ταῦτα δ᾽ αὐτοῦ λέγοντος οἰμωγαί τε τῶν Ἀλβανῶν ἐγίνοντο καὶ παντοδαπαὶ δεήσεις τοῦ μὲν δήμου μηδὲν ἐγνωκέναι λέγοντος ὧν ὁ Μέττιος ἐμηχανᾶτο, τῶν δὲ τὰς ἡγεμονίας ἐχόντων οὐ πρότερον πεπύσθαι τὰς ἀπορρήτους βουλὰς σκηπτομένων ἢ ἐν αὐτῷ γενέσθαι τῷ ἀγῶνι, ἡνίκα οὔτε κωλύειν οὔτε μὴ πράττειν τὰ κελευόμενα ἐν δυνατῷ σφίσιν ἦν, ἤδη δέ τινων καὶ ἐπὶ τὴν ἀκούσιον ἀνάγκην ἀναφερόντων τὸ πρᾶγμα διὰ κηδείαν ἢ διὰ συγγένειαν: [2] οἷς ὁ βασιλεὺς σιωπῆσαι κελεύσας ἔλεξεν: οὐδ᾽ ἐμὲ λέληθεν, ἄνδρες Ἀλβανοί, τούτων ὧν ἀπολογεῖσθε οὐθέν, ἀλλὰ τὸ μὲν πλῆθος ὑμῶν ἀγνοεῖν τὴν προδοσίαν οἴομαι τεκμαιρόμενος ὅτι πολλῶν συνειδότων οὐδὲ τὸν ἐλάχιστον πέφυκε τἀπόρρητα σιωπᾶσθαι χρόνον, τῶν δὲ ταξιαρχῶν τε καὶ λοχαγῶν βραχύ τι μέρος ἡγοῦμαι τὸ συνεπιβουλεῦσαν ἡμῖν γενέσθαι, [p. 333] τὸ δὲ πλεῖστον ἐξηπατῆσθαι καὶ εἰς ἀκουσίους ἀνάγκας ἀφῖχθαι. [3] εἰ δέ γε τούτων μηδὲν ἀληθὲς ἦν, ἀλλὰ πάντας εἰσῆλθεν Ἀλβανοὺς καὶ τοὺς ἐνθάδε ὄντας ὑμᾶς καὶ τοὺς ἐν τῇ πόλει καταλειπομένους ἡ τοῦ κακῶς ποιεῖν ἡμᾶς ἐπιθυμία, καὶ τοῦτο οὐ νῦν πρῶτον, ἀλλ᾽ ἐκ πολλοῦ πάνυ χρόνου δεδογμένον ὑμῖν ἦν, τῆς συγγενείας ἕνεκα πολλὴ Ῥωμαίοις ἀνάγκη καὶ [4] ταῦθ᾽ ὑμῶν τἀδικήματα φέρειν. ἵνα δὲ μηθὲν βουλεύσητε ἔτι καθ᾽ ἡμῶν ἄδικον μήτε δὴ βιασθέντες ὑπὸ τῶν ἡγουμένων τῆς πόλεως μήτε παρακρουσθέντες μία φυλακὴ καὶ πρόνοιά: ἐστιν, εἰ τῆς αὐτῆς πόλεως πολῖται γενοίμεθα πάντες καὶ μίαν ἡγοίμεθα πατρίδα, ἧς εὖ τε καὶ χεῖρον φερομένης τὸ ἐπιβάλλον μέρος ἕκαστος οἴσεται τῆς τύχης: ἕως δ᾽ ἂν ἐκ διαφόρου γνώμης, ὥσπερ νῦν ἔχει, τό τε πλεῖον καὶ τοὔλαττον ἐπικρίνωμεν ἑκάτεροι, οὐκ ἔσται βέβαιος ἡμῖν ἡ πρὸς ἀλλήλους φιλία, ἄλλως τε καὶ εἰ μέλλοιεν οἱ μὲν πρότεροι ἐπιβουλεύσαντες τοῖς ἑτέροις ἢ κατορθώσαντες πλεῖον ἕξειν ἢ σφαλέντες ἐν μηδενὶ δεινῷ ἔσεσθαι διὰ τὸ συγγενές, καθ᾽ ὦν δ᾽ ἂν αἱ ἐπιχειρήσεις γένωνται ὑποχείριοι καταστάντες τὰ ἔσχατα παθεῖν καὶ διαφυγόντες μηθὲν ὥσπερ ἐχθροὶ [5] μνησικακεῖν, ὅπερ καὶ ἐν τῷ παρόντι γέγονεν. ἴστε δὴ ταῦτα δεδογμένα Ῥωμαίοις τῇ παρελθούσῃ νυκτὶ [p. 334] συναγαγόντος ἐμοῦ τὴν βουλὴν καὶ τὰ δόξαντα τοῖς συνέδροις γραψαμένου, τὴν μὲν πόλιν ὑμῶν καθαιρεθῆναι καὶ μήτε τῶν δημοσίων μήτε τῶν ἰδιωτικῶν κατασκευασμάτων ὀρθόν τι ἐᾶσαι διαμένειν μηθὲν ἔξω τῶν ἱερῶν: [6] τοὺς δ᾽ ἐν αὐτῇ πάντας ἔχοντας οὓς καὶ νῦν ἔχουσι κλήρους ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ τῶν ἄλλων χρημάτων μηθὲν ἀφαιρεθέντας ἐν Ῥώμῃ τὸν ἀπὸ τοῦδε χρόνον οἰκεῖν: ὅσην τε τὸ κοινὸν ὑμῶν ἐκέκτητο γῆν τοῖς μηθένα κλῆρον ἔχουσιν Ἀλβανῶν διαμερισθῆναι χωρὶς τῶν ἱερῶν κτημάτων, ἐξ ὧν αἱ θυσίαι τοῖς θεοῖς ἐγίνοντο. οἴκων δὲ κατασκευῆς, ἐν οἷς τοὺς βίους ἱδρύσεσθε οἱ μετανιστάμενοι, καθ᾽ οὓς ἔσονται τῆς πόλεως τόπους, ἐμὲ ποιήσασθαι πρόνοιαν συλλαμβάνοντα τοῖς ἀπορωτάτοις ὑμῶν τῆς εἰς τὰ ἔργα δαπάνης. [7] καὶ τὸ μὲν ἄλλο πλῆθος ὑμῶν μετὰ τῶν παρ᾽ ἡμῖν δημοτικῶν συντελεῖν εἰς φυλὰς καὶ φράτρας καταμερισθέν, βουλῆς δὲ μετέχειν καὶ ἀρχὰς λαμβάνειν καὶ τοῖς πατρικίοις προσνεμηθῆναι τούσδε τοὺς οἴκους: Ἰουλίους, Σερουϊλίους, Κορατίους, Κοϊντιλίους, Κλοιλίους, Γεγανίους, Μετιλίους: Μέττιον δὲ καὶ τοὺς σὺν τούτῳ βουλεύσαντας τὴν προδοσίαν δίκας ὑποσχεῖν, ἃς ἂν ἡμεῖς τάξωμεν δικασταὶ περὶ ἑκάστου τῶν ὑπαιτίων καθεζόμενοι: οὐθένα γὰρ ἀποστερήσομεν κρίσεως οὐδὲ λόγου. [p. 335]
ὡς δὲ ταῦτ᾽ εἶπεν, ὅσοι μὲν ἦσαν Ἀλβανῶν πένητες ἠγάπων εἰ Ῥώμην τε οἰκήσουσι καὶ τῆς γῆς κλῆρον ἕξουσι καὶ ἐπῄνουν μεγάλῃ βοῇ τὰ διδόμενα, οἱ δὲ λαμπρότεροι τοῖς ἀξιώμασι καὶ ταῖς τύχαις κρείττους ἤχθοντο, εἰ δεήσει πόλιν τε τὴν γειναμένην αὐτοὺς ἐκλιπεῖν καὶ προγονικὰς ἑστίας ἐρημῶσαι καὶ τὸ λοιπὸν οἰκεῖν ἐν τῇ ξένῃ: οἷς οὐδὲν ἐπῄει λέγειν εἰς τὴν ἐσχάτην κατακεκλειμένοις ἀνάγκην. ὁ δὲ Τύλλος ἐπειδὴ τὴν διάνοιαν εἶδε τῶν πολλῶν, ἀπολογεῖσθαι τὸν Μέττιον ἐκέλευσεν, εἴ τι πρὸς ταῦτα λέγειν βούλεται. [2] οὐκ ἔχων δ᾽ ὁ Μέττιος ὅ τι χρὴ λέγειν πρὸς τοὺς κατηγοροῦντάς τε καὶ καταμαρτυροῦντας τὴν Ἀλβανῶν βουλὴν ἔφησεν αὑτῷ ταῦτα ὑποθέσθαι ποιεῖν δι᾽ ἀπορρήτων, ὅτε ἐξῆγε τὴν δύναμιν ἐπὶ τὸν πόλεμον, ἠξίου τε τοὺς Ἀλβανούς, οἷς ἀνακτήσασθαι τὴν ἡγεμονίαν ἐπεχείρει, βοηθεῖν αὐτῷ καὶ μήτε τὴν πατρίδα κατασκαπτομένην περιορᾶν μήτε τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἐπὶ τιμωρίαις συναρπαζομένους. ταραχῆς δὲ γινομένης κατὰ τὴν ἐκκλησίαν καί τινων φεύγειν ἐπὶ τὰ ὅπλα ὡρμηκότων οἱ περιεστεφανωκότες τὸν ὄχλον ἀρθέντος σημείου τινὸς ἀνέσχον τὰ ξίφη. [3] περιφόβων δὲ γενομένων ἁπάντων ἀναστὰς πάλιν ὁ Τύλλος εἶπεν: οὐδὲν ἔτι ἔξεστιν ὑμῖν νεωτερίζειν οὐδ᾽ ἐξαμαρτάνειν, ἄνδρες Ἀλβανοί. ὑμεῖς γὰρ ἂν παρακινεῖν τι τολμήσητε, πάντες [p. 336] ἀπολεῖσθε ὑπὸ τούτων: δείξας τοὺς ἔχοντας τὰ ξίφη. δέχεσθε οὖν τὰ διδόμενα καὶ γίνεσθε ἀπὸ τοῦ χρόνου τοῦδε Ῥωμαῖοι. δυεῖν γὰρ ἀνάγκη θάτερον ὑμᾶς ποιεῖν ἢ Ῥώμην κατοικεῖν ἢ μηδεμίαν ἑτέραν γῆν ἔχειν πατρίδα. [4] οἴχετ
αι γὰρ ἕωθεν ἐκπεμφθεὶς ὑπ᾽ ἐμοῦ Μάρκος Ὁράτιος ἀναιρήσων τὴν πόλιν ὑμῶν ἐκ θεμελίων καὶ τοὺς ἀνθρώπους ἅπαντας εἰς Ῥώμην μετάξων. ταῦτα οὖν εἰδότες ὅσον οὔπω γενησόμενα παύσασθε θανατῶντες καὶ ποιεῖτε τὰ κελευόμενα. Μέττιον δὲ Φουφέττιον ἀφανῶς τε ἡμῖν ἐπιβουλεύσαντα καὶ οὐδὲ νῦν ὀκνήσαντα ἐπὶ τὰ ὅπλα τοὺς ταραχώδεις καὶ στασιαστὰς καλεῖν τιμωρήσομαι τῆς κακῆς καὶ δολίου ψυχῆς ἀξίως. [5] ταῦτα λέξαντος αὐτοῦ τὸ μὲν ἐρεθιζόμενον τῆς ἐκκλησίας μέρος ἔπτηξεν, οἷα δὴ κρατούμενον ἀνάγκῃ ἀφύκτῳ, τὸν δὲ Φουφέττιον ἀγανακτοῦντα ἔτι καὶ κεκραγότα μόνον τάς τε συνθήκας ἀνακαλούμενον, ἃς αὐτὸς ἐξηλέγχθη παρασπονδῶν, καὶ οὐδ᾽ ἐν κακοῖς τοῦ θράσους ὑφιέμενον οἱ ῥαβδοῦχοι κελεύσαντος τοῦ βασιλέως Τύλλου συλλαβόντες καὶ τὴν ἐσθῆτα περικαταρρήξαντες ἔξαινον τὸ σῶμα μάστιξι πάνυ πολλαῖς. [6] ἐπεὶ δὲ ταύτης ἅλις εἶχε τῆς τιμωρίας, προσελάσαντες δύο συνωρίδας τῇ μὲν ἑτέρᾳ προσήρτων τοὺς βραχίονας αὐτοῦ, τῇ δ᾽ ἑτέρᾳ τοὺς πόδας ῥυτῆρσι κατεχομένους μακροῖς: ἐλαυνόντων δὲ τῶν ἡνιόχων τὰς συνωρίδας ἀπ᾽ ἀλλήλων ξαινόμενός τε περὶ τῇ γῇ καὶ ἀνθελκόμενος [p. 337] ὑφ᾽ ἑκατέρας ἐπὶ τἀναντία ὁ δείλαιος ἐν ὀλίγῳ διασπᾶται χρόνῳ. [7] Μέττιος μὲν δὴ Φουφέττιος οὕτως οἰκτρᾶς καὶ ἀσχήμονος τελευτῆς ἔτυχε, τοῖς δ᾽ ἑταίροις αὐτοῦ καὶ συνειδόσι τὴν προδοσίαν αὐτοῦ δικαστήρια ὁ βασιλεὺς καθίσας τοὺς ἁλόντας ἐξ αὐτῶν κατὰ τὸν τῶν λειποτακτῶν τε καὶ προδοτῶν νόμον ἀπέκτεινεν.
ἐν ᾧ δὲ ταῦτ᾽ ἐγίνετο χρόνῳ, Μάρκος Ὁράτιος ὁ προαπεσταλμένος μετὰ τῶν ἐπιλέκτων ἐπὶ τὴν καθαίρεσιν τῆς Ἄλβας ταχέως διανύσας τὴν ὁδὸν καὶ καταλαβὼν πύλας τε ἀκλείστους καὶ τεῖχος ἀφύλακτον εὐπετῶς γίνεται τῆς πόλεως κύριος. συναγαγὼν δὲ τὸ πλῆθος εἰς ἐκκλησίαν τά τε πραχθέντα κατὰ τὴν μάχην ἅπαντα ἐδήλωσεν αὐτοῖς καὶ [2] το ψήφισμα τῆς Ῥωμαίων βουλῆς διεξῆλθεν. ἀντιβολούντων δὲ τῶν ἀνθρώπων καὶ χρόνον εἰς πρεσβείαν αἰτουμένων οὐδεμίαν ἀναβολὴν ποιησάμενος τὰς μὲν οἰκίας καὶ τὰ τείχη καὶ εἴ τι ἄλλο κατασκεύασμα ἰδιωτικὸν ἢ δημόσιον ἦν κατέσκαπτε, τοὺς δὲ ἀνθρώπους μετὰ πολλῆς φροντίδος παρέπεμπεν εἰς Ῥώμην ἄγοντάς τε τὰ ἑαυτῶν χρήματα καὶ φέροντας: [3] οὓς ὁ Τύλλος ἀφικόμενος ἀπὸ στρατοπέδου ταῖς Ῥωμαίων φυλαῖς καὶ φράτραις ἐπιδιεῖλεν οἰκήσεις τε συγκατεσκεύασεν ἐν οἷς αὐτοὶ προῃροῦντο τῆς πόλεως τόποις καὶ τῆς δημοσίας γῆς τὴν ἀρκοῦσαν τοῖς θητεύουσιν ἐξ αὐτῶν ἀπεμέριζε ταῖς τε ἄλλαις [p. 338] [4] φιλανθρωπίαις ἀνελάμβανε τὸ πλῆθος. ἡ μὲν δὴ τῶν Ἀλβανῶν πόλις, ἣν ἔκτισεν Ἀσκάνιος ὁ ἐξ Αἰνείου τοῦ Ἀγχίσου καὶ Κρεούσης τῆς Πριάμου θυγατρός, ἔτη διαμείνασα μετὰ τὸν οἰκισμὸν πεντακόσια τριῶν ἐπὶ τοῖς δέκα δέοντα, ἐν οἷς πολλὴν ἔσχεν ἐπίδοσιν εἰς εὐανδρίαν τε καὶ πλοῦτον καὶ τὴν ἄλλην ἅπασαν εὐδαιμονίαν ἡ τὰς τριάκοντα Λατίνων ἀποικίσασα πόλεις καὶ πάντα τὸν χρόνον ἡγησαμένη τοῦ ἔθνους, ὑπὸ τῆς ἐσχάτης ἀποικήσεως καθαιρεθεῖσα ἔρημος εἰς τόδε χρόνου διαμένει. [5] βασιλεὺς δὲ Τύλλος τὸν ἐπιόντα χειμῶνα διαλιπὼν ἔαρος ἀρχομένου στρατὸν ἐπὶ Φιδηναίους πάλιν ἐξάγει. τοῖς δὲ Φιδηναίοις κοινῇ μὲν οὐδ᾽ ἡτισοῦν βοήθεια ἐξ οὐδεμιᾶς τῶν συμμαχίδων ἀφίκετο πόλεων, μισθοφόροι δέ τινες ἐκ πολλῶν συνερρύησαν τόπων, οἷς πιστεύσαντες ἐθάρρησαν ἐκ τῆς πόλεως προελθεῖν: παραταξάμενοι δὲ καὶ πολλοὺς μὲν ἀποκτείναντες ἐν τῇ μάχῃ, πολλῷ δ᾽ ἔτι πλείους ἀποβαλόντες [6] κατεκλείσθησαν πάλιν εἰς τὸ ἄστυ. ὡς δὲ περιχαρακώσας αὐτῶν τὴν πόλιν ὁ Τύλλος καὶ περιταφρεύσας εἰς τὴν ἐσχάτην κατέκλεισε τοὺς ἔνδον ἀπορίαν, ἠναγκάσθησαν τῷ βασιλεῖ παραδοῦναι σφᾶς αὐτοὺς ἐφ᾽ οἷς αὐτὸς ἐβούλετο. γενόμενος δὲ τὸν τρόπον τοῦτον ὁ βασιλεὺς τῆς πόλεως κύριος τοὺς αἰτίους τῆς ἀποστάσεως ἀποκτείνας, τοὺς δὲ λοιποὺς ἅπαντας ἀπολύσας καὶ τὰ σφέτερα πάντα καρποῦσθαι [p. 339] τὸν αὐτὸν ἐάσας τρόπον τήν τε πολιτείαν, ἣν πρότερον εἶχον, ἀποδοὺς αὐτοῖς διέλυσε τὴν στρατιὰν καὶ παραγενόμενος εἰς Ῥώμην τὴν τροπαιοφόρον ἀπεδίδου τοῖς θεοῖς πομπήν τε καὶ θυσίαν δεύτερον ἐκεῖνον κατάγων θρίαμβον.
μετὰ δὲ τοῦτον τὸν πόλεμον ἕτερος ἀνέστη Ῥωμαίοις ἐκ τοῦ Σαβίνων ἔθνους, ἀρχὴ δὲ αὐτοῦ καὶ πρόφασις ἐγένετο τοιάδε: ἱερόν ἐστι κοινῇ τιμώμενον ὑπὸ Σαβίνων τε καὶ Λατίνων ἅγιον ἐν τοῖς πάνυ θεᾶς Φερωνείας ὀνομαζομένης, ἣν οἱ μεταφράζοντες εἰς τὴν Ἑλλάδα γλῶσσαν οἱ μὲν Ἀνθοφόρον, οἱ δὲ Φιλοστέφανον, οἱ δὲ Φερσεφόνην καλοῦσιν: εἰς δὴ τὸ ἱερὸν τοῦτο συνῄεσαν ἐκ τῶν περιοίκων πόλεων κατὰ τὰς ἀποδεδειγμένας ἑορτὰς πολλοὶ μὲν εὐχὰς ἀποδιδόντες καὶ θυσίας τῇ θεῷ, πολλοὶ δὲ χρηματιούμενοι διὰ τὴν πανήγυριν ἔμποροί τε καὶ χειροτέχναι καὶ γεωργοί, ἀγοραί τε αὐτόθι λαμπρόταται τῶν ἐν ἄλλοις τισὶ τόποις τῆς Ἰταλίας ἀγομένων ἐγίνοντο. [2] εἰς ταύτην δὲ τὴν πανήγυριν ἐλθόντας ποτὲ Ῥωμαίων ἄνδρας οὐκ ἀφανεῖς Σαβῖνοί τινες ἄνδρες συναρπάσαντες ἔδησαν καὶ τὰ χρήματα ἀφείλοντο, πρεσβείας τε περὶ αὐτῶν ἀφικομένης οὐδὲν ἐβούλοντο τῶν δικαίων ποιεῖν, ἀλλὰ καὶ τὰ σώμ
ατα καὶ τὰ χρήματα τῶν συλληφθέντων κατεῖχον ἐγκαλοῦντες καὶ αὐτοὶ Ῥωμαίοις, ὅτι τοὺς Σαβίνων φυγάδας ὑπεδέχοντο κατασκευάσαντες ἄσυλον ἱερόν, ὑπὲρ ὧν ἐν [p. 340] [3] τῷ πρὸ τούτου λόγῳ δεδήλωταί μοι. ἐκ τούτων δὴ τῶν ἐγκλημάτων εἰς πόλεμον καταστάντες ἐξῄεσαν εἰς ὕπαιθρον ἀμφότεροι δυνάμεσι πολλαῖς, γίνεταί τε αὐτῶν ἐκ παρατάξεως ἀγών: διέμενον γὰρ ἀγχωμάλως ἀγωνιζόμενοι καὶ διελύθησαν ὑπὸ τῆς νυκτὸς ἀμφίλογον καταλιπόντες τὸ νίκημα. ταῖς δ᾽ ἑξῆς ἡμέραις μαθόντες ἀμφότεροι τῶν τε ἀπολωλότων καὶ τῶν τραυματιῶν τὸ πλῆθος οὐκέτι πεῖραν ἐβούλοντο ἑτέρου λαβεῖν ἀγῶνος, ἀλλ᾽ ἐκλιπόντες τοὺς χάρακας ἀπῄεσαν: [4] καὶ διαλιπόντες τὸν ἐνιαυτὸν ἐκεῖνον πάλιν ἐξῄεσαν ἐπ᾽ ἀλλήλους μείζονας παρασκευασάμενοι δυνάμεις, γίνεταί τε αὐτῶν περὶ πόλιν Ἠρητὸν ἀπὸ σταδίων ἑξήκοντα καὶ ἑκατὸν τῆς Ῥώμης ἀγών, ἐν ᾧ πολλοὺς μὲν ἀμφοτέρων συνέβη πεσεῖν: ἰσορρόπου δὲ κἀκείνης τῆς μάχης ἐπὶ πολὺν χρόνον διαμενούσης ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας ὁ Τύλλος εὔξατο τοῖς θεοῖς, ἐὰν νικήσῃ τῇ τόθ᾽ ἡμέρᾳ Σαβίνους, Κρόνου τε καὶ Ῥέας καταστήσεσθαι δημοτελεῖς ἑορτάς, ἃς ἄγουσι Ῥωμαῖοι καθ᾽ ἕκαστον ἐνιαυτὸν ὅταν ἅπαντας τοὺς ἐκ γῆς συγκομίσωσι καρπούς, καὶ τὸν τῶν Σαλίων καλουμένων διπλασιάσειν ἀριθμόν. οὗτοι δ᾽ εἰσὶ πατέρων εὐγενῶν ἐνοπλίους ὀρχήσεις κινούμενοι πρὸς αὐλὸν ἐν τοῖς καθήκουσι χρόνοις καὶ ὕμνους τινὰς ᾄδοντες πατρίους, ὡς ἐν τῷ προτέρῳ [5] δεδήλωκα λόγῳ. μετὰ δὲ τὴν εὐχὴν ταύτην θάρσος [p. 341] τι καταλαμβάνει τοὺς Ῥωμαίους καὶ ὥσπερ ἀκμῆτες εἰς κάμνοντας ὠσάμενοι διασπῶσι τὰς τάξεις αὐτῶν περὶ δείλην ὀψίαν ἤδη καὶ ἀναγκάζουσι τοὺς πρωτοστάτας ἄρξαι φυγῆς, ἀκολουθήσαντές τε αὐτοῖς φεύγουσιν ἐπὶ τὸν χάρακα καὶ περὶ τὰς τάφρους πολλῷ πλείονας καταβαλόντες, οὐδ᾽ οὕτως ἀπετράποντο, ἀλλὰ παραμείναντες τὴν ἐπιοῦσαν νύκτα καὶ τοὺς ἀπὸ τοῦ ἐρύματος μαχομένους ἀνείρξαντες ἐκράτησαν τῆς παρεμβολῆς. [6] μετὰ δὲ τοῦτο τὸ ἔργον: ὅσην ἐβούλοντο τῆς τῶν Σαβίνων λεηλατήσαντες, ὡς οὐδεὶς αὐτοῖς οὐκέτι περὶ τῆς χώρας ἐξῄει μαχησόμενος, ἀπῄεσαν ἐπ᾽ οἴκου. ἀπὸ ταύτης τῆς μάχης τὸν τρίτον κατήγαγε θρίαμβον ὁ βασιλεύς, καὶ μετ᾽ οὐ πολὺ πρεσβευσαμένοις τοῖς Σαβίνοις καταλύεται τὸν πόλεμον αἰχμαλώτους τε παρ᾽ αὐτῶν κομισάμενος, οὓς ἐτύγχανον εἰληφότες ἐν ταῖς προνομαῖς, καὶ αὐτομόλους βοσκημάτων τε καὶ ὑποζυγίων καὶ τῶν ἄλλων χρημάτων ὅσα τοὺς γεωργοὺς ἀφείλοντο, ἣν ἔταξεν ἡ βουλὴ τῶν Ῥωμαίων ζημίαν τιμησαμένη τὰς βλάβας πρὸς ἀργύριον, ἀναπράξας.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 188