Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 163
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 163

by Dionysius of Halicarnassus


  Ἀμόλιος ἐπειδὴ παρέλαβε τὴν Ἀλβανῶν βασιλείαν τὸν πρεσβύτερον ἀδελφὸν Νεμέτορα τῷ κατισχῦσαι τῆς πατρίου τιμῆς ἀπείρξας, τά τε ἄλλα κατὰ πολλὴν ὑπεροψίαν τῶν δικαίων ἔδρα καὶ τελευτῶν ἔρημον γένους τὸν οἶκον τοῦ Νεμέτορος ἐπεβούλευσε ποιῆσαι, τοῦ τε δίκην ὑποσχεῖν φόβῳ καὶ ἔρωτι μὴ παυσθῆναί ποτε τῆς ἀρχῆς. [2] βουλευσάμενος δὲ ταῦτα ἐκ πολλοῦ πρῶτον μὲν τὸν υἱὸν τοῦ Νεμέτορος Αἴγεστον ἄρτι γενειάζοντα φυλάξας ἔνθα ἐκυνηγέτει, προλοχίσας τοῦ χωρίου τὸ ἀφανέστατον, ἐξελθόντα ἐπὶ θήραν ἀποκτείνει καὶ παρεσκεύασε λέγεσθαι μετὰ τὸ ἔργον ὡς ὑπὸ λῃστῶν ἀναιρεθείη τὸ μειράκιον. οὐ μέντοι κρείττων ἡ κατασκευαστὴ δόξα τῆς σιωπωμένης ἀληθείας ἐγένετο, ἀλλὰ πολλοῖς καὶ παρὰ τὸ [3] ἀσφαλὲς ἐτολμᾶτο λέγεσθαι τὸ πραχθέν. Νεμέτωρ δὲ ᾔδει μὲν τὸ ἔργον, λογισμῷ δὲ κρείττονι τοῦ πάθους χρώμενος ἄγνοιαν ἐσκήπτετο εἰς ἀκινδυνότερον ἀναβαλέσθαι χρόνον τὴν ὀργὴν βουλευσάμενος. Ἀμόλιος δὲ τὰ τοῦ μειρακίου ὑπολαβὼν λεληθέναι δεύτερα τάδε ἐποίει: τὴν θυγατέρα τοῦ Νεμέτορος Ἰλίαν, ὡς δέ τινες γράφουσι Ῥέαν ὄνομα, Σιλουΐαν δ᾽ ἐπίκλησιν, ἐν ἀκμῇ γάμου γενομένην ἱέρειαν ἀποδείκνυσιν Ἑστίας, ὡς μὴ τάχιον εἰς ἀνδρὸς ἐλθοῦσα τέκῃ τιμωροὺς τῷ γένει. πενταετοῦς δὲ οὐκ ἐλάττω χρόνου ἔδει τὰς ἱερὰς κόρας ἁγνὰς διαμεῖναι γάμων, αἷς ἀνατέθειται [p. 124] τοῦ τε ἀσβέστου πυρὸς ἡ φυλακὴ καὶ εἴ τι ἄλλο θρησκεύεσθαι τῷ κοινῷ διὰ παρθένων νόμιμον ἦν. [4] ἔπραττε δὲ Ἀμόλιος τοῦτο μετ᾽ ὀνομάτων καλῶν, ὡς τιμὴν τῷ γένει καὶ κόσμον περιτιθεὶς οὔτε αὐτὸς εἰσηγησάμενος τὸν νόμον τόνδε οὔτε κοινῷ ὄντι πρῶτον ἀναγκάσας τῶν ἐν ἀξιώματι χρῆσθαι τὸν ἀδελφόν, ἐν ἔθει δὲ τοῖς Ἀλβανοῖς καὶ ἐν καλῷ ὂν τὰς εὐγενεστάτας ἀποδείκνυσθαι κόρας τῆς Ἑστίας προπόλους. ὁ δὲ Νεμέτωρ αἰσθόμενος οὐκ ἀπὸ τοῦ βελτίστου ταῦτα πράττοντα τὸν ἀδελφὸν ὀργὴν φανερὰν οὐκ ἐποιεῖτο, ἵνα μὴ τῷ δήμῳ ἀπέχθοιτο, ἀπόρρητον δὲ καὶ τοῦτο ἐφύλαττε τὸ ἔγκλημα.

  τετάρτῳ δ᾽ ὕστερον ἔτει τὴν Ἰλίαν ἐλθοῦσαν εἰς ἱερὸν ἄλσος Ἄρεος ὕδατος ἁγνοῦ κομιδῆς ἕνεκα, ᾧ πρὸς τὰς θυσίας ἔμελλε χρήσασθαι, βιάζεταί τις ἐν τῷ τεμένει. τοῦτον δέ τινες μὲν ἀποφαίνουσι τῶν μνηστήρων ἕνα γενέσθαι τῆς κόρης ἐρῶντα τῆς παιδίσκης, οἱ δὲ αὐτὸν Ἀμόλιον οὐκ ἐπιθυμίας μᾶλλον ἢ ἐπιβουλῆς ἕνεκα φραξάμενόν τε ὅπλοις ὡς ἐκπληκτικώτατος ὀφθήσεσθαι ἔμελλε καὶ τὸ τῆς ὄψεως γνώριμον εἰς ἀσαφὲς ὡς μάλιστα ἐδύνατο καθιστάντα: [2] οἱ δὲ πλεῖστοι μυθολογοῦσι τοῦ δαίμονος εἴδωλον, οὗ τὸ χωρίον ἦν, πολλὰ καὶ ἄλλα τῷ πάθει δαιμόνια ἔργα προσάπτοντες ἡλίου τε ἀφανισμὸν αἰφνίδιον καὶ [p. 125] ζόφον ἐν οὐρανῷ κατασχόντα: ὄψιν δέ, ἣν καὶ τὸ εἴδωλον εἶχε, θαυμασιωτέραν μακρῷ δή τι κατὰ μέγεθος καὶ κάλλος ἀνθρώπων: φασί τε εἰπεῖν τῇ κόρῃ παρηγοροῦντα τὴν λύπην τὸν βιασάμενον, ἐξ οὗ γενέσθαι δῆλον ὅτι θεὸς ἦν, μηδὲν ἄχθεσθαι τῷ πάθει. τὸ γὰρ κοινώνημα τῶν γάμων αὐτῇ γεγονέναι πρὸς τὸν ἐμβατεύοντα τῷ χωρίῳ δαίμονα, τέξεσθαι δ᾽ αὐτὴν ἐκ τοῦ βιασμοῦ δύο παῖδας ἀνθρώπων μακρῷ κρατίστους ἀρετὴν καὶ τὰ πολέμια. ταῦτα δὲ εἰπόντα νέφει περικαλυφθῆναι καὶ ἀπὸ γῆς ἀρθέντα φέρεσθαι δἰ ἀέρος ἄνω. [3] ὅπως μὲν οὖν χρὴ περὶ τῶν τοιῶνδε δόξης ἔχειν, πότερον καταφρονεῖν ὡς ἀνθρωπίνων ῥᾳδιουργημάτων εἰς θεοὺς ἀναφερομένων μηδὲν ἂν τοῦ θεοῦ λειτούργημα τῆς ἀφθάρτου καὶ μακαρίας φύσεως ἀνάξιον ὑπομένοντος, ἢ καὶ ταύτας παραδέχεσθαι τὰς ἱστορίας, ὡς ἀνακεκραμένης τῆς ἁπάσης οὐσίας τοῦ κόσμου καὶ μεταξὺ τοῦ θείου καὶ θνητοῦ γένους τρίτης τινὸς ὑπαρχούσης φύσεως, ἣν τὸ δαιμόνων φῦλον ἐπέχει, τοτὲ μὲν ἀνθρώποις, τοτὲ δὲ θεοῖς ἐπιμιγνύμενον, ἐξ οὗ ὁ λόγος ἔχει τὸ μυθευόμενον ἡρώων φῦναι γένος, οὔτε καιρὸς ἐν τῷ παρόντι διασκοπεῖν ἀρκεῖ τε ὅσα φιλοσόφοις περὶ αὐτῶν ἐλέχθη. [4] ἡ δ᾽ οὖν κόρη μετὰ τὸν βιασμὸν ἀρρωστεῖν σκηψαμένη ῾τοῦτο γὰρ αὐτῇ παρῄνεσεν ἡ μήτηρ [p. 126] ἀσφαλείας τε καὶ τῶν πρὸς τοὺς θεοὺς ὁσίων ἕνεκἀ οὐκέτι προσῄει τοῖς ἱεροῖς, ἀλλὰ διὰ τῶν ἄλλων ἐγίνετο παρθένων, αἷς τὸ αὐτὸ προσέκειτο ἔργον, ὅσα λειτουργεῖν ἐκείνην ἔδει.

  Ἀμόλιος δὲ εἴτε κατὰ τὴν συνείδησιν τῶν πραχθέντων εἴτε ὑπονοίᾳ τῶν εἰκότων προαχθεὶς ἔρευναν ἐποιεῖτο τῆς χρονίου τῶν ἱερῶν ἀποστάσεως, κατὰ τίνα γίνεται μάλιστ᾽ αἰτίαν ἰατρούς τε οἷς μάλιστα ἐπίστευεν εἰσπέμπων καὶ, ἐπειδὴ τὴν νόσον αἱ γυναῖκες ἀπόρρητον ἀνθρώποις ᾐτιῶντο εἶναι, τὴν ἑαυτοῦ γυναῖκα φύλακα τῆς κόρης καταλιπών. [2] ὡς δὲ κατήγορος αὕτη τοῦ πάθους ἐγένετο γυναικείᾳ τεκμάρσει τὸ ἀφανὲς τοῖς ἄλλοις ἀνευροῦσα, τῆς μὲν παιδός, ὡς μὴ λάθῃ τεκοῦσα ῾ἦν δὲ οὐ πρόσω τοῦ τόκοὐ φυλακὴν ἐποιεῖτο δι᾽ ὅπλων: αὐτὸς δὲ καλέσας τὸν ἀδελφὸν εἰς τὸ συνέδριον τῆς τε λανθανούσης τοὺς ἄλλους φθορᾶς μηνυτὴς γίνεται καὶ ᾐτιᾶτο συγκακουργεῖν τῇ κόρῃ τοὺς γονεῖς ἐκέλευέ τε μὴ [3] κρύπτειν τὸν εἰργασμένον, ἀλλ᾽ εἰς μέσον ἄγειν. Νεμέτωρ δὲ παραδόξων τε λόγων ἀκούειν ἔφη καὶ παντὸς ἀναίτιος εἶναι τοῦ λεγομένου χρόνον τε ἠξίου βασάνου τῆς ἀληθεία�
� ἕνεκα λαβεῖν: τυχὼν δὲ ἀναβολῆς μόλις, ἐπειδὴ τὸ πρᾶγμα παρὰ τῆς γυναικὸς ἔμαθεν ὡς ἡ παῖς ἐν ἀρχαῖς ἀφηγήσατο, τόν τε βιασμὸν τὸν ὑπὸ τοῦ θεοῦ γενόμενον ἀπέφαινε καὶ τοὺς λεχθέντας [p. 127] ὑπ᾽ αὐτοῦ περὶ τῶν διδύμων παίδων λόγους διεξῆλθεν ἠξίου τε πίστιν ποιήσασθαι ταύτην τῶν λεγομένων, εἰ τοιοῦτος ὁ τῆς ὠδῖνος ἔσται γόνος, οἷον ὁ θεὸς ὑφηγήσατο. καὶ γὰρ ὁμοῦ τι τῷ τίκτειν εἶναι τὴν κόρην, ὥστε οὐκ εἰς μακρὰν ῥᾳδιουργεῖν φανήσεται. παρεδίδου δὲ καὶ τὰς φυλαττούσας τὴν κόρην καὶ [4] ἐλέγχων οὐδενὸς ἀφίστατο. ταῦτα λέγοντος αὐτοῦ τὸ μὲν τῶν συνέδρων πλῆθος ἐπείθετο, Ἀμόλιος δὲ οὐδὲν ὑγιὲς ἀπέφαινε τῶν ἀξιουμένων, ἀλλ᾽ ἐκ παντὸς ὥρμητο τρόπου τὴν ἄνθρωπον ἀπολέσαι. ἐν ὅσῳ δὲ ταῦτ᾽ ἐγένετο παρῆσαν οἱ τὴν ὠδῖνα φρουρεῖν ταχθέντες ἀποφαίνοντες ἄρρενα βρέφη δίδυμα τεκεῖν τὴν κόρην, καὶ αὐτίκα Νεμέτωρ μὲν ἐν τῷ αὐτῷ πολὺς ἦν λόγῳ τοῦ θεοῦ τε ἀποδεικνὺς τὸ ἔργον καὶ μηδὲν εἰς τὴν κόρην ἀναίτιον οὖσαν τοῦ πάθους παρανομεῖν ἀξιῶν: Ἀμολίῳ δὲ τῶν ἀνθρωπείων τι μηχανημάτων καὶ τὸ περὶ τὸν τόκον ἐδόκει γενέσθαι παρασκευασθέντος ἑτέρου ταῖς γυναιξὶ βρέφους ἢ κρύφα τῶν φυλάκων ἢ συγκακουργούντων, καὶ [5] πολλὰ εἰς τοῦτο ἐλέχθη. ὡς δὲ τὴν γνώμην τοῦ βασιλέως ἔμαθον οἱ σύνεδροι ἀπαραιτήτῳ τῇ ὀργῇ χρωμένην ἐδικαίωσαν καὶ αὐτοὶ καθάπερ ἐκεῖνος ἠξίου χρήσασθαι τῷ νόμῳ κελεύοντι τὴν μὲν αἰσχύνασαν τὸ σῶμα ῥάβδοις αἰκισθεῖσαν ἀποθανεῖν, τὸ δὲ γεννηθὲν εἰς τὸ τοῦ ποταμοῦ βάλλεσθαι ῥεῖθρον: νῦν μέντοι [p. 128] ζώσας κατορύττεσθαι τὰς τοιαύτας ὁ τῶν ἱερῶν ἀγορεύει νόμος.

  μέχρι μὲν δὴ τούτων οἱ πλεῖστοι τῶν συγγραφέων τὰ αὐτὰ ἢ μικρὸν παραλλάττοντες οἱ μὲν ἐπὶ τὸ μυθωδέστερον, οἱ δ᾽ ἐπὶ τὸ τῇ ἀληθείᾳ ἐοικὸς μᾶλλον ἀποφαίνουσι, περὶ δὲ τῶν ἑξῆς διαφέρονται. [2] οἱ μὲν γὰρ εὐθὺς ἀναιρεθῆναι λέγουσι τὴν κόρην, οἱ δ᾽ ἐν εἱρκτῇ φυλαττομένην ἀδήλῳ διατελέσαι δόξαν τῷ δήμῳ παρασχοῦσαν ἀφανοῦς θανάτου. ἐπικλασθῆναι δὲ τὸν Ἀμόλιον εἰς τοῦτο ἱκετευούσης τῆς θυγατρὸς χαρίσασθαι τὴν ἀνεψιὰν αὐτῇ: ἦσαν δὲ σύντροφοί τε καὶ ἡλικίαν ἔχουσαι τὴν αὐτὴν ἀσπαζόμεναί τε ἀλλήλας ὡς ἀδελφάς. χαριζόμενον οὖν ταύτῃ Ἀμόλιον, μόνη δ᾽ ἦν αὐτῷ θυγάτηρ, θανάτου μὲν ἀπολῦσαι τὴν Ἰλίαν, φυλάττειν δὲ καθείρξαντα ἐν ἀφανεῖ: λυθῆναι δὲ αὐτὴν ἀνὰ χρόνον Ἀμολίου τελευτήσαντος. [3] περὶ μὲν οὖν τῆς Ἰλίας οὕτω διαλλάττουσιν αἱ τῶν παλαιῶν γραφαί, λόγον δ᾽ ἔχουσιν ὡς ἀληθεῖς ἑκάτεραι. διὰ τοῦτο κἀγὼ μνήμην ἀμφοτέρων ἐποιησάμην, ὁποτέρᾳ δὲ χρὴ πιστεύειν αὐτός τις εἴσεται τῶν ἀναγνωσομένων. [4] περὶ δὲ τῶν ἐκ τῆς Ἰλίας γενομένων Κόιντος μὲν Φάβιος ὁ Πίκτωρ λεγόμενος, ᾧ Λεύκιός τε Κίγκιος καὶ Κάτων Πόρκιος καὶ Πείσων Καλπούρνιος καὶ τῶν ἄλλων συγγραφέων οἱ πλείους ἠκολούθησαν, γέγραφε: ὡς κελεύσαντος [p. 129] Ἀμολίου τὰ βρέφη λαβόντες ἐν σκάφῃ κείμενα τῶν ὑπηρετῶν τινες ἔφερον ἐμβαλοῦντες εἰς τὸν ποταμὸν ἀπέχοντα τῆς πόλεως ἀμφὶ τοὺς ἑκατὸν εἴκοσι σταδίους. [5] ἐπεὶ δὲ ἐγγὺς ἐγένοντο καὶ εἶδον ἔξω τοῦ γνησίου ῥείθρου τὸν Τέβεριν ὑπὸ χειμώνων συνεχῶν ἐκτετραμμένον εἰς τὰ πεδία, καταβάντες ἀπὸ τοῦ Παλλαντίου τῆς κορυφῆς ἐπὶ τὸ προσεχέστατον ὕδωρ, ῾οὐ γὰρ ἔτι προσωτέρω χωρεῖν οἷοίτε ἦσαν᾽ ἔνθα πρῶτον ἡ τοῦ ποταμοῦ πλήμη τῆς ὑπωρείας ἥπτετο, τίθενται τὴν σκάφην ἐπὶ τοῦ ὕδατος. ἡ δὲ μέχρι μέν τινος ἐνήχετο, ἔπειτα τοῦ ῥείθρου κατὰ μικρὸν ὑποχωροῦντος ἐκ τῶν περὶ ἔσχατα λίθου προσπταίσει περιτραπεῖσα ἐκβάλλει τὰ βρέφη. [6] τὰ μὲν δὴ κνυζούμενα κατὰ τοῦ τέλματος ἐκυλινδεῖτο, λύκαινα δέ τις ἐπιφανεῖσα νεοτόκος σπαργῶσα τοὺς μαστοὺς ὑπὸ γάλακτος ἀνεδίδου τὰς θηλὰς τοῖς στόμασιν αὐτῶν καὶ τῇ γλώττῃ τὸν πηλόν, ᾧ κατάπλεοι ἦσαν, ἀπελίχμα. ἐν δὲ τούτῳ τυγχάνουσιν οἱ νομεῖς ἐξελαύνοντες τὰς ἀγέλας ἐπὶ νομήν ῾ἤδη γὰρ ἐμβατὸν ἦν τὸ χωρίον᾽ καί τις αὐτῶν ἰδὼν τὴν λύκαιναν ὡς ἠσπάζετο τὰ βρέφη τέως μὲν ἀχανὴς ἦν ὑπό τε θάμβους καὶ ἀπιστίας τῶν θεωρουμένων: ἔπειτ᾽ ἀπελθὼν καὶ συλλέξας ὅσους ἐδύνατο πλείστους τῶν ἀγχοῦ νεμόντων ῾οὐ γὰρ ἐπιστεύετο λέγων᾽ ἄγει τοὖργον αὐτὸ θεασομένους. [7] ὡς δὲ κἀκεῖνοι πλησίον ἐλθόντες ἔμαθον τὴν [p. 130] μὲν ὥσπερ τέκνα περιέπουσαν, τὰ δ᾽ ὡς μητρὸς ἐξεχόμενα, δαιμόνιόν τι χρῆμα ὁρᾶν ὑπολαβόντες ἐγγυτέρω προσῄεσαν ἀθρόοι δεδιττόμενοι βοῇ τὸ θηρίον. ἡ δὲ λύκαινα οὐ μάλα ἀγριαίνουσα τῶν ἀνθρώπων τῇ προσόδῳ, ἀλλ᾽ ὡσπερὰν χειροήθης ἀποστᾶσα τῶν βρεφῶν ἠρέμα καὶ κατὰ πολλὴν ἀλογίαν τοῦ ποιμενικοῦ [8] ὁμίλου ἀπῄει. καὶ ἦν γάρ τις οὐ πολὺ ἀπέχων ἐκεῖθεν ἱερὸς χῶρος ὕλῃ βαθείᾳ συνηρεφὴς καὶ πέτρα κοίλη πηγὰς ἀνιεῖσα, ἐλέγετο δὲ Πανὸς εἶναι τὸ νάπος, καὶ βωμὸς ἦν αὐτόθι τοῦ θεοῦ: εἰς τοῦτο τὸ χωρίον ἐλθοῦσα ἀποκρύπτεται. τὸ μὲν οὖν ἄλσος οὐκέτι διαμένει, τὸ δὲ ἄντρον, ἐξ οὗ ἡ λιβὰς ἐκδίδοται, τῷ Παλλαντίῳ προσῳκοδομημένον δείκνυται κατὰ τὴν ἐπὶ τὸν ἱππόδρομον φέρουσαν ὁδόν, καὶ τέμενός ἐστιν αὐτοῦ πλησίον, ἔνθα εἰκὼν κεῖται τοῦ πάθους λύκαινα παιδίοις δυσὶ τοὺς μαστοὺς ἐπ�
�σχουσα, χαλκᾶ ποιήματα παλαιᾶς ἐργασίας. ἦν δὲ τὸ χωρίον τῶν σὺν Εὐάνδρῳ ποτὲ οἰκισάντων αὐτὸ Ἀρκάδων ἱερὸν ὡς λέγεται. [9] ὡς δὲ ἀπέστη τὸ θηρίον αἴρουσιν οἱ νομεῖς τὰ βρέφη σπουδὴν ποιούμενοι τρέφειν ὡς θεῶν αὐτὰ σώζεσθαι βουλομένων. ἦν δέ τις ἐν αὐτοῖς συοφορβίων βασιλικῶν ἐπιμελούμενος ἐπιεικὴς ἀνὴρ Φαιστύλος ὄνομα, ὃς ἐν τῇ πόλει κατὰ δή τι ἀναγκαῖον ἐγεγόνει καθ᾽ ὃν χρόνον ἡ φθορὰ τῆς Ἰλίας καὶ ὁ τόκος ἠλέγχετο, καὶ μετὰ ταῦτα κομιζομένων ἐπὶ τὸν ποταμὸν τῶν βρεφῶν τοῖς φέρουσιν αὐτὰ κατὰ [p. 131] θείαν τύχην ἅμα διεληλύθει τὴν αὐτὴν ὁδὸν εἰς τὸ Παλλάντιον ἰών: ὃς ἥκιστα τοῖς ἄλλοις καταφανὴς γενόμενος ὡς ἐπίσταταί τι τοῦ πράγματος ἀξιώσας αὑτῷ συγχωρηθῆναι τὰ βρέφη λαμβάνει τε αὐτὰ παρὰ [10] τοῦ κοινοῦ καὶ φέρων ὡς τὴν γυναῖκα ἔρχεται. τετοκυῖαν δὲ καταλαβὼν καὶ ἀχθομένην ὅτι νεκρὸν αὐτῇ τὸ βρέφος ἦν παραμυθεῖταί τε καὶ δίδωσιν ὑποβαλέσθαι τὰ παιδία πᾶσαν ἐξ ἀρχῆς διηγησάμενος τὴν κατασχοῦσαν αὐτὰ τύχην. αὐξομένοις δὲ αὐτοῖς ὄνομα τίθεται τῷ μὲν Ῥωμύλον, τῷ δὲ Ῥῶμον. οἱ δὲ ἀνδρωθέντες γίνονται κατά τε ἀξίωσιν μορφῆς καὶ φρονήματος ὄγκον οὐ συοφορβοῖς καὶ βουκόλοις ἐοικότες, ἀλλ᾽ οἵους ἄν τις ἀξιώσειε τοὺς ἐκ βασιλείου τε φύντας γένους καὶ ἀπὸ δαιμόνων σπορᾶς γενέσθαι νομιζομένους, ὡς ἐν τοῖς πατρίοις ὕμνοις ὑπὸ [11] Ῥωμαίων ἔτι καὶ νῦν ᾄδεται. βίος δ᾽ αὐτοῖς ἦν βουκολικὸς καὶ δίαιτα αὐτουργὸς ἐν ὄρεσι τὰ πολλὰ πηξαμένοις διὰ ξύλων καὶ καλάμων σκηνὰς αὐτορόφους: ὧν ἔτι καὶ εἰς ἐμὲ ἦν τις τοῦ Παλλαντίου ἐπὶ τῆς πρὸς τὸν ἱππόδρομον στρεφούσης λαγόνος Ῥωμύλου λεγομένη, ἣν φυλάττουσιν ἱερὰν οἷς τούτων ἐπιμελὲς οὐδὲν ἐπὶ τὸ σεμνότερον ἐξάγοντες, εἰ δέ τι πονήσειεν ὑπὸ χειμῶνος ἢ χρόνου τὸ λεῖπον ἐξακούμενοι καὶ [12] τῷ πρόσθεν ἐξομοιοῦντες εἰς δύναμιν. ἐπεὶ δὲ ἀμφὶ τὰ ὀκτωκαίδεκα ἔτη γεγονότες ἦσαν ἀμφίλογόν τι περὶ τῆς νομῆς αὐτοῖς γίνεται πρὸς τοὺς Νεμέτορος [p. 132] βουκόλους, οἳ περὶ τὸ Αὐεντῖνον ὄρος ἀντικρὺ τοῦ Παλλαντίου κείμενον εἶχον τὰς βουστάσεις. ᾐτιῶντο δὲ ἀλλήλους ἑκάτεροι θαμινὰ ἢ τὴν μὴ προσήκουσαν ὀργάδα κατανέμειν ἢ τὴν κοινὴν μόνους διακρατεῖν ἢ ὅ τι δήποτε τύχοι. ἐκ δὲ τῆς ἁψιμαχίας ταύτης ἐγένοντο πληγαί ποτε διὰ χειρῶν, εἶτα δι᾽ ὅπλων. [13] τραύματα δὲ πολλὰ πρὸς τῶν μειρακίων λαβόντες οἱ τοῦ Νεμέτορος καί τινας καὶ ἀπολέσαντες τῶν σφετέρων καὶ τῶν χωρίων ἤδη κατὰ κράτος ἐξειργόμενοι παρεσκευάζοντο δόλον τινὰ ἐπ᾽ αὐτούς. προλοχίσαντες δὴ τῆς φάραγγος τὸ ἀφανὲς καὶ συνθέμενοι τοῖς λοχῶσι τὰ μειράκια τὸν τῆς ἐπιθέσεως καιρὸν οἱ λοιποὶ κατὰ πλῆθος ἐπὶ τὰ μανδρεύματα αὐτῶν νύκτωρ ἐπέβαλον. Ῥωμύλος μὲν οὖν τὸν χρόνον τοῦτον ἐτύγχανεν ἅμα τοῖς ἐπιφανεστάτοις τῶν κωμητῶν πεπορευμένος εἴς τι χωρίον Καίνιναν ὀνομαζόμενον ἱερὰ [14] ποιήσων ὑπὲρ τοῦ κοινοῦ πάτρια: Ῥῶμος δὲ τὴν ἔφοδον αὐτῶν αἰσθόμενος ἐξεβοήθει λαβὼν τὰ ὅπλα διαταχέων ὀλίγους τῶν ἐκ τῆς κώμης φθάσαντας καθ᾽ ἓν γενέσθαι παραλαβών. κἀκεῖνοι οὐ δέχονται αὐτόν, ἀλλὰ φεύγουσιν ὑπαγόμενοι ἔνθα ἔμελλον ἐν καλῷ ὑποστρέψαντες ἐπιθήσεσθαι: ὁ δὲ Ῥῶμος κατ᾽ ἄγνοιαν τοῦ μηχανήματος ἄχρι πολλοῦ διώκων αὐτοὺς παραλλάττει τὸ λελοχισμένον χωρίον, κἀν τούτῳ [p. 133] ὅ τε λόχος ἀνίσταται καὶ οἱ φεύγοντες ὑποστρέφουσι. κυκλωσάμενοι δὲ αὐτοὺς καὶ πολλοῖς ἀράττοντες λίθοις λαμβάνουσιν ὑποχειρίους. ταύτην γὰρ εἶχον ἐκ τῶν δεσποτῶν τὴν παρακέλευσιν, ζῶντας αὐτοῖς τοὺς νεανίσκους κομίσαι. οὕτω μὲν δὴ χειρωθεὶς ὁ Ῥῶμος ἀπήγετο.

 

‹ Prev