως εὐγενείας ἔχει, οὕτω χρὴ σκοπεῖν καὶ τὴν τῶν ἀνθρώπων εὐγένειαν. [22] καὶ γὰρ ἀπερίοπτον, τί τοῖς ἔμπροσθεν ἐπράχθη καλόν, ἐξετάζειν, οὐ τί ποιήσουσιν οἱ νῦν αἱρεθέντες· ὥσπερ τῶν πάλαι γεγονότων σώζειν ἡμᾶς δυναμένων καὶ τὰ νῦν, καὶ τὰ πρόσθεν τηρησόντων ἐκείνων. ἔτι δὲ πῶς οὐκ ἀπαίδευτον τοὺς μὲν στρατιώτας τοῖς ἀριστείοις τιμᾶν, οὐ τοὺς ἐκ πατέρων λαμπρῶν, ἀλλὰ τοὺς αὐτούς τι γενναῖον ἐργασαμένους, τοὺς δὲ στρατηγοὺς διὰ τοὺς προγόνους αἱρεῖσθαι, κἂν ὦσιν ἄχρηστοι, μὴ διὰ τὴν σφῶν αὐτῶν ἀρετήν, κἂν μὴ γένει λαμπρύνωνται; [23] προσόντων μὲν δὴ τούτων ἐκείνοις εὐτυχὴς ὁ στρατηγός, ἀπόντων δ’ ἐκείνων, κἂν παρῇ ταῦτα, ἄπρακτος. [24] ἐλπίσαι δ’ ἄν τις τάχα καὶ ἀμείνους ἔσεσθαι στρατηγοὺς τοὺς οὐκ ἔχοντας ἐνσεμνύνεσθαι προγόνοις· οἱ μὲν γὰρ ἐπὶ πατράσι κυδαινόμενοι, κἂν ἐλλίπωσιν, οἰόμενοι τὴν ἐκ τῶν πρόσθεν εὔκλειάν σφισι φυλάττεσθαι πολλὰ καὶ ῥᾳθυμότερον διοικοῦσιν, οἷς δ’ οὐδεμία προϋπάρχει δόξα προγόνων, οὗτοι τὴν ἐκ πατέρων ἐλάττωσιν ἐθέλοντες ἀναπληρῶσαι τῇ σφετέρᾳ προθυμίᾳ φιλοκινδυνότερον ἐπὶ τὰς πράξεις ἁμιλλῶνται· [25] καὶ καθάπερ οἱ πενέστεροι τῶν εὐπορωτέρων ταλαιπωρότερον ἐπὶ τὴν τοῦ βίου κτῆσιν ὥρμηνται τὸ ἐλλεῖπον ἀναπληρῶσαι τῆς τύχης σπεύδοντες, οὕτως, οἷς μὴ πάρεστι κληρονομουμένῃ πατέρων ἀποχρήσασθαι δόξῃ, τὴν ἀρετὴν ἰδιόκτητον οἰκειώσασθαι προαιροῦνται.

  II. Περὶ ἀγαθοῦ στρατηγοῦ διαίρεσις

  [1] Ζηλούσθω μὲν δὴ ἡμῖν ὁ στρατηγὸς ὁ ἀγαθὸς εὐγενὴς καὶ πλούσιος, μὴ ἀποδοκιμαζέσθω δὲ πένης μετὰ ἀρετῆς, εἰ καὶ μὴ ἀπὸ λαμπρῶν. [2] αἱρεθεὶς δ’ ὁ στρατηγὸς ἔστω χρηστός, εὐπροσήγορος, ἕτοιμος, ἀτάραχος, μὴ οὕτως ἐπιεικὴς ὥστε καταφρονεῖσθαι, μήτε φοβερὸς ὥστε μισεῖσθαι
, ἵνα μήτε ταῖς χάρισιν ἐκλύσῃ τὸ στρατόπεδον μήτε τοῖς φόβοις ἀλλοτριώσῃ. [3] λοχαγοὺς δὲ καθιστάτω καὶ ταξιάρχους καὶ χιλιάρχους, καὶ εἴ τινων ἄλλων ἡγεμόνων προσδεῖν αὐτῷ δόξαι, τοὺς εὐνουστάτους τῇ πατρίδι, πιστοτάτους, εὐρωστοτάτους, ἔνθεν δ’ οὐδὲν ἂν κωλύοι καὶ τοὺς εὐπορωτάτους καὶ τοὺς εὐγενεστάτους· [4] οὐ γάρ, ὡς ὀλίγους αἱρουμένους στρατηγοὺς ἐκ τρόπου δοκιμάσαι ῥᾷον, κἂν ἀπῇ ὁ τῶν χρημάτων μετ’ εὐγενείας ὄγκος, οὕτως που καὶ λοχαγῶν καὶ ταξιάρχων πλῆθος. [5] ὅθεν τὸ μὲν εὐγενὲς ἐπὶ τούτων προκριτέον εἰς πρόχειρον ἐν ὀξεῖ καιρῷ δοκιμασίαν, τὸ δὲ ἐν εὐπορίᾳ, ἐπειδὴ ἀναλῶσαί τε καὶ δοῦναι στρατιώταις οἱ ἐκ περιουσίας δυνατοί, χορηγία δ’ ἀπὸ τῶν ἡγουμένων ὀλίγη πρὸς τοὺς ὑποταττομένους εὐνουστέρα παρασκευάζει τὰ πλήθη· καὶ ἀσφαλεῖς αἱ μειζόνων πίστεις πραγμάτων τοῖς περὶ πλειόνων κινδυνεύουσιν, εἰ μὴ πάνυ τὸ πιστόν, ὡς ἂν εἰ στρατηγοὶ τις, ἐκ τοῦ τρόπου παρέχοιτο.

  III. Περὶ τοῦ ἔχειν τὸν στρατηγὸν βουλευτάς

  [1] Αἱρείσθω δὲ ἤτοι συνέδρους, οἳ μεθέξουσιν αὐτῷ πάσης βουλῆς καὶ κοινωνήσουσι γνώμης αὐτοῦ οἱ τούτου εἵνεκα ἀκολουθήσοντες, ἢ ἐξ αὐτῶν τῶν ἡγεμόνων τοὺς ἐντιμοτάτους μεταπεμπόμενος συνεδρευέτω, ὡς, ἅ γέ τις ἂν ἐννοήσῃ μὲν μόνος, ὡς τὰ αὑτοῦ, οὐ βεβαίως οἰκειοῦται. [2] γνώμη γὰρ ἡ μὲν ἀνεπικούρητος μονουμένη παπταίνει περὶ τὴν ἰδίαν εὕρεσιν, ἡ δὲ ὑπὸ τῶν πέλας ἐπιμαρτυρηθεῖσα πιστοῦται τὸ μὴ σφαλερόν. [3] οὐ μὴν ἀλλὰ μήθ’ οὕτως ἄστατος ἔστω τὴν διάνοιαν, ὡς αὐτὸν αὑτῷ πάμπαν ἀπιστεῖν, μήθ’ οὕτως αὐθάδης, ὡς μή τι καὶ παρ’ ἄλλῳ τοῦ παρ’ αὑτῷ κρεῖττον οἴεσθαι νοηθῆναι· ἀνάγκη γὰρ τὸν τοιοῦτον ἢ πᾶσι προσέχοντα καὶ μηδὲν αὑτῷ πολλὰ καὶ ἀσύμφορα πράττειν, ἢ μηδ’ ὀλίγ’ ἄλλων ἀκούοντα, πάντα δ’ αὑτοῦ, πολλὰ καὶ δεῖνα διαμαρτάνειν.

 

‹ Prev