Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)
Page 177
οἱ δὲ τὰ μυθώδη πάντα περιαιροῦντες ἐκ τῆς ἱστορίας πεπλάσθαι φασὶν ὑπὸ τοῦ Νόμα τὸν περὶ τῆς Ἠγερίας λόγον, ἵνα ῥᾷον αὐτῷ προσέχωσιν οἱ τὰ θεῖα δεδιότες καὶ προθύμως δέχωνται τοὺς ὑπ᾽ αὐτοῦ τιθεμένους νόμους, ὡς παρὰ θεῶν κομιζομένους. [2] λαβεῖν δὲ αὐτὸν τὴν τούτων μίμησιν ἀποφαίνουσιν ἐκ τῶν Ἑλληνικῶν παραδειγμάτων ζηλωτὴν γενόμενον τῆς τε Μίνω τοῦ Κρητὸς καὶ τῆς Λυκούργου τοῦ Λακεδαιμονίου σοφίας: ὧν ὁ μὲν ὁμιλητὴς [p. 242] ἔφη γενέσθαι τοῦ Διὸς καὶ φοιτῶν εἰς τὸ Δικταῖον ὄρος, ἐν ᾧ τραφῆναι τὸν Δία μυθολογοῦσιν οἱ Κρῆτες ὑπὸ τῶν Κουρήτων νεογνὸν ὄντα, κατέβαινεν εἰς τὸ ἱερὸν ἄντρον καὶ τοὺς νόμους ἐκεῖ συντιθεὶς ἐκόμιζεν, οὓς ἀπέφαινε παρὰ τοῦ Διὸς λαμβάνειν: ὁ δὲ Λυκοῦργος εἰς Δελφοὺς ἀφικνούμενος ὑπὸ τοῦ [3] Ἀπόλλωνος ἔφη διδάσκεσθαι τὴν νομοθεσίαν. τὸ μὲν οὖν ἀκριβολογεῖσθαι περὶ τῶν μυθικῶν ἱστορημάτων καὶ μάλιστα τῶν εἰς θεοὺς ἀναφερομένων μακρῶν λόγων δεόμενον ὁρῶν ἐάσω, ἃ δέ μοι δοκοῦσιν ἀγαθὰ Ῥωμαῖοι λαβεῖν ἐκ τῆς ἐκείνου τοῦ ἀνδρὸς ἀρχῆς, ὡς ἐκ τῶν ἐπιχωρίων ἔμαθον ἱστοριῶν ἀφηγήσομαι, προειπὼν ἐν οἵαις ἐτύγχανε ταραχαῖς τὰ πράγματα τῆς πόλεως ὄντα, πρὶν ἐκεῖνον ἐπὶ τὴν βασιλείαν παρελθεῖν.
μετὰ τὴν Ῥωμύλου τελευτὴν ἡ βουλὴ τῶν κοινῶν γενομένη κυρία καὶ χρόνον ἐνιαύσιον, ὥσπερ ἔφην, κατασχοῦσα τὴν δυναστείαν διαφέρεσθαι καὶ στασιάζειν αὐτὴ πρὸς ἑαυτὴν ἤρξατο περὶ τοῦ πλείονός τε καὶ ἴσου. ὅσον μὲν γὰρ αὐτῆς μέρος Ἀλβανῶν ἦν ἀπὸ τῶν ἅμα Ῥωμύλῳ τὴν ἀποικίαν στειλάντων, γνώμης τε ἄρχειν ἠξίου καὶ τιμῶν τὰς μεγίστας λαμβάνειν καὶ θεραπεύεσθαι πρὸς τῶν [2] ἐπηλύδων: οἱ δ᾽ ὕστερον εἰς τοὺς πατρικίους καταγραφέντες ἐκ τῶν ἐποίκων οὐδεμιᾶς ᾤοντο δεῖν ἀπελαύνεσθαι τιμῆς οὐδὲ μειονεκτεῖν τῶν ἑτέρων, μάλιστα δ᾽ ὅσοι τοῦ Σαβίνων ἐτύγχανον ὄντες γένους καὶ κατὰ τὰς συνθήκας τὰς γενομένας Ῥωμύλῳ πρὸς [p. 243] Τάτιον ἐπὶ τοῖς ἴσοις γενόμενοι μετειληφέναι τῆς πόλεως παρὰ τῶν ἀρχαίων οἰκητόρων καὶ τὴν αὐτὴν χάριν ἐκείνοις αὐτοὶ δεδωκέναι ἐδόκουν. [3] ἅμα δὲ τῷ τὴν βουλὴν διαστῆναι καὶ τὸ τῶν πελατῶν πλῆθος διχῇ μερισθὲν ἑκατέρᾳ συνέβαινε τῶν στάσεων. ἦν δέ τι τοῦ δημοτικοῦ μέρος οὐκ ὀλίγον ἐκ τῶν νεωστὶ προσεληλυθότων τῇ πολιτείᾳ, ὃ διὰ τὸ μηδενὸς συνάρασθαι τῷ Ῥωμύλῳ πολέμου παρημελημένον ὑπὸ τοῦ ἡγεμόνος οὔτε γῆς εἰλήφει μοῖραν οὔτε ὠφελείας. τοῦτο ἀνέστιον καὶ πτωχὸν ἀλώμενον ἐχθρὸν ἐκ τοῦ ἀναγκαίου τοῖς κρείττοσιν ἦν καὶ νεωτερίζειν ἑτοιμότατον. [4] ἐν τοιούτῳ δὴ κλύδωνι τὰ πράγματα τῆς πόλεως σαλεύοντα ὁ Νόμας καταλαβών, πρῶτον μὲν τοὺς ἀπόρους τῶν δημοτῶν ἀνέλαβε διανείμας αὐτοῖς ἀφ᾽ ἧς Ῥωμύλος ἐκέκτητο χώρας καὶ ἀπὸ τῆς δημοσίας μοῖράν τινα ὀλίγην: ἔπειτα τοὺς πατρικίους οὐδὲν μὲν ἀφελόμενος ὧν οἱ κτίσαντες τὴν πόλιν εὕροντο, τοῖς δ᾽ ἐποίκοις ἑτέρας τινὰς ἀποδοὺς τιμάς, ἔπαυσε διαφερομένους. [5] ἁρμοσάμενος δὲ τὸ πλῆθος ἅπαν ὥσπερ ὄργανον πρὸς ἕνα τὸν τοῦ κοινῇ συμφέροντος λογισμὸν καὶ τῆς πόλεως τὸν περίβολον αὐξήσας τῷ Κυρινείῳ λόφῳ ῾τέως γὰρ ἔτι ἀτείχιστος ἦν᾽ τότε τῶν ἄλλων πολιτευμάτων ἥπτετο [p. 244] δύο ταῦτα πραγματευόμενος, οἷς κοσμηθεῖσαν ὑπελάμβανεν ἂν τὴν πόλιν εὐδαίμονα γενησεσθαι καὶ μεγάλην: εὐσέβειαν μὲν πρῶτον, διδάσκων τοὺς ἀνθρώπους ὅτι παντὸς ἀγαθοῦ θεοὶ δοτῆρές εἰσι τῇ θνητῇ φύσει καὶ φύλακες, ἔπειτα δικαιοσύνην, δι᾽ ἣν καὶ τὰ παρὰ τῶν θεῶν ἀπέφαινεν ἀγαθὰ καλὰς τὰς ἀπολαύσεις φέροντα τοῖς κτησαμένοις.
ἐξ ὧν δὲ διεπράξατο νόμων τε καὶ πολιτευμάτων ἑκάτερον τούτων εἰς μεγάλην ἐπίδοσιν προελθεῖν ἅπαντα μὲν οὐκ ἀξιῶ γράφειν, τὸ μῆκος ὑφορώμενος τοῦ λόγου καὶ ἅμα οὐδ᾽ ἀναγκαίαν ὁρῶν τὴν ἀναγραφὴν αὐτῶν Ἑλληνικαῖς ἱστορίαις, αὐτὰ δὲ τὰ κυριώτατα καὶ φανερὰν δυνάμενα ποιῆσαι πᾶσαν τὴν προαίρεσιν τοῦ ἀνδρὸς ἐπὶ κεφαλαίων ἐρῶ, τὴν ἀρχὴν ἀπὸ τῆς περὶ τὰ θεῖα διακοσμήσεως ποιησάμενος. [2] ὅσα μὲν οὖν ὑπὸ Ῥωμύλου ταχθέντα ἐν ἐθισμοῖς τε καὶ νόμοις παρέλαβεν, ἀπὸ τοῦ κρατίστου τετάχθαι πάντα ἡγησάμενος εἴα κατὰ χώραν μένειν, ὅσα δ᾽ ὑπ᾽ ἐκείνου παραλελεῖφθαι ἐδόκει, ταῦτα προσετίθει πολλὰ μὲν ἀποδεικνὺς τεμένη τοῖς μήπω τιμῶν τυγχάνουσι θεοῖς, πολλοὺς δὲ βωμοὺς καὶ ναοὺς ἱδρυόμενος ἑορτάς τε ἑκάστῳ αὐτῶν ἀπονέμων καὶ τοὺς ἐπιμελησομένους αὐτῶν ἱερεῖς καθιστὰς ἁγνείας τε καὶ θρησκείας καὶ καθαρμοὺς καὶ τὰς ἄλλας θεραπείας καὶ τιμὰς πάνυ πολλὰς νομοθετῶν, ὅσας οὔθ᾽ Ἑλληνὶς οὔτε βάρβαρος ἔχει πόλις οὐδ᾽ αἱ [3] μέγιστον ἐπ᾽ εὐσεβείᾳ φρονοῦσαί ποτε: αὐτόν τε τὸν Ῥωμύλον ὡς κρείττονα γενόμενον ἢ κατὰ τὴν θνητὴν [p. 245] φύσιν ἱεροῦ κατασκευῇ καὶ θυσίαις διετησίοις ἔταξε Κυρῖνον ἐπονομαζόμενον γεραίρεσθαι. ἔτι γὰρ ἀγνοούντων τὸν ἀφανισμὸν αὐτοῦ Ῥωμαίων εἴτε κατὰ δαίμονος πρόνοιαν εἴτ᾽ ἐξ ἐπιβουλῆς ἀνθρωπίνης ἐγένετο, παρελθών τις εἰς τὴν ἀγορὰν Ἰούλιος ὄνομα τῶν ἀπ᾽ Ἀσκανίου γεωργικὸς ἀνὴρ καὶ τὸν βίον ἀνεπίληπτος, οἷος μηδὲν ἂν ψεύσασθαι κέρδους ἕνεκα οἰκείου, ἔφη παραγιγνόμενος
ἐξ ἀγροῦ Ῥωμύλον ἰδεῖν ἀπιόντα ἐκ τῆς πόλεως ἔχοντα τὰ ὅπλα, καὶ ἐπειδὴ ἐγγὺς ἐγένετο ἀκοῦσαι ταῦτα αὐτοῦ λέγοντος: [4] Ἀγγέλλε Ῥωμαίοις Ἰούλιε τὰ παρ᾽ ἐμοῦ, ὅτι με ὁ λαχὼν ὅτ᾽ ἐγενόμην δαίμων εἰς θεοὺς ἄγεται τὸν θνητὸν ἐκπληρώσαντα αἰῶνα: εἰμὶ δὲ Κυρῖνος. περιλαβὼν δὲ ἅπασαν τὴν περὶ τὰ θεῖα νομοθεσίαν γραφαῖς διεῖλεν εἰς ὀκτὼ μοίρας, ὅσαι τῶν ἱερῶν ἦσαν αἱ συμμορίαι.
ἀπέδωκε δὲ μίαν μὲν ἱερουργιῶν διάταξιν τοῖς τριάκοντα κουρίωσιν, οὓς ἔφην τὰ κοινὰ [2] θύειν ὑπὲρ τῶν φρατριῶν ἱερά. τὴν δὲ δευτέραν τοῖς καλουμένοις ὑπὸ μὲν Ἑλλήνων στεφανηφόροις, ὑπὸ δὲ Ῥωμαίων φλάμοσιν, οὓς ἐπὶ τῆς φορήσεως τῶν πίλων τε καὶ στεμμάτων, ἃ καὶ νῦν ἔτι φοροῦσι φλάμα καλοῦντες, οὕτω προσαγορεύουσι. [3] τὴν δὲ τρίτην τοῖς ἡγεμόσι τῶν κελερίων, οὓς ἔφην ἱππεῖς τε καὶ πεζοὺς στρατευομένους φύλακας ἀποδείκνυσθαι τῶν βασιλέων, καὶ γὰρ οὗτοι τεταγμένας τινὰς [p. 246] [4] ἱερουργίας ἐπετέλουν. τὴν δὲ τετάρτην τοῖς ἐξηγουμένοις τὰ θεόπεμπτα σημεῖα καὶ διαιροῦσι τίνων ἐστὶ μηνύματα πραγμάτων ἰδίᾳ τε καὶ δημοσίᾳ, οὓς ἀφ᾽ ἑνὸς εἴδους τῶν θεωρημάτων τῆς τέχνης Ῥωμαῖοι καλοῦσιν αὔγορας, ἡμεῖς δ᾽ ἂν εἴποιμεν οἰωνοπόλους, ἁπάσης τῆς μαντικῆς παρ᾽ αὐτοῖς ὄντας ἐπιστήμονας τῆς τε περὶ τὰ οὐράνια καὶ τὰ μετάρσια καὶ [5] τὰ ἐπίγεια. τὴν δὲ πέμπτην ταῖς φυλαττούσαις τὸ ἱερὸν πῦρ παρθένοις, αἳ καλοῦνται πρὸς αὐτῶν ἐπὶ τῆς θεᾶς ἣν θεραπεύουσιν ἑστιάδες, αὐτὸς πρῶτος ἱερὸν ἱδρυσάμενος Ῥωμαίοις Ἑστίας καὶ παρθένους ἀποδείξας αὐτῇ θυηπόλους: ὑπὲρ ὧν ὀλίγα καὶ αὐτὰ τἀναγκαιότατα τῆς ὑποθέσεως ἀπαιτούσης ἀναγκαῖον εἰπεῖν. ἔστι γὰρ ἃ καὶ ζητήσεως ἠξίωται καὶ παρὰ πολλοῖς τῶν Ῥωμαϊκῶν συγγραφέων κατὰ τὸν τόπον τοῦτον, ὑπὲρ ὧν οἱ τὰς αἰτίας οὐκ ἐξητακότες ἐπιμελῶς εἰκαιοτέρας ἐξήνεγκαν τὰς γραφάς.
τὴν γοῦν ἵδρυσιν τοῦ ἱεροῦ Ῥωμύλῳ τινὲς ἀνατιθέασι τῶν ἀμηχάνων νομίζοντες εἶναι πόλεως οἰκιζομένης ὑπ᾽ ἀνδρὸς ἐμπείρου μαντικῆς μὴ κατασκευασθῆναι πρῶτον ἑστίαν κοινὴν τῆς πόλεως, καὶ ταῦτα ἐν Ἄλβᾳ τοῦ κτίστου τραφέντος, ἐν ᾗ παλαιὸν ἐξ οὗ τὸ τῆς θεᾶς ταύτης ἱερὸν ἱδρυμένον ἦν, καὶ τῆς μητρὸς αὐτοῦ θυηπόλου γενομένης τῇ [p. 247] θεῷ: διαιρούμενοί τε διχῇ τὰ ἱερὰ καὶ τὰ μὲν αὐτῶν κοινὰ ποιοῦντες καὶ πολιτικά, τὰ δὲ ἴδια καὶ συγγενικά, δι᾽ ἄμφω ταῦτά φασι πολλὴν ἀνάγκην εἶναι τῷ Ῥωμύλῳ ταύτην σέβειν τὴν θεόν. [2] οὔτε γὰρ ἀναγκαιότερον ἀνθρώποις οὐδὲν εἶναι τῆς κοινῆς ἑστίας οὔτε τῷ Ῥωμύλῳ κατὰ διαδοχὴν γένους οὐδὲν οἰκειότερον προγόνων μὲν ὑπάρχοντι τῶν ἐξ Ἰλίου τὰ τῆς θεᾶς ἱερὰ μετενεγκαμένων, μητρὸς δὲ ἱερείας. ἐοίκασι δ᾽ οἱ διὰ ταῦτα τὴν ἵδρυσιν τοῦ ἱεροῦ Ῥωμύλῳ μᾶλλον ἀνατιθέντες ἢ Νόμᾳ, τὸ μὲν κοινὸν ὀρθῶς λέγειν, ὅτι πόλεως οἰκιζομένης ἑστίαν πρῶτον ἔδει ἱδρυθῆναι καὶ ταῦτα ὑπ᾽ ἀνδρὸς οὐκ ἀπείρου τῆς περὶ τὰ θεῖα σοφίας, τὰ δὲ κατὰ μέρος ὑπέρ τε τῆς κατασκευῆς τοῦ νῦν ὄντος ἱεροῦ καὶ τῶν θεραπευουσῶν τὴν θεὸν παρθένων ἠγνοηκέναι. [3] οὔτε γὰρ τὸ χωρίον τοῦτο ἐν ᾧ τὸ ἱερὸν φυλάττεται πῦρ Ῥωμύλος ἦν ὁ καθιερώσας τῇ θεῷ ῾μέγα δὲ τούτου τεκμήριον ὅτι τῆς τετραγώνου καλουμένης Ῥώμης ἣν ἐκεῖνος ἐτείχισεν ἐκτός ἐστιν, ἑστίας δὲ κοινῆς ἱερὸν ἐν τῷ κρατίστῳ μάλιστα καθιδρύονται τῆς πόλεως ἅπαντες, ἔξω δὲ τοῦ τείχους οὐδείσ᾽ οὔτε διὰ παρθένων τὰς θεραπείας κατεστήσατο τῇ θεῷ μεμνημένος ὡς ἐμοὶ δοκεῖ τοῦ περὶ τὴν μητέρα πάθους, ᾗ συνέβη θεραπευούσῃ τὴν θεὸν τὴν παρθενίαν ἀποβαλεῖν, ὡς οὐχ ἱκανὸς ἐσόμενος, ἐάν τινα τῶν θυηπόλων εὕρῃ διεφθαρμένην, κατὰ τοὺς πατρίους τιμωρήσασθαι νόμους διὰ τὴν ἐπὶ ταῖς οἰκείαις συμφοραῖς ἀνάμνησιν. [4] διὰ ταῦτα μὲν δὴ κοινὸν [p. 248] ἱερὸν οὐ κατεσκευάσατο τῆς Ἑστίας οὐδὲ ἱερείας ἔταξεν αὐτῇ παρθένους, ἐν ἑκάστῃ δὲ τῶν τριάκοντα φρατριῶν ἱδρυσάμενος ἑστίαν, ἐφ᾽ ἧς ἔθυον οἱ φρατριεῖς, θυηπόλους αὐτῶν ἐποίησε τοὺς τῶν κουριῶν ἡγεμόνας τὰ παρ᾽ Ἕλλησιν ἔθη μιμησάμενος, ἃ παρὰ ταῖς ἀρχαιοτάταις τῶν πόλεων ἔτι γίγνεται. τά γέ τοι καλούμενα πρυτανεῖα παρ᾽ αὐτοῖς Ἑστίας ἐστὶν ἱερά, καὶ θεραπεύεται πρὸς τῶν ἐχόντων τὸ μέγιστον ἐν ταῖς πόλεσι κράτος.