Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 164
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 164

by Dionysius of Halicarnassus


  ὡς δὲ Τουβέρων Αἴλιος δεινὸς ἀνὴρ καὶ περὶ τὴν συναγωγὴν τῆς ἱστορίας ἐπιμελὴς γράφει, προειδότες οἱ τοῦ Νεμέτορος θύσοντας τὰ Λύκαια τοὺς νεανίσκους τῷ Πανὶ τὴν Ἀρκαδικὴν ὡς Εὔανδρος κατεστήσατο θυσίαν ἐνήδρευσαν τὸν καιρὸν ἐκεῖνον τῆς ἱερουργίας, ἡνίκα χρῆν τοὺς περὶ τὸ Παλλάντιον οἰκοῦντας τῶν νέων ἐκ τοῦ Λυκαίου τεθυκότας περιελθεῖν δρόμῳ τὴν κώμην γυμνοὺς ὑπεζωσμένους τὴν αἰδῶ ταῖς δοραῖς τῶν νεοθύτων. τοῦτο δὲ καθαρμόν τινα τῶν κωμητῶν πάτριον ἐδύνατο, [2] ὡς καὶ νῦν ἔτι δρᾶται. ἐν δὴ τούτῳ τῷ χρόνῳ τοὺς ἱεροποιοὺς νεανίσκους οἱ βουκόλοι λοχήσαντες κατὰ τὸ στενόπορον τῆς ὁδοῦ, ἐπειδὴ τὸ πρῶτον τάγμα τὸ σὺν τῷ Ῥώμῳ κατ᾽ αὐτοὺς ἐγένετο, τῶν ἀμφὶ Ῥωμύλον τε καὶ ἄλλων ὑστεριζόντων ῾τριχῇ γὰρ ἐνενέμηντο καὶ ἐκ διαστήματος ἔθεον᾽ οὐ περιμείναντες τοὺς λοιποὺς ὁρμῶσιν ἐπὶ τοὺς πρώτους ἐμβοήσαντες ἀθρόοι καὶ περιστάντες ἔβαλλον οἱ μὲν ἀκοντίοις, οἱ δὲ λίθοις, οἱ δ᾽ ὡς ἕκαστοί τι διὰ χειρὸς εἶχον. [p. 134] οἱ δ᾽ ἐκπλαγέντες τῷ παραδόξῳ τοῦ πάθους καὶ ἀμηχανοῦντες ὅ τι δράσειαν πρὸς ὡπλισμένους ἄνοπλοι μαχόμενοι κατὰ πολλὴν εὐπέτειαν ἐχειρώθησαν. [3] ὁ μὲν οὖν Ῥῶμος ἐπὶ τοῖς πολεμίοις γενόμενος οὕτως, εἴθ᾽ ὡς ὁ Φάβιος παραδέδωκε δέσμιος εἰς τὴν Ἄλβαν ἀπήγετο. Ῥωμύλος δ᾽ ἐπειδὴ τὸ περὶ τὸν ἀδελφὸν ἔγνω πάθος, διώκειν εὐθὺς ᾤετο δεῖν τοὺς ἀκμαιοτάτους ἔχων τῶν νομέων, ὡς ἔτι κατὰ τὴν ὁδὸν ὄντα καταληψόμενος τὸν Ῥῶμον: ἀποτρέπεται δ᾽ ὑπὸ τοῦ Φαιστύλου. ὁρῶν γὰρ αὐτοῦ τὴν σπουδὴν μανικωτέραν οὖσαν οὗτος νομισθεὶς ὁ πατήρ, ἃ τὸν ἔμπροσθεν χρόνον ἀπόρρητα ποιούμενος τοῖς μειρακίοις διετέλεσεν, ὡς μὴ θᾶττον ὁρμήσωσι παρακινδυνεῦσαί τι πρὶν ἐν τῷ κρατίστῳ τῆς ἀκμῆς γενέσθαι, τότε δὴ πρὸς τῆς ἀνάγκης βιασθεὶς μονωθέντι τῷ Ῥωμύλῳ λέγει. [4] μαθόντι δὲ τῷ νεανίσκῳ πᾶσαν ἐξ ἀρχῆς τὴν κατασχοῦσαν αὐτοὺς τύχην τῆς τε μητρὸς οἶκτος εἰσέρχεται καὶ Νεμέτορος φροντίς, καὶ πολλὰ βουλευσαμένῳ μετὰ τοῦ Φαιστύλου τῆς μὲν αὐτίκα ὁρμῆς ἐπισχεῖν ἐδόκει, πλείονι δὲ παρασκευῇ δυνάμεως χρησάμενον ὅλον ἀπαλλάξαι τὸν οἶκον τῆς Ἀμολίου παρανομίας κίνδυνόν τε τὸν ἔσχατον ὑπὲρ τῶν μεγίστων ἄθλων ἀναρρῖψαι, πράττειν δὲ μετὰ τοῦ μητροπάτορος ὅ τι ἂν ἐκείνῳ δοκῇ. [p. 135]

  ὡς δὲ ταῦτα κράτιστα εἶναι ἔδοξε συγκαλέσας τοὺς κωμήτας ἅπαντας ὁ Ῥωμύλος καὶ δεηθεὶς εἰς τὴν Ἄλβαν ἐπείγεσθαι διαταχέων μὴ κατὰ τὰς αὐτὰς πύλας ἅπαντας μηδ᾽ ἀθρόους εἰσιόντας, μή τις ὑπόνοια πρὸς τοὺς ἐν τῇ πόλει γένηται, καὶ περὶ τὴν ἀγορὰν ὑπομένοντας ἑτοίμους εἶναι δρᾶν τὸ κελευόμενον, [2] ἀπῄει πρῶτος εἰς τὴν πόλιν. οἱ δὲ τὸν Ῥῶμον ἄγοντες ἐπειδὴ κατέστησαν ἐπὶ τὸν βασιλέα, τάς τε ὕβρεις ἁπάσας, ὅσας ἦσαν ὑβρισμένοι πρὸς τῶν μειρακίων, κατηγόρουν καὶ τοὺς τραυματίας σφῶν ἐπεδείκνυσαν τιμωρίας εἰ μὴ τεύξονται καταλείψειν προλέγοντες τὰ βουφόρβια. Ἀμόλιος δὲ τοῖς χωρίταις κατὰ πλῆθος ἐληλυθόσι χαρίζεσθαι βουλόμενος καὶ τῷ Νεμέτορι ῾παρὼν γὰρ ἐτύγχανε συναγανακτῶν τοῖς πελάταισ᾽ εἰρήνην τε ἀνὰ τὴν χώραν σπεύδων εἶναι καὶ ἅμα καὶ τὸ αὔθαδες τοῦ μειρακίου, ὡς ἀκατάπληκτον ἦν ἐν τοῖς λόγοις, δι᾽ ὑποψίας λαμβάνων καταψηφίζεται τὴν δίκην: τῆς δὲ τιμωρίας τὸν Νεμέτορα ποιεῖ κύριον εἰπών, ὡς τῷ δράσαντι δεινὰ τὸ ἀντιπαθεῖν οὐ πρὸς ἄλλου τινὸς μᾶλλον ἢ τοῦ πεπονθότος ὀφείλεται. [3] ἐν ὅσῳ δ᾽ ὁ Ῥῶμος ὑπὸ τῶν τοῦ Νεμέτορος βουκόλων ἤγετο δεδεμένος τε ὀπίσω τὼ χεῖρε καὶ πρὸς τῶν ἀγόντων ἐπικερτομούμενος, ἀκολουθῶν ὁ Νεμέτωρ τοῦ τε σώματος τὴν εὐπρέπειαν ἀπεθαύμαζεν, ὡς πολὺ τὸ βασιλικὸν εἶχε, καὶ τοῦ φρονήματος τὴν εὐγένειαν ἐνεθυμεῖτο, [p. 136] ἣν καὶ παρὰ τὰ δεινὰ διέσωσεν οὐ πρὸς οἶκτον οὐδὲ λιπαρήσεις, ὡς ἅπαντες ἐν ταῖς τοιαῖσδε ποιοῦσι τύχαις, τραπόμενος, ἀλλὰ σὺν εὐκόσμῳ σιωπῇ πρὸς τὸν μόρον ἀπιών. [4] ὡς δ᾽ εἰς τὴν οἰκίαν ἀφίκοντο μεταστῆναι τοὺς ἄλλους κελεύσας μονωθέντα τὸν Ῥῶμον ἤρετο τίς εἴη καὶ τίνων, ὡς οὐκ ἂν ἐκ τῶν τυχόντων γε ἄνδρα τοιοῦτον γενόμενον. εἰπόντος δὲ τοῦ Ῥώμου τοσοῦτον εἰδέναι μόνον κατὰ πύστιν τοῦ τρέφοντος, ὅτι σὺν ἀδελφῷ διδύμῳ ἐκτεθείη βρέφος εἰς νάπην εὐθὺς ἀπὸ γονῆς καὶ πρὸς τῶν νομέων ἀναιρεθεὶς ἐκτραφείη, βραχὺν ἐπισχὼν χρόνον εἴτε ὑποτοπηθείς τι τῶν ἀληθῶν εἴτε τοῦ δαίμονος ἄγοντος εἰς τοὐμφανὲς τὸ πρᾶγμα λέγει πρὸς αὐτόν: [5] ὅτι μὲν ἐπ᾽ ἐμοὶ γέγονας, ὦ Ρ̓ῶμε, παθεῖν ὅ τι ἂν δικαιώσω, καὶ ὡς περὶ πολλοῦ ποιήσαιντ᾽ ἂν οἱ κομίσαντές σε δεῦρο πολλὰ καὶ δεινὰ παθόντες ἀποθανεῖν, οὐδὲν δεῖ πρὸς εἰδότα λέγειν. εἰ δέ σε θανάτου τε καὶ ἄλλου παντὸς ἐκλυσαίμην κακοῦ, ἆρ᾽ ἂν εἰδείης μοι χάριν καὶ δεομένῳ ὑπουργήσειας ὃ κοινὸν ἀμφοῖν ἔσται ἀγαθόν; [6] ἀποκριναμένου δὲ τοῦ μειρακίου ὁπόσα τοὺς ἐν ἀπογνώσει βίου κειμένους ἡ τοῦ σωθήσεσθαι ἐλπὶς τοῖς κυρίοις τούτου λέγειν καὶ ὑπισχνεῖσθαι ἐπαίρει, λῦσαι κελεύσας αὐτὸν ὁ Νεμέτωρ καὶ πάντας ἀπελθεῖν ἐκποδῶν φράζει τὰς αὑτοῦ τύχας, ὡς Ἀμόλιος αὐτὸν ἀδελφὸς ὢν ἀπεστέρησε τῆς βασιλείας ὀρφανόν τε τέκνων ἔθηκε,
τὸν μὲν ἐπὶ θήρᾳ [p. 137] κρύφα διαχειρισάμενος, τὴν δ᾽ ἐν εἱρκτῇ δεδεμένην φυλάττων, τά τε ἄλλα ὁπόσα δεσπότης χρώμενος δούλῳ λωβᾶται.

  ταῦτ᾽ εἰπὼν καὶ πολὺν θρῆνον ἅμα τοῖς λόγοις καταχεάμενος ἠξίου τιμωρὸν τοῖς κατ᾽ οἶκον αὑτοῦ κακοῖς τὸν Ῥῶμον γενέσθαι. ἀσμένως δὲ ὑποδεξαμένου τὸν λόγον τοῦ μειρακίου καὶ παραυτίκα τάττειν αὑτὸν ἐπὶ τὸ ἔργον ἀξιοῦντος ἐπαινέσας ὁ Νεμέτωρ τὴν προθυμίαν, Τῆς μὲν πράξεως ἔφη τὸν καιρὸν ἐγὼ ταμιεύσομαι, σὺ δὲ τέως πρὸς τὸν ἀδελφὸν ἀπόρρητον ἅπασι τοῖς ἄλλοις ἀγγελίαν πέμψον, ὅτι σώζῃ τε δηλῶν καὶ διαταχέων αὐτὸν ἥκειν ἀξιῶν. [2] ἐκ δὲ τούτου πέμπεταί τις ἐξευρεθείς, ὃς ἐδόκει ὑπηρετήσειν καὶ περιτυχὼν οὐ πρόσω τῆς πόλεως ὄντι Ῥωμύλῳ διασαφεῖ τὰς ἀγγελίας: ὁ δὲ περιχαρὴς γενόμενος ἔρχεται σπουδῇ πρὸς Νεμέτορα καὶ περιπλακεὶς ἀμφοῖν ἀσπάζεται μὲν πρῶτον, ἔπειτα φράζει τὴν ἔκθεσιν σφῶν καὶ τροφὴν καὶ τἆλλα ὅσα παρὰ τοῦ Φαιστύλου ἐπύθετο. τοῖς δὲ βουλομένοις τε καὶ οὐ πολλῶν ἵνα πιστεύσειαν τεκμηρίων δεομένοις καθ᾽ ἡδονὰς τὸ λεγόμενον ἦν. ἐπεὶ δὲ ἀνέγνωσαν ἀλλήλους αὐτίκα συνετάττοντο καὶ διεσκόπουν ὅστις ἔσται [p. 138] [3] τρόπος ἢ καιρὸς εἰς τὴν ἐπίθεσιν ἐπιτήδειος. ἐν ᾧ δὲ οὗτοι περὶ ταῦτ᾽ ἦσαν ὁ Φαιστύλος ἀπάγεται πρὸς Ἀμόλιον. δεδοικὼς γὰρ μὴ οὐ πιστὰ δόξῃ τῷ Νεμέτορι λέγειν ὁ Ῥωμύλος ἄνευ σημείων ἐμφανῶν μεγάλου πράγματος μηνυτὴς γενόμενος, τὸ γνώρισμα τῆς ἐκθέσεως τῶν βρεφῶν τὴν σκάφην ἀναλαβὼν ὀλίγον ὕστερον ἐδίωκεν εἰς τὴν πόλιν. [4] διερχόμενον δ᾽ αὐτὸν τὰς πύλας ταραχωδῶς πάνυ καὶ περὶ πολλοῦ ποιούμενον μηδενὶ ποιῆσαι καταφανὲς τὸ φερόμενον τῶν φυλάκων τις καταμαθών ῾ἦν δὲ πολεμίων ἐφόδου δέος, καὶ τὰς πύλας οἱ μάλιστα πιστευόμενοι πρὸς τοῦ βασιλέως ἐφρούρουν᾽ συλλαμβάνει τε καὶ τὸ κρυπτὸν ὅ τι δήποτ᾽ ἦν καταμαθεῖν ἀξιῶν, ἀποκαλύπτει βίᾳ τὴν περιβολήν. ὡς δὲ τὴν σκάφην ἐθεάσατο καὶ τὸν ἄνθρωπον ἔμαθεν ἀπορούμενον, ἠξίου λέγειν τίς ἡ ταραχὴ καὶ τί τὸ βούλημα τοῦ μὴ φανερῶς ἐκφέρειν σκεῦος οὐδὲν δεόμενον ἀπορρήτου φορᾶς. [5] ἐν δὲ τούτῳ πλείους τῶν φυλάκων συνέρρεον καί τις αὐτῶν γνωρίζει τὴν σκάφην αὐτὸς ἐν ἐκείνῃ τὰ παιδία κομίσας ἐπὶ τὸν ποταμὸν καὶ φράζει πρὸς τοὺς παρόντας. οἱ δὲ συλλαβόντες τὸν Φαιστύλον ἄγουσιν ἐπ᾽ αὐτὸν τὸν βασιλέα καὶ διηγοῦνται τὰ γενόμενα. [6] Ἀμόλιος δὲ ἀπειλῇ βασάνων καταπληξάμενος τὸν ἄνθρωπον, εἰ μὴ λέξοι τὰς ἀληθείας [p. 139] ἑκών, πρῶτον μὲν εἰ ζῶσιν οἱ παῖδες ἤρετο: ὡς δὲ τοῦτ᾽ ἔμαθε τῆς σωτηρίας αὐτοῖς ὅστις ὁ τρόπος ἐγένετο: διηγησαμένου δὲ αὐτοῦ πάντα ὡς ἐπράχθη, Ἄγε δή, φησὶν ὁ βασιλεύς, ἐπειδὴ ταῦτ᾽ ἀληθεύσας ἔχεις, φράσον ὅπου νῦν ἂν εὑρεθεῖεν. οὐ γὰρ ἔτι δίκαιοί εἰσιν ἐν βουκόλοις καὶ ἄδοξον βίον ζῆν ἔμοιγε ὄντες συγγενεῖς, ἄλλως τε καὶ θεῶν προνοίᾳ σωζόμενοι.

 

‹ Prev